145
ὃ ὑπογράφει; Ἔμελλε βάπτισμα δίδοσθαι, πολλὴν δύναμιν ἔχον καὶ δωρεὰν μεγίστην, βάπτισμα πάσας ἁμαρτίας καθαῖρον, καὶ ἀντὶ νεκρῶν ζῶντας ποιοῦν. Καθάπερ οὖν ἐν εἰκόνι προγράφεται ταῦτα τῇ κολυμβήθρᾳ καὶ ἑτέροις πλείοσι. Καὶ πρῶτον μὲν δέδωκεν ὕδωρ, καθαῖρον σωμάτων κηλῖδας, καὶ μολυσμοὺς οὐκ ὄντας, ἀλλὰ δοκοῦντας εἶναι, οἷον τοὺς ἀπὸ κηδείας, τοὺς ἀπὸ λέπρας, τοὺς ἀπὸ τοιούτων ἑτέρων· καὶ πολλὰ ἄν τις ἴδοι δι' ὕδατος γεγονότα ἐπὶ τῆς Παλαιᾶς, ταύτης ἕνεκεν τῆς προφάσεως. Πλὴν ἀλλὰ πρὸς τὸ κατεπεῖγον ἴωμεν νῦν. Πρῶτον μὲν οὖν, ὡς ἔφθην εἰπὼν, μολυσμοὺς σωμάτων, ἔπειτα δὲ καὶ ἀῤῥωστήματα διάφορα δι' ὕδατος ποιεῖ λύεσθαι. Βουλόμενος γὰρ ἡμᾶς ὁ Θεὸς ἐγγύτερον ἀγαγεῖν τῆς τοῦ βαπτίσματος δωρεᾶς, οὐκ ἔτι μολυσμοὺς ἁπλῶς μόνον, ἀλλὰ καὶ νόσους ἰᾶται. Αἱ γὰρ ἐγγύτεραι τῆς ἀληθείας εἰκόνες, καὶ ἐπὶ τοῦ βαπτίσματος, καὶ ἐπὶ τοῦ πάθους, καὶ ἐπὶ τῶν ἄλλων, τρανότεραι τῶν ἀρχαιοτέρων ἦσαν. Καθάπερ γὰρ οἱ 59.204 τοῦ βασιλέως ἐγγὺς τῶν πόῤῥωθέν εἰσι λαμπρότεροι δορυφόρων· οὕτω δὴ καὶ ἐπὶ τῶν τύπων ἐγίνετο. Καὶ ἄγγελος καταβαίνων ἐτάραττε τὸ ὕδωρ, καὶ ἰαματικὴν ἐνετίθει δύναμιν, ἵνα μάθωσιν Ἰουδαῖοι, ὅτι πολλῷ μᾶλλον ὁ τῶν ἀγγέλων ∆εσπότης πάντα τὰ νοσήματα τῆς ψυχῆς ἰᾶσθαι δύναται. Ἀλλ' ὥσπερ ἐνταῦθα οὐχ ἁπλῶς ἰᾶτο τῶν ὑδάτων ἡ φύσις (ἦ γὰρ ἂν διαπαντὸς τοῦτο ἐγίνετο)· ἀλλ' ἐπὶ τῇ τοῦ ἀγγέλου ἐνεργείᾳ· οὕτω καὶ ἐφ' ἡμῶν οὐχ ἁπλῶς τὸ ὕδωρ ἐργάζεται, ἀλλ' ὅταν τὴν τοῦ Πνεύματος δέξηται χάριν, τότε ἅπαντα λύει τὰ ἁμαρτήματα. Περὶ ταύτην τὴν κολυμβήθραν Κατέκειτο πλῆθος πολὺ τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν, ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν. Ἀλλὰ τότε μὲν ἡ ἀσθένεια κώλυμα τῷ βουλομένῳ θεραπευθῆναι ἐγίνετο· νῦν δὲ κύριος ἕκαστός ἐστι προσελθεῖν. Οὐ γὰρ ἄγγελός ἐστιν ὁ ταράσσων, ἀλλὰ ὁ τῶν ἀγγέλων ∆εσπότης ὁ τὸ πᾶν ἐργαζόμενος. Καὶ οὐκ ἔστιν εἰπεῖν· [Νῦν τὸν κάμνοντα ἄνθρωπον οὐκ ἔχω· οὐκ ἐστιν εἰπεῖν]· Ἐν ᾧ ἔρχομαι κατελθεῖν, ἄλλος πρὸ ἐμοῦ καταβαίνει. Ἀλλὰ κἂν ἡ οἰκουμένη πᾶσα ἔλθῃ, ἡ χάρις οὐκ ἀναλίσκεται, οὐδὲ ἡ ἐνέργεια δαπανᾶται, ἀλλ' ὁμοία μένει, καὶ τοιαύτη, οἵα καὶ πρὸ τούτου. Καὶ καθάπερ αἱ ἡλιακαὶ ἀκτῖνες καθ' ἑκάστην φωτίζουσι τὴν ἡμέραν, καὶ οὐ δαπανῶνται, οὐδὲ ἀπὸ τῆς πολλῆς χορηγίας ἔλαττον αὐταῖς γίνεται τὸ φῶς· οὕτω καὶ πολλῷ μᾶλλον ἡ τοῦ Πνεύματος ἐνέργεια οὐδὲν ἐλαττοῦται παρὰ τὸ πλῆθος τῶν ἀπολαυόντων αὐτῆς. Τοῦτο δὲ ἐγίνετο, ἵνα οἱ μαθόντες ὅτι ἐν ὕδατι νοσήματα σώματος ἔνι θεραπεῦσαι, καὶ τούτῳ πολὺν ἐγγυμνασθέντες χρόνον, ῥᾳδίως πιστεύσωσιν, ὅτι καὶ νοσήματα ψυχῆς ἰᾶσθαι δύναται. Καὶ τί δήποτε πάντας ἀφεὶς ὁ Ἰησοῦς, ἐπὶ τὸν τριακονταοκτὼ ἔτη ἔχοντα ἦλθε; τί δὲ καὶ ἐρωτᾷ, Θέλεις ὑγιὴς γενέσθαι; Οὐχ ἵνα μάθῃ (τοῦτο γὰρ παρέλκον ἦν), ἀλλ' ἵνα δείξῃ τοῦ τοιούτου τὴν καρτερίαν, καὶ ἵνα γνῶμεν ὅτι διὰ τοῦτο τοὺς ἄλλους ἀφεὶς, ἐπὶ τοῦτον ἦλθε. Τί οὖν ὁ ἀσθενῶν; Ἀπεκρίθη αὐτῷ καὶ λέγει, Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλλῃ με εἰς τὴν κολυμβήθραν· ἐν ᾧ δὲ ἔρχομαι ἐγὼ, ἄλλος πρὸ ἐμοῦ καταβαίνει. ∆ιὰ τοῦτο ἠρώτησε, Θέλεις ὑγιὴς γενέσθαι; ἵνα ταῦτα μάθωμεν. Καὶ οὐκ εἶπεν αὐτῷ, Θέλεις σε θεραπεύσω; οὐδὲν γὰρ οὐδέπω μέγα ἐφαντάζετο περὶ αὐτοῦ· ἀλλὰ, Θέλεις ὑγιὴς γενέσθαι; Ἔκπληκτος ἡ καρτερία τοῦ παραλύτου· ἔτη τριακονταοκτὼ ἔχων, καὶ καθ' ἕκαστον ἐνιαυτὸν ἀπαλλαγήσεσθαι τοῦ νοσήματος προσδοκῶν, προσήδρευέ τε καὶ οὐκ ἀφίστατο. Εἰ γὰρ μὴ τὰ παρελθόντα, τὰ γοῦν μέλλοντα οὐχ ἱκανὰ ἦν αὐτὸν, εἰ μὴ καρτερικὸς ἦν, ἀπαγαγεῖν τοῦ τόπου; Ἐννόησον δέ μοι, πῶς εἰκὸς ἦν ἐκεῖ καὶ τοὺς λοιποὺς τοὺς κάμνοντας νήφειν. Οὐδὲ γὰρ δῆλος ἦν ὁ καιρὸς καθ' ὃν ἐτι 59.205 νάσσετο τὸ ὕδωρ· ἀλλ' οἱ μὲν χωλοὶ καὶ κυλλοὶ ἠδύναντο παρατηρεῖν· οἱ δὲ τυφλοὶ πῶς ἑώρων, Ἀπὸ τοῦ γινομένου θορύβου τοῦτο ἴσως ἐμάνθανον. βʹ. Αἰσχυνθῶμεν τοίνυν, αἰσχυνθῶμεν, ἀγαπητοὶ, καὶ στενάξωμεν ἐπὶ τῇ πολλῇ ῥᾳθυμίᾳ. Τριακονταοκτὼ ἔτη εἶχε προσεδρεύων ἐκεῖνος, καὶ οὐκ ἐτύγχανεν ὧν ἐβούλετο, καὶ οὐκ ἀφίστατο· καὶ οὐκ ἐτύγχανεν, οὐ παρὰ τὴν οἰκείαν