143
γέγραπται γοῦν περὶ αὐτοῦ Βίβλος γενέσεως ̓Ιησοῦ Χριστοῦ υἱοῦ ∆αυίδ. 749a Ps 71,2 Κρίνειν δὲ τὸν λαόν σου ἐν δικαιοσύνῃ (τὸν ἐκ περιτομῆς δηλονότι) καὶ τοὺς πτωχούς σου ἐν κρίσει· ουτοι δέ εἰσιν οἱ ἀπὸ ἐθνῶν τῷ εὐαγγελίῳ προσερχόμενοι πτωχοὶ ὠνομασμένοι διὰ τὴν ἐξ ἀπιστίας καὶ κακίας πενίαν. εἰ δὲ δύνανται πτωχοὶ ειναι θεοῦ οἱ μέτριοι τὴν γνώμην κατὰ τὸ Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, συνεπίσκεψαι. 750 Ps 71,3 Προστάττει τοῖς μεγαλοφυεστέροις δι' ἀρετῆς υψος ορεσι καὶ βουνοῖς καλουμένοις πρὸς τὸν λαὸν εἰρήνην ἀναλαβεῖν. καὶ εἰ μὲν ορη καὶ βουνοὶ ἀρχάγγελοι καὶ αγγελοι τυγχάνουσι, πᾶν τὸ τῶν ἀνθρώπων γένος λαός ἐστι πρὸς ους εἰρηνεῦσαι καλοῦνται, ἐπείπερ ̓Ιησοῦς διὰ τοῦ αιματος τοῦ σταυροῦ εἰρηνοποίησε τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς πρότερον διαστασιαζόντων τῶν ἐπὶ τῆς γῆς διὰ κακίαν πρὸς τοὺς ἐν τοῖς οὐρανοῖς. ἐπεὶ τοίνυν ὁ σταυρωθεὶς ῃ ἀμνὸς τοῦ θεοῦ τέθυται, ιν' αιρῃ τὴν ἁμαρτίαν τοῦ κόσμου λυθείσης τῆς ἁμαρτίας τῶν ἐπὶ γῆς, εἰρηνοποιεῖται τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, γινομένης χαρᾶς ἐν τοῖς οὐρανοῖς εμπροσθεν ἀγγέλων ἐπὶ τοῖς μετανοοῦσιν ἀπὸ ἁμαρτίας. εἰ δὲ Μωυσῆς καὶ οἱ προφῆται σημαίνονται διὰ τῶν ὀρῶν καὶ βουνῶν, πρὸς τὸν λαὸν τὸν ἀπὸ ἐθνῶν ἀπιστεύσαντα εἰρήνην ἀναλαβέτωσαν εἰδότες οτι αὐτοὶ περὶ τῆς κλήσεως ταύτης προανεφώνησαν. Ειτ' ἐπεὶ καὶ τῶν ἀρετὴν ἐχόντων οἱ μὲν μᾶλλον, οἱ δ' ηττον αὐτὴν εχουσιν, τοὺς μᾶλλον εχοντας ὡς ἐπὶ πλεῖον διαρθέντας πράξει καὶ γνώσει τῆς ἀληθείας ορη λεκτέον τῶν ὑποδεεστέρων χρηματιζόντων βουνῶν. 751 Ps 71,4 Εργον δὲ τοῦ λαβόντος τοῦ θεοῦ τὸ κρίμα καὶ τὴν δικαιοσύνην τὸ κρίνειν τοὺς πτωχοὺς τοῦ λαοῦ. Ουτοι δέ εἰσιν οἱ τῷ γράμματι καὶ τῇ σκιᾷ τοῦ νόμου ἐπανέχοντες, ἀεὶ πτωχοὶ ὠνομασμένοι τῷ μὴ ἐσχηκέναι τὸν κατὰ πνευματικὸν νόμον ὀξὺ βλέποντα πλοῦτον, ἐχόντων αὐτὸν τῶν ἀπὸ ̓Ιουδαίων πιστευσάντων ων εἰσι καὶ οἱ ἀπόστολοι. πρὸς τούτῳ καὶ σωτηρίαν φέρει ἐπὶ τοὺς υἱοὺς τῶν πενήτων· ουτοι δέ εἰσιν οἱ ἐξ εἰδωλολατρίας ἐπὶ τὴν πίστιν τοῦ ̓Ιησοῦ ἐληλυθότες, τῶν γεννησάντων αὐτοὺς κατὰ δεισιδαιμονίαν πενήτων οντων. διὸ οὐκ αὐτοὺς καταμείναντας ἐν τῇ πολυθέῳ πλάνῃ ἀλλὰ τοὺς υἱοὺς αὐτῶν μεταγνόντας σώσει. τούτων ῥυσθέντων καὶ σωθέντων πρὸς τοῦ κριτοῦ καὶ σῶσαι ἐληλυθότος ταπεινοῦται ὁ πάντας καταδυναστεύων ἐν συκοφαντίᾳ ὡς ὑπὸ πόδας τῶν ἁγίων συντριβῆναι. Πρὸς γὰρ τὸν δίκαιον ειρηται Καὶ καταπατήσεις λέοντα καὶ δράκοντα, καὶ πρὸς ανδρα δὲ (πάντα δὲ συκοφάντην), εἰ λέγοιτο, ̓Αποστρέψει συκοφαντίας. 752 Ps 71,5 Ταὐτὸν τῷ Παραμενεῖ τῷ ἡλίῳ ο πρὸς αὐτὸν εἰρημένον Σὺ ει ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ, καὶ τὸ Πρὸ τῆς σελήνης γενεὰς γενεῶν ταὐτὸν τῷ Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με. λέγεται τὸ Συμπαραμενεῖ τῷ ἡλίῳ καὶ περὶ τῆς σαρκὸς ης ηνωσεν ἑαυτῷ τῆς ἐμψυχωμένης ψυχῇ λογικῇ τε καὶ νοερᾷ· συμπαραμένει γὰρ τῷ ἡλίῳ τῆς δικαιοσύνης διὰ τὴν ἀδιαίρετον ενωσιν. ἀλλὰ καὶ πρὸ τῆς σελήνης τῆς ἀναλογίαν ἐχούσης πρὸς τὸν νοητὸν ηλιον ὑπάρχει γενεὰ γενεῶν τῷ δι' αὐτοῦ καὶ ἐν αὐτῷ ἱδρῦσθαι τὴν ἐκκλησίαν συγκειμένην ἐκ πάντων τῶν γενεὰν ἐχόντων ἀνθρώπων. ουτοι γὰρ ἐκ γενεᾶς καὶ γενεᾶς κατὰ διαδοχὴν υπαρξιν εχουσιν. παρίσταται ἐκ τοῦ Αισματος τῶν ᾀσμάτων ὡς σελήνη ἡ ἐκκλησία· χρηματίζει ουτως· Τίς αυτη ἐκκύπτουσα ὡσεὶ ορθρος, καλὴ ὡς σελήνη ἐκλεκτή; 753a Ps 71,6 Ωσπερ ὁ ὑετὸς ἐπὶ τῆς γῆς ἐρχόμενος εὐκαρπίας αιτιος, ουτως ἡ ἐπιδημία τοῦ σωτῆρος πρὸς τοὺς ἀνθρώπους γενημάτων δικαιοσύνης ενεκα γεγένηται. ῥητέον δὲ ὡς ὁ μὲν πόκος τὸν ̓Ισραὴλ σημαίνει, ἡ δὲ γῆ τὰ εθνη δηλοῖ. ἐπεὶ πρότερον ἐπὶ πόκον κατῆλθεν, ειτ' ἐκεῖθεν ἐπὶ τὴν γῆν. ἀπειθήσαντος γὰρ τοῦ ̓Ισραὴλ ὡς μὴ δέξασθαι τὸν ἐληλυθότα, μετάβασις ἐπὶ τὴν γῆν τοῦ ὑετοῦ γέγονεν ὡς πάντας τοὺς ἐπ' αὐτῆς ἀνθρώπους ὑγραίνεσθαι, μᾶλλον δὲ ποτίζεσθαι ἐκ τῶν σταγόνων ἐπὶ τῷ ἀγαγεῖν καρποὺς πνευματικούς. 754 Ps 71,7 ̓Εν ταῖς ἡμέραις τοῦ