142
δημηγοροῦντος. Καὶ μετὰ δύο ἡμέρας ἐξῆλθεν ἐκεῖθεν, καὶ ἀπῆλθεν εἰς τὴν Γαλιλαίαν. Αὐτὸς γὰρ ὁ Χριστὸς ἐμαρτύρησεν, ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει. ∆ιατί τοῦτο πρόσκειται; Ὅτι εἰς Καπερναοὺμ οὐκ ἀπῆλθεν, ἀλλ' εἰς τὴν Γαλιλαίαν, κἀκεῖθεν εἰς τὴν Κανᾶ. Ἵνα γὰρ μὴ ἐξετάσῃς, διατί παρὰ μὲν τοῖς αὐτοῦ οὐκ ἔμεινε, παρὰ δὲ τοῖς Σαμαρείταις ἔμεινε, τίθησι τὴν αἰτίαν, λέγων, ὅτι οὐ προσέσχον αὐτῷ. ∆ιὰ τοῦτο οὐκ ἀπῆλθεν ἐκεῖ, ὥστε μὴ μεῖζον αὐτοῖς γενέσθαι τὸ κρῖμα. βʹ. Καὶ γὰρ πατρίδα αὐτὸν ἐνταῦθα ἡγοῦμαι λέγειν τὴν Καπερναούμ. Ὅτι δὲ οὐκ ἀπήλαυσεν ἐκεῖ τιμῆς, ἄκουσον αὐτοῦ λέγοντος· Καὶ σὺ, Καπερναοὺμ, ἣ ἕως τοῦ οὐρανοῦ ὑψώθης, ἕως ᾅδου καταβιβασθήσῃ. Πατρίδα δὲ ἰδίαν καλεῖ, τὸν τῆς οἰκονομίας δηλῶν λόγον, καὶ τούτῳ τὸ πλέον ἐνδιατρίβων. Τί οὖν; οὐχ ὁρῶμεν, φησὶ, καὶ παρὰ τοῖς οἰκείοις πολλοὺς θαυμαζομένους; Μάλιστα μὲν οὐκ ἀπὸ τῶν σπανιζόντων τὰ τοιαῦτα δεῖ ψηφίζεσθαι. Εἰ δέ τινες ἐν τῇ αὐτῶν ἐτιμῶντο, πολλῷ μᾶλλον ἐν τῇ ἀλλοτρίᾳ· ἡ γὰρ συνήθεια εὐκαταφρονήτους ποιεῖν εἴωθεν. Ὡς δὲ ἦλθεν εἰς τὴν Γαλιλαίαν, ἐδέξαντο αὐτὸν οἱ Γαλιλαῖοι, πάντα ἑωρακότες, ὅσα ἐποίησεν ἐν Ἱεροσολύμοις ἐν τῇ ἑορτῇ· καὶ γὰρ ἦλθον εἰς τὴν ἑορτήν. Ὁρᾷς ὅτι οἱ κακιζόμενοι, οὗτοι μάλιστα αὐτῷ προσιόντες εὑρίσκονται; Ὁ μὲν γὰρ ἔλεγεν, Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; ἄλλος δὲ, Ἐρώτησον καὶ ἴδε, ὅτι ἐκ τῆς Γαλιλαίας προφήτης οὐκ ἐγήγερται. Ταῦτα δὲ καὶ αὐτὸν ὑβρίζοντες ἔλεγον, ἐπειδὴ ἐκ Ναζαρὲτ ἐδόκει τοῖς πολλοῖς εἶναι· καὶ τὸ Σαμαρείτην δὲ εἶναι ὠνείδιζον. Σαμαρείτης γὰρ εἶ, καὶ δαιμόνιον ἔχεις, φησίν. Ἀλλ' ἰδοὺ καὶ Σαμαρεῖται καὶ Γαλιλαῖοι, φησὶ, πιστεύουσιν εἰς αἰσχύνην τῶν Ἰουδαίων. Εὑρίσκονται δὲ καὶ Γαλιλαίων οἱ Σαμαρεῖται βελτίους. Ἐκεῖνοι μὲν γὰρ ἀπὸ τῶν τῆς γυναικὸς ἐδέξαντο ῥημάτων· οὗτοι δὲ ἑωρακότες τὰ σημεῖα ἃ ἐποίησεν. Ἦλθεν οὖν ὁ Ἰησοῦς πάλιν εἰς τὴν Κανᾶ τῆς Γαλιλαίας, ὅπου ἐποίησε τὸ ὕδωρ οἶνον. Ἀναμιμνήσκει τοῦ θαύματος τὸν ἀκροατὴν, τὸ ἐγκώμιον τῶν Σαμαρειτῶν ἐπαίρων. Οὗτοι μὲν γὰρ καὶ ἀπὸ τῶν ἐν Ἱεροσολύμοις καὶ ἀπὸ τῶν ἐκεῖ γενομένων σημείων αὐτὸν ἐδέξαντο· οἱ Σαμαρεῖται δὲ οὐχ οὕτως, ἀλλ' ἀπὸ διδασκαλίας μόνης. Ὅτι μὲν οὖν ἦλθεν ἐκεῖ, εἶπε· τὴν δὲ αἰτίαν οὐ προσέθηκε, δι' ἣν ἦλθεν. Εἰς μὲν γὰρ τὴν Γαλιλαίαν διὰ τὸν φθόνον τὸν Ἰουδαϊκὸν παρεγένετο· εἰς δὲ Κανᾶ τίνος ἕνεκεν; Παρὰ μὲν γὰρ τὴν ἀρχὴν καλούμενος εἰς γάμον· νῦν δὲ τίνος ἕνεκεν, καὶ διατί; Ἐμοὶ δοκεῖ τὴν ἀπὸ τοῦ θαύματος πίστιν ἐγγινομένην ἰσχυροτέραν ποιῶν διὰ τῆς παρουσίας, καὶ μᾶλλον αὐτοὺς ἐφελκόμενος τῷ αὐτόκλητος παραγενέσθαι, καὶ τὴν μὲν ἰδίαν ἀφεῖναι πατρίδα, προτιμῆσαι δὲ ἐκείνους. Ἦν δέ τις βασιλικὸς, οὗ ὁ υἱὸς ἠσθένει ἐν Καπερναούμ. Οὗτος ἀκούσας, ὅτι Ἰησοῦς ἥκει ἀπὸ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν, ἦλθε πρὸς αὐτὸν, καὶ ἠρώτα ἵνα ἔλθῃ, καὶ ἰάσηται αὐτοῦ τὸν υἱόν· ἤτοι τοῦ γένους ὢν τοῦ βασιλικοῦ, ἢ ἀξίωμά τι ἀρχῆς ἕτερον οὕτω καλούμενον ἔχων. Τινὲς μὲν οὖν τοῦτον ἐκεῖνον εἶναι νομίζουσι τὸν παρὰ τῷ Ματθαίῳ· δείκνυται δὲ ἕτερος ὢν παρ' ἐκεῖνον, οὐκ ἀπὸ τοῦ ἀξιώματος δὲ μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς πίστεως. Ἐκεῖνος μὲν γὰρ καὶ βουλόμενον τὸν Χριστὸν ἐλθεῖν, ἀξιοῖ μένειν· οὗτος δὲ καὶ μηδὲν τοιοῦτον ἐπαγγελλόμενον, εἰς τὴν οἰκίαν ἕλκει. Κἀκεῖνος μέν φησιν· Οὐκ εἰμὶ ἄξιος ἵνα μου ὑπὸ τὴν στέγην 59.201 εἰσέλθῃς· οὗτος δὲ καὶ ἐπείγει, Κατάβηθι, λέγων, πρὶν ἀποθανεῖν τὸν υἱόν μου. Κἀκεῖ μὲν ἀπὸ τοῦ ὄρους καταβὰς εἰς Καπερναοὺμ εἰσῄει· ἐνταῦθα δὲ ἀπὸ Σαμαρείας, καὶ οὐκ εἰς Καπερναοὺμ, ἀλλ' εἰς Κανᾶ ἐλθόντος παρεγένετο οὗτος. Κἀκείνου μὲν ὁ παῖς παρέσει κατέκειτο· ὁ δὲ τούτου υἱὸς πυρετῷ. Καὶ ἐλθὼν ἠρώτα ἵνα ἰάσηται αὐτοῦ τὸν υἱόν· ἤμελλε γὰρ ἀποθνήσκειν. Τί οὖν ὁ Χριστός; Ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε. Καὶ μὴν τοῦτο πίστεως ἦν, καὶ τὸ ἐλθεῖν καὶ τὸ παρακαλέσαι· καὶ μετὰ ταῦτα δὲ αὐτὸ μαρτυρεῖ ὁ εὐαγγελιστὴς λέγων, ὅτι εἰπόντος τοῦ Ἰησοῦ, Πορεύου, ὁ υἱός σου ζῇ, ἐπίστευσε τῷ λόγῳ αὐτοῦ, καὶ ἐπορεύετο. Τί οὖν ἐστιν ὅ φησιν ἐνταῦθα; Ἤτοι τοὺς Σαμαρείτας