146
ἐξελεύσεσθαι τὴν ἀδικίαν αὐτῶν ὡς ἐκ στέατος, τότε ἐξερχομένης οταν πρακτικῶς ἐπιτελῆται μηκέτι ἐν μόνοις τοῖς λογισμοῖς μένουσα. ∆ιήλθοσαν εἰς διάθεσιν καρδίας. κατὰ κακίαν πρότερον διαθέντες, οὐ μόνοις ἑαυτοῖς εστησαν τὸ κακὸν καὶ αλλοις βλαπτικοὶ ποθοῦντες ειναι· οθεν μετὰ τὸ διελθεῖν εἰς διάθεσιν κακίας διανοηθέντες ἐν πονηρίᾳ ἐλάλησαν ἀπατηλῶς ὡς ἀγαθά. ̓Επήρθησαν, φησίν, ὡς καὶ κατὰ θεοῦ λαλεῖν αδικα καὶ τὴν δημιουργίαν αὐτοῦ καὶ τὴν πρόνοιαν διαβάλλειν, ὁποῖοί τινές εἰσιν οι τῇ φορᾷ τῶν ἀστέρων ἀνατιθέντες τὰ προαιρέσει γινόμενα, οι καὶ θεοποιοῦντες τὰ αστρα καὶ τὴν κτίσιν παρὰ τὸν κτίσαντα εἰς οὐρανὸν εθεντο τὸ στόμα αὐτῶν. κατεσπάσθησαν, μᾶλλον κατερίφθησαν ὡς τὴν γλώτταν αὐτῶν ην κατὰ τοῦ ὑψίστου ἠκόνησαν διελθεῖν ἐπὶ τῆς γῆς, ὡς πάντας τοὺς ἀκούοντας εἰδέναι οτι ματαίως καὶ ἀσεβῶς κατὰ τοῦ θεοῦ καὶ τῆς προνοίας αὐτοῦ φιλοσοφοῦσιν. 765a Ps 72,10 Τῶν ἀσεβῶν ὑπερήφανα λελαληκότων, ὁ τοῦ θεοῦ λαὸς ἀφορμὴν ευρεν ἐπιστροφῆς, φωτεινῶν ἐθέλων ἀπολαύσασθαι θεωριῶν ας ἡμέρας ὁ λόγος καλεῖ. τὸ δὲ ̓Ενταῦθα ενθα ὁ λέγων τοῦτο θεὸς ὁποῖον τὸ λεχθὲν Μωυσῇ Σὺ δὲ αὐτοῦ στῆθι μετ' ἐμοῦ. 766 Ps 72,11-13 Οἱ ἐκβάλλειν θέλοντες τὴν πρόνοιαν καὶ ἀδικίαν εἰς τὸ υψος λαλήσαντες τοιούτους προφέρουσι λόγους· πῶς γνῶναι θεὸν δυνατὸν τὰ ἀνθρώπινα; μὴ γὰρ αἰσθητικὴν εχει ὀργανικὴν δύναμιν; μὴ γὰρ τύπους τῶν ὁρωμένων καὶ ἀκουομένων δέχεται ἡ νόησις αὐτοῦ, ινα καὶ γνοὺς * διάθηται προνοητικῶς αμα καὶ βασιλικῶς αγων αὐτὰ ῃ βούλεται; εἰπόντες δὲ πρότερον Πῶς γνώσεται ὁ θεός; ὁμολογοῦσι γινώσκειν * τὸν θεόν, ἀγνοοῦσι δὲ τὸν τρόπον τῆς γνώσεως. μετὰ ταῦτα δὲ καὶ ἀγνοεῖν αὐτὸν λέγουσιν εἰπόντες Εἰ εστι γνῶσις ἐν τῷ ὑψίστῳ; πεπλάνηνται δὲ νομίζοντες αὐτὸν εχειν διάθεσιν τὴν κατὰ ποιότητα. πατὴρ γὰρ σοφίας καὶ ἀληθείας καὶ θείας ἐπιστήμης ἐστίν. ειρηται γοῦν Θεὸς γνώσεων κύριος, καὶ ̔Ο διδάσκων ανθρωπον γνῶσιν, καὶ Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων. καὶ πῶς ων καὶ διδάσκει καὶ δίδωσι λείπεται, νεμεσητικοῦ δὲ πάθους τὸ θέλειν εκαστον τῶν πρὸς ἀξίαν τυγχάνειν, τοῦ ἀληθῶς σοφοῦ τὴν εὐπραγίαν η δυσπραγίαν οὐκ ἐν ἡδέσιν η λυπηροῖς τιθεμένου, ἀλλὰ τὴν μὲν ἐν ἀρετῆς κτήσει καὶ εὐσεβείας, τὴν δὲ τῇ τούτων στερήσει; ἐπεὶ τοίνυν ἑκατέροις συμβαίνει ἀηδῆ τε καὶ λυπηρά, οὐκέτι ὡς εὐσεβέσιν η ἁμαρτωλοῖς τοῖς μὲν ταῦτα, τοῖς δὲ ἐκεῖνα συμβαίνει. οπερ διὰ τοῦ προκειμένου κατασκευάζεται, ὡς αν μετὰ τὸ λεχθῆναι τὰ ταράττοντα λύσις εὐσεβὴς ἐπενεχθῇ, τοιοῦτον ἐν τῷ Μαλαχίᾳ φησὶν ὁ θεός· ̓Εβαρύνατε ἐπ' ἐμὲ τοὺς λόγους ὑμῶν καὶ ειπατε Ἐν τίνι κατελαλήσαμέν σου; καὶ ειπατε Μάταιος ὁ δουλεύων θεῷ· καὶ ἰδοὺ μακαρίζομεν ἀλλοτρίους, καὶ ἀνοικοδομοῦνται πάντες ποιοῦντες ανομα, ἀντέστησαν θεῷ καὶ ἐσώθησαν, οὐδὲν ἡμῶν πλέον ἐχόντων τῶν δουλευόντων αὐτῷ, καίτοι ἱκέται προπορευόμενοι τοῦ προσώπου αὐτοῦ. πρὸς δὲ τοὺς ταῦτα λέγοντας ἐπάγει μεθ' ετερα Ειπατε Πᾶς ποιῶν πονηρά, καλὸν ἐνώπιον αὐτοῦ, καὶ ἐν αὐτοῖς αὐτὸς εὐδόκησεν. 767 Ps 72,14 ...περὶ τῆς μελλούσης αἰῶνος ὡς κολασθήσονται ανομοι καὶ ἀσεβεῖς, τῶν δικαίων ἐπαγγελίας θείας ληψομένων. ∆υνατὸν ἐκλαβεῖν Καὶ ἐγενήθην μεμαστιγωμένος ολην τὴν ἡμέραν νοήσει τοιαύτῃ· εἰρηκὼς Αρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου, καὶ τὰ ἑξῆς, γνοὺς ὡς οὐκ εδει ταραχθέντα τοῦτ' εἰπεῖν, ἐμαστίχθην ὑπὸ τοῦ τῆς εὐσεβείας λογισμοῦ ολην τὴν ἡμέραν ἐλεγχόμενος καὶ ἐπιτιμώμενος ὑπ' αὐτοῦ. 768 Ps 72,19b Συνᾴδει τῷ προκειμένῳ καὶ τὸ Ειδον τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβανοῦ καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ην, καὶ ἐζήτησα αὐτόν, καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ. 769a Ps 72,20b.21a Τὴν εἰκόνα γὰρ τοῦ χοϊκοῦ ἐξουδένωσεν ὁ θεὸς οὐκ ἐῶν εἰσελθεῖν εἰς τὴν ἐπουράνιον πόλιν· τοῦτο γὰρ τῶν ἐχόντων τὴν εἰκόνα τοῦ ἐπουρανίου. γράφεται δὲ καὶ οτι Ηὐφράνθη ἡ καρδία μου, παυσαμένη δηλονότι τῆς ἐπὶ τῷ μὴ νομίζειν πρόνοιαν ταραχῆς καὶ