144
ἐπιδημήσαντος σωτῆρος ἀνατελεῖ οια φῶς δικαιοσύνη πρακτικὴ ἀρετὴ ουσα καὶ σὺν αὐτῇ ἡ διὰ πίστεως ̓Ιησοῦ εἰς τοὺς ζῶντας εὐαγγελικῶς συνισταμένη καὶ ἡ κατάλληλος εἰρήνη πλῆθος εχουσα πολὺ ὡς παρατείνεσθαι μέχρι τῆς συντελείας τοῦ κόσμου. τοῦτο γὰρ σημαίνει ἡ τῆς σελήνης ἀνταναίρεσις. 755 Ps 71,7b ̓Ελέγομεν τὴν σελήνην τὴν ἐκκλησίαν δηλοῦν. ἡ γὰρ σελήνη νόθον ἐξ ἡλίου δέχεται φῶς καὶ οὐχὶ οικοθεν εχει, ὡς ἡ ἐκκλησία οσον ἐστὶν ἐπὶ γῆς ἐκ μέρους γινώσκει καὶ οὐ γνησίως ολη πεφώτισται λήγουσα ποτὲ ἐσομένη κατὰ τὸν ηλιον οτε τὸ τέλειον ... ...λήγουσα οὐχ ολη γνησίως πεφώτισται σχήσεως, τότε τοῦτο γενομένη κατὰ τὸν ηλιον, οταν τὸ τέλειον καὶ πρόσωπον πρὸς πρόσωπον ελθῃ. ῳ γὰρ λόγῳ καταργεῖται τὸ ἐκ μέρους γινώσκειν, ἐνστήσει τῆς ἀνυπερβλήτου γνώσεως. ουτως ἀναιρεθήσεται ἡ σεληνιακὴ κατάστασις τῆς ἐκκλησίας κατὰ τὸν ηλιον τῆς δικαιοσύνης ἐσομένης, ἐκλαμψάντων ὡς ὁ ηλιος τῶν συμπληρούντων τὴν ἐκκλησίαν δικαίων ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς ἑαυτῶν. κατα...... ἐν τῷ Αισματι τῶν ᾀσμάτων ἡ τελειότης τῆς νύμφης· ἡ ἐκκλησία δ' αὐτὴ μετὰ πολλὴν προκοπὴν κατὰ τὸν ηλιον εσται. Τίς γὰρ αυτη, φησίν, ἡ ἐκκύπτουσα ὡσεὶ ορθρος, ἀρχὴν φωτισμοῦ εχουσα μεθ' ην ἀρχὴν ὡς σελήνη πλησιφαὴς ἐσομένη; αυτη γὰρ ἡ ἐκλ... * μεθ' ο ὡς ηλιος θάμβος εσται. 756 Ps 71,9-11a Νοήσεις ουτως· τῶν ἀπὸ ἐθνῶν Αἰθιόπων καλουμένων δι' ην ειχον ἐξ ἀσεβείας μελανίαν ἐνώπιον τοῦ βασιλέως προσπιπτόντων μεταγνώσεως τρόπῳ, οἱ τοῦ βασιλέως ἐχθροὶ ̓Ιουδαῖοι γοῦν λείξουσιν. ευ δὲ καὶ τὸ φάναι ἐνώπιον αὐτοῦ προσπίπτειν τοὺς Αἰθίοπας· γνησίαν ὑποταγὴν δηλοῖ τὸ ἐπίπροσθεν τοῦ τὰ κρυπτὰ ὁρῶντος βασιλέως προσπίπτειν. δυνατὸν καὶ τῶν ἐχθρῶν τοῦ θεοῦ αισθησιν μετανοίας φαίνεσθαι διὰ τοῦ χοῦν λείχειν· γονυπετούντων γὰρ ἡ ἐνέργεια. Μεταλαμβάνεται δὲ Θάρσεις εἰς τὸ κατασκοπεῖν χαράς, κατασκοπούντων χαρὰν τῶν ἀρετῆς καὶ εὐσεβείας φίλων, ιν' ἀκοῦσαί ποτε δυνηθῇ εκαστος αὐτῶν Εισελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. τῶν ουτω θεωρητικῶν πρὸς τὴν χαρὰν τὸ βλέμμα ἐχόντων, οἱ κρατοῦντες βασιλεῖς δῶρα οισουσιν τοὺς ἀρχομένους. καὶ νῆσοι δὲ προσάγονται. ψυχαὶ δέ εἰσιν αυται, ἑδραίως καὶ ἀμετακινήτως εχουσαι καν ἐπαφρίζει καὶ τρικυμίας ἡ θάλασσα ἐπεγείρει. πρὸς ταύτας ὁ σωτὴρ λέγει ̓Εγκαινίζεσθε, νῆσοι, πρός με, ἀνανεούμεναι τῇ καινότητι τοῦ πνεύματος, φέρουσαι τὸν νέον ανθρωπον τὸν κατὰ θεὸν κτισθέντα. πρὸς τούτοις τοῖς βασιλεῦσι καὶ οἱ τῶν ̓Αράβων καὶ Σαβᾶ προσοίσουσι δῶρα τοὺς πρὸς τὴν ἑσπέραν τοῦ βίου τοῦ φαύλου ἐρχομένους ὡς σκοτισθῆναι ἀπ' αὐτῶν τὸ φῶς τῶν ἀσεβῶν. Καὶ δύναιτ' αν μετασχηματιζόμενον εἰς αγγελον φωτὸς ψευδῶς καὶ μέχρι τοῦ ἀπατῆσαι ηλιον οντα· Αραβες γὰρ δυσμαὶ καὶ ἑσπέρας ἑρμηνεύονται. μετὰ τούτων τῶν ̓Αράβων καὶ ἑτέρων πλειόνων μετάνοια προσφέρεται Σαβᾶ· μεταλαμβάνεται δὲ τὸ ονομα εἰς τὸ ἐπιστροφή. ∆υνατὸν ἐκλαβεῖν προσκυνοῦντας αὐτὸν καὶ δῶρα προσφέροντας τοὺς διδασκάλους πάντων τῶν ἐθνῶν ἀποστόλους καὶ μαθητὰς καὶ τοὺς τούτων διαδόχους· προσφέρουσι γὰρ τοὺς κερδαινομένους ὑπ' αὐτῶν ἀνθρώπους δῶρα τῷ θεῷ. εἰ δὲ καὶ εκαστος τῶν πιστῶν δῶρα φέρει πράξεις ἐπαινετὰς καὶ ἀληθὲς φρόνημα, ὡς βασιλεῖς προσάγουσι τὰ οἰκεῖα δῶρα τῷ μόνῳ καὶ ἑνὶ παμβασιλεῖ. 757a Ps 71,14b Γράφεται δὲ καὶ εντιμον τὸ ονομα αὐτοῦ ἐνώπιον αὐτῶν τοῦ τοσούτων κακῶν αὐτοὺς ἀπαλλάξαντος. 758 Ps 71,15b Μαθόντες οἱ αγιοι ανδρες ὡς οὐδεὶς τῶν γενητῶν λυτρώσεται τοὺς ἀνθρώπους ἐκ τῆς κατεχούσης κακοπραγίας, πάντων ἐκκλινάντων καὶ αμα ἀχρειωθέντων περὶ τοῦ δυναμένου ῥύσασθαι ἐκ χειρὸς δυναστοῦ καὶ σωτηρίας αἰωνίου αἰτίου ἐσομένου, συνεχῶς καὶ ἀδιαστάτως εὐχὴν τῷ πατρὶ ἀνέπεμπον, ὁτὲ μὲν λέγοντες ∆εῖξον ἡμῖν, κύριε, τὸ ελεός σου καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν, ὁτὲ δὲ ̓Εξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου. περὶ δὲ τῆς ἀποστολῆς αὐτοῦ καὶ ἐν ἀρχῇ τοῦ παρόντος