145
ψαλμοῦ προσηύχοντο λέγοντες ̔Ο θεός, τὸ κρίμα σου τῷ βασιλεῖ δὸς καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως. 759a Ps 71,15c ∆οξολογοῦσί τε αὐτὸν δι' ολης ἡμέρας ητοι τοῦ ἐνεστῶτος αἰῶνος η τοῦ πεφωτισμένου βίου τῶν εὐλογούντων. 760a Ps 71,16a Ακρα τούτων τῶν ὀρέων αἱ ἐκβάσεις τῶν προαναφωνήσεών εἰσιν ἐφ' α φθάσας ὁ προφητευόμενος στήριγμα γέγονεν ἐν τῇ γῇ. 761 Ps 71,16bc Ους γὰρ ἐκαρποφόρησεν ̓Ιησοῦς διὰ τῆς ἐπιδημίας πιστοὺς ἀνθρώπους, καὶ πλῆθος καὶ μέγεθος πράξεων καὶ θεωρημάτων εχουσιν· μαρτύριον δὲ τούτου τὸ ∆ίκαιος ὡς φοῖνιξ ἀνθήσει, ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. ουτω γοῦν πληθυνθέντος καὶ ὑπεραρθέντος τοῦ καρποῦ τοῦ στηρίγματος τῶν ολων, ἐξανθήσουσιν ἐκ τῆς πόλεως τῆς ̔Ιερουσαλὴμ οἱ ἀπιστήσαντες τῷ σωτῆρι ̓Ιουδαῖοι ὡς ἐκ τῆς γῆς χόρτος, διὰ τὸ εὐμάραντον καὶ ταχὺ ἀποξηραίνεσθαι ουτως ὠνομασμένοι καὶ μάλα δικαίως. ἐπεὶ σὰρξ τῷ φρονήματι γεγόνασιν ἀπιστήσαντες τῷ σωτῆρι καὶ δόξαν παρ' ἀλλήλων λαμβάνοντες ἀλλὰ μὴ τὴν παρὰ θεοῦ μόνου διδομένην ζητοῦντες, ἐξανθήσουσιν οια τῆς γῆς χόρτος· Πᾶσα γὰρ σὰρξ χόρτος καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ανθος χόρτου. οὐ γὰρ ἀνθήσειν ειπεν ἀλλ' ἐξανθήσειν. Ευ δὲ καὶ τὸ ̓Εκ πόλεως καὶ μὴ ἐν πόλει ἐξανθῆσαι οια χόρτος τοὺς περὶ ων ὁ λόγος. εξω γὰρ τῆς πνευματικῆς πόλεως ̔Ιερουσαλὴμ βίῳ καὶ φρονήματι σπεύσαντες ειναι ὡς ὁ εὐμάραντος καὶ ξηραινόμενος ταχὺ χόρτος ἐξηράνθησαν, τοῦ ενδον ἐν τῇ πόλει μένοντος οὐδὲν τοιοῦτο πεισομένου· Οὐ σαλευθήσεται γὰρ εἰς τὸν αἰῶνα ὁ κατοικῶν ̔Ιερουσαλήμ. 762 Ps 71,17c-19a Αἱ εὐλογηθεῖσαι ἐν αὐτῷ φυλαὶ ουσαι τὰ εθνη μακαρίζουσιν τὸν εὐλογήσαντα λέγουσαι Εὐλόγητος κύριος ὁ τοῦ διορατικοῦ γένους θεός, ος μόνος θαυμάσια πεποίηκεν ἐλευθερώσας ἡμᾶς ἀπὸ εἰδωλολατρείας καὶ δαιμόνων ἀλιτηρίων θεραπείας· θαυμάσιον γὰρ ἀληθῶς εκαστον τῶν ὑπὲρ τῆς κλήσεως τῶν ἐθνῶν γεγονός. Προσκείμενον δὲ τὸ Μόνος μὴ ταραττέτω σε· οὐ γὰρ ἐναντιοῦται τῷ Οὐ δύναται ποιεῖν ὁ υἱὸς οὐδέν, ἐὰν μὴ βλέπῃ τὸν πατέρα ποιοῦντα· α γὰρ αν ὁ πατὴρ ποιῇ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ. τὸ γὰρ Μόνος καὶ οσα τοιαῦτα ἐπὶ θεότητος λαμβανόμενα δηλοῖ πατέρα καὶ υἱόν, ὡς ἐκ τοῦ προφήτου παρίσταται· ενθα ειρηται πρὸς τὸν πατέρα Καὶ οἱ Σαβαεῖν ανδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται καὶ προσκυνήσουσίν σοι καὶ ἐν σοὶ προσεύξονται, οτι ἐν σοὶ ὁ θεός ἐστιν καὶ οὐκ εστι θεὸς πλὴν σοῦ· σὺ γὰρ ει ὁ θεός, καὶ οὐκ ῃδειμεν, θεὸς τοῦ ̓Ισραὴλ σωτήρ. Τίς δὲ ἡ δόξα ης τὸ ονομα εὐλογεῖται η ην κατώρθωσεν ἐπιδημήσας ἐπιδόξους καὶ ἐπιτιμίους ποιήσας ἐξ ἀτίμων καὶ ἀδόξων τοὺς μετανοήσαντας ἀνθρώπους; δυνατὸν δόξαν αὐτοῦ φάναι καὶ ον ἀνεδέξατο ἀοίδιμον θάνατον ὑπὲρ τῆς τῶν ολων σωτηρίας· τὸ γὰρ ̓Ιησοῦς οὐδέπω ἐδοξάσθη, καὶ τὸ Τὸν ἠλαττωμένον βλέπομεν ̓Ιησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον *** Εἰ δὲ κἀκείνη δόξα αὐτοῦ ἐστιν ης εὐλογεῖται τὸ ονομα αὐτοῦ εἰς τὸν αἰῶνα περὶ ης γράφει Παῦλος Οὐκ αξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς, ἐπίστησον. μάλιστα γὰρ ταύτην καὶ τὴν περὶ αὐτῆς ἀπαγγελίαν εἰς ἀεὶ ὑμνούμενον εὑρίσκομεν, Πέτρου φήσαντος· τάδε λέγει ὁ μάρτυς τῶν αὐτοῦ παθημάτων Καὶ ὁ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός.
763a Ps 72,1.2 Καὶ ὁ ̓Ισραὴλ δὲ ὁρῶν τὸν θεὸν ἑρμηνεύεται. διὸ καὶ νοοῦντες
ον ὁρῶσιν ισασιν οτι ἀγαθός ἐστιν. καν τι γοῦν σκυθρωπόν τε καὶ ἀηδὲς τοῖς ἀνθρώποις παρέχει, ισασιν ὡς συμφερόντως καὶ πρὸς σωτηρίαν ποιεῖ τοῦτο, καὶ οὐ σαλεύονται τὰ διαβήματα α ησαν διαβεβηκότες καὶ προκόψαντες. 764 Ps 72,6b-9 ̓Επεὶ μὴ μόνῃ πρακτικῇ κακίᾳ ἀλλὰ καὶ ἀσεβείᾳ ἐνέχονται οἱ περὶ ων ὁ λόγος, ἀκολούθως περιβέβληνται ἀδικίαν καὶ τὴν καθ' ολου ἠθικὴν κακίαν καὶ σὺν ταύτῃ ἀσέβειαν ἀσεβῶς περὶ πάντων τῶν δογμάτων φρονοῦντες. ευ δὲ καὶ τὸ εἰπεῖν