143
θαυμάζων ἔλεγε ταῦτα, ὅτι σημείων χωρὶς ἐπίστευσαν· ἢ τῆς δοκούσης αὐτοῦ πόλεως εἶναι καθαπτόμενος τῆς Καπερναοὺμ, ὅθεν οὗτος ἦν. Ἐπεὶ καὶ ἕτερός τις ἐν τῷ Λουκᾷ λέγων, Πιστεύω, Κύριε, βοήθει μου τῇ ἀπιστίᾳ, ἔλεγε πάλιν. Ὥστε εἰ καὶ οὗτος ἐπίστευσεν, ἀλλ' οὐχ ὁλοκλήρως, οὐδὲ ὑγιῶς. Καὶ τοῦτο δηλοῖ ἐκ τοῦ πυνθάνεσθαι ποίᾳ ὥρᾳ ἀφῆκεν αὐτὸν ὁ πυρετός. Ἐβούλετο γὰρ μαθεῖν, εἴτε αὐτομάτως, εἴτε ἐκ τῆς ἐπιταγῆς τοῦ Χριστοῦ τοῦτο γέγονεν. Ὡς οὖν ἔγνω ὅτι χθὲς ὥραν ἑβδόμην, ἐπίστευσε καὶ αὐτὸς καὶ ἡ οἰκία αὐτοῦ ὅλη. Ὁρᾷς ὅτι τότε ἐπίστευσεν, ὅτε οἱ παῖδες εἶπον, οὐχ ὅτε ὁ Χριστός; Τὴν διάνοιαν τοίνυν ἐλέγχει αὐτοῦ, μεθ' ἧς προσελθὼν, ταῦτα ἔλεγεν· οὕτω γὰρ μᾶλλον καὶ εἰς πίστιν αὐτὸν ἐφείλκετο· πρὸ γὰρ τοῦ σημείου οὐ σφόδρα ἦν πεπιστευκώς. Εἰ δὲ καὶ ἦλθε καὶ παρεκάλεσε, θαυμαστὸν οὐδέν. Εἰώθασι γὰρ οἱ πατέρες ὑπὸ πολλῆς φιλίας οὐ μόνον οἷς θαῤῥοῦσιν ἰατροῖς προσιέναι, ἀλλὰ καὶ οἷς μὴ θαῤῥοῦσι διαλέγεσθαι, μηδὲν ὅλως παραλιπεῖν βουλόμενοι. Ἐπεὶ ὅτι ἐκ παρέργου προσῆλθεν, ὅτε ἦλθεν εἰς τὴν Γαλιλαίαν, τότε αὐτὸν εἶδεν· ὡς εἴ γε ἦν σφόδρα αὐτῷ πεπιστευκὼς, οὐκ ἂν ὤκνησε, τοῦ παιδὸς μέλλοντος τελευτᾷν, εἰς τὴν Ἰουδαίαν ἐλθεῖν. Εἰ δὲ ἐδεδοίκει, οὐδὲ τοῦτο ἀνεκτόν. Ὅρα γοῦν καὶ αὐτὰ τὰ ῥήματα πῶς ἐμφαίνει τὴν ἀσθένειαν τοῦ ἀνδρός. ∆έον γὰρ εἰ καὶ μὴ πρότερον, ἀλλ' ὅμως μετὰ τὸ τὴν διάνοιαν ἐλέγξαι, μέγα τι φαντασθῆναι περὶ αὐτοῦ, ἄκουσον πῶς ἔτι χαμαὶ σύρεται. Κατάβηθι γὰρ, φησὶ, πρὶν ἢ ἀποθανεῖν τὸ παιδίον μου· ὡς οὐ δυναμένου μετὰ τὸν θάνατον αὐτὸν ἀναστῆσαι, καὶ ὡς οὐκ εἰδότος οἷα τὰ τοῦ παιδίου πράγματα ἕστηκε. ∆ιὰ τοῦτο αὐτὸν ἐλέγχει καὶ τοῦ συνειδότος καθάπτει· δεικνὺς ὅτι τὰ σημεῖα προηγουμένως τῆς ψυχῆς ἕνεκεν ἐγένετο. Ἐνταῦθα γὰρ οὐχ ἧττον τοῦ παιδὸς τὸν πατέρα ἀσθενοῦντα περὶ τὴν διάνοιαν θεραπεύει, πείθων ἡμᾶς μὴ ἀπὸ σημείων, ἀλλὰ ἀπὸ διδασκαλίας προσέχειν αὐτῷ. Τὰ σημεῖα γὰρ οὐ τοῖς πιστοῖς, ἀλλὰ τοῖς ἀπίστοις καὶ παχυτέροις. γʹ. Τότε μὲν οὖν ὑπὸ τοῦ πάθους οὐ σφόδρα προσεῖχε τοῖς λεγομένοις, ἢ μόνοις τοῖς περὶ τοῦ παιδός. Ὕστερον δὲ ἤμελλε τὸ λεχθὲν ἀναλαμβάνειν, καὶ τὰ μέγιστα ἐντεῦθεν κερδαίνειν· ὃ δὴ καὶ γέγονεν. Τί δήποτε δὲ ἐπὶ μὲν τοῦ ἑκατοντάρχου αὐτεπάγγελτος ὑπέσχετο παραγίνεσθαι· ἐνταῦθα δὲ οὐδὲ καλούμενος ἄπεισιν; Ὅτι ἐκεῖ μὲν ἡ πίστις ἀπήρτιστο. ∆ιὸ καὶ ὑπέσχετο ἀπιέναι, ἵνα μάθωμεν τοῦ ἀνδρὸς τὴν εὐγνωμοσύνην· 59.202 ἐνταῦθα δὲ ὅτι οὗτος ἀτελῆς ἦν. Ἐπεὶ οὖν ἄνω καὶ κάτω ἤπειγεν αὐτὸν λέγων, Κατάβηθι, καὶ οὔπω ᾔδει σαφῶς ὅτι καὶ ἀπὼν δύναται θεραπεῦσαι, δείκνυσιν ὅτι καὶ τοῦτο δυνατὸν αὐτῷ, ἵν' ὅπερ οἴκοθεν ὁ ἑκατόνταρχος ἔσχε, τοῦτο οὗτος ἐκ τοῦ μὴ παραγενέσθαι τὸν Ἰησοῦν μάθῃ. Ὅταν οὖν εἴπῃ, Ἐὰν μὴ σημεῖακαὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε, τοῦτο λέγει· ὅτι τὴν προσήκουσαν πίστιν οὐδέπω ἔχετε, ἀλλ' ἔτι ὡς περὶ προφήτου διάκεισθε. Ἐκκαλύπτων οὖν ἑαυτὸν, καὶ δεικνὺς ὅτι καὶ χωρὶς σημείων ἔδει πιστευθῆναι αὐτὸν, ἔλεγεν ἅπερ καὶ τῷ Φιλίππῳ φησίν· Πιστεύεις ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί; Εἰ δὲ μὴ, διὰ τὰ ἔργα πιστεύετέ μοι. Ἤδη δὲ αὐτοῦ καταβαίνοντος, ἀπήντησαν οἱ δοῦλοι αὐτοῦ λέγοντες, ὅτι Ὁ παῖς σου ζῇ. Ἐπυνθάνετο οὖν παρ' αὐτῶν τὴν ὥραν ἐν ᾗ κομψότερον ἔσχεν. Καὶ εἶπον αὐτῷ, ὅτι Χθὲς ὥραν ἑβδόμην ἀφῆκεν αὐτὸν ὁ πυρετός. Ἔγνω οὖν ὁ πατὴρ ὅτι ἐκείνῃ τῇ ὥρᾳ, ἐν ᾗ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, ὅτι Ὁ παῖς σου ζῇ. Καὶ ἐπίστευσεν αὐτὸς, καὶ ἡ οἰκία αὐτοῦ ὅλη. Ὁρᾷς πῶς τὸ θαῦμα δῆλον ἐγένετο; Οὐ γὰρ ἁπλῶς, οὐδὲ ὡς ἔτυχεν, ἀπηλλάγη τοῦ κινδύνου, ἀλλὰ ἀθρόον, ὡς φαίνεσθαι μηκέτι φύσεως ἀκολουθίαν εἶναι τὸ γινόμενον, ἀλλὰ τῆς ἐνεργείας τοῦ Χριστοῦ. Πρὸς γὰρ αὐτὰς ἐλθὼν τοῦ θανάτου τὰς πύλας, ὡς καὶ ὁ πατὴρ ἐδήλωσεν εἰπὼν, Κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον, ἀθρόον ἀπηλλάγη τῆς νόσου· ὅπερ οὖν καὶ τοὺς οἰκέτας διανέστησεν. Ἐκεῖνοι μὲν γὰρ ἴσως οὐχ ὡς εὐαγγελιζόμενοι μόνον, ἀλλὰ καὶ ὡς περιττὴν λοιπὸν τοῦ Ἰησοῦ τὴν παρουσίαν εἶναι νομίσαντες, ἀπήντησαν· καὶ γὰρ ᾔδεσαν αὐτὸν ἐκεῖ παραγενόμενον· ὅθεν καὶ κατ' αὐτὴν αὐτῷ τὴν ὁδὸν περιέτυχον.