147
μεταβάλλουσα πρὸς θάτερα. 770 Ps 72,22b.23a Καλῶς τὸ Κτηνώδης ἐγενόμην παρὰ σοί. ὡς γὰρ πρὸς τὸν πατέρα τῆς σοφίας καὶ θεὸν τῆς γνώσεως πάντες οἱ γενητοὶ ἀγνοοῦντές εἰσιν, κατὰ τὸ εἰρημένον ὑπὸ Μωυσέως, οτε ειδεν τὸν θεὸν λόγον, ̓Εγὼ αλογός εἰμι· πῶς γὰρ οὐ συγκρίσει λόγου καὶ ὁ λογιώτατος αλογος εὑρίσκετο; ταύτῃ ειρηται πάλιν ὑπ' αὐτοῦ Μωυσέως Οὐ εἰμι ἱκανὸς πρὸ τῆς χθὲς καὶ τρίτης ἀφ' ου ηρξω λαλεῖν τῷ θεράποντί σου· ἰσχνόφωνος καὶ βραδύγλωσσος ἐγώ εἰμι. οὐ γὰρ ἁπλῶς ειπεν ἰσχνόφωνον καὶ βραδύγλωσσον καὶ τὸ μὴ ἱκανὸν ειναι ἑαυτῷ πρὶν ** λόγιος γὰρ ** ἀλλὰ μετὰ ** τοῦ ̓Αφ' ου ηρξω λαλεῖν τῷ θεράποντί σου *** Ταύτῃ καὶ ὁ ̓Αβραὰμ πρὸς τὸν κτίστην ειπεν ̓Επεὶ ἠρξάμην λαλεῖν πρὸς τὸν κύριον, ἐγὼ δέ εἰμι γῆ καὶ σποδός, οπερ ἠγνόει πρὶν λαλῆσαι θεῷ Παρίσταται δὲ διὰ τοῦ ̓Εγενήθην, ὡς οὐδ' ἁμαρτίαν ἐταράττετο ἐπὶ τοῖς ἀνθρώποις, ἀλλ' οτι οὐχ ουτως αὐτὰ θεωρεῖ ὡς ἐπιφέρων αὐτὰ τῇ αὐτοῦ σοφῇ προνοίᾳ. οὐ τοῦ τυχόντος δ' εστι τὸ εἰπεῖν ̓Εγὼ διαπαντὸς μετὰ σοῦ, η μόνου τοῦ τεταγμένως καὶ ὁμαλῶς ἀρετὴν καὶ εὐσέβειαν εχοντος τοῦ ἐκ διαστημάτων κατορθοῦντος. 771 Ps 72,27.28 ̓Επεὶ μὴ ἐν τόπῳ ὁ θεὸς, τοπικῶς οὐδεὶς αὐτοῦ διίσταται, ἀλλὰ σχέσει καὶ διαθέσει τοῦ ἀδίκου καὶ πονηροῦ μακρὰν νοουμένου τοῦ δικαίου καὶ ἀγαθοῦ καὶ πάντων αἰτίου· καὶ ἐπεὶ τὸ ἐγγίζειν αὐτῷ ἀρετῆς ἀναλήψει σῴζει τὸν πλησιάζοντα, τὸ ἀφίστασθαι αὐτοῦ τῷ κακίαν καὶ ἀσεβείαν ἐσχηκέναι ἀπώλειαν φέρει. ταὐτὸν τὸ μακρύνεσθαι θεοῦ τῷ ἁμαρτάνειν. εἰκότως ουν ειρηται οτι ̓Ιδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπολοῦνται, οὐχ οἱ μακρύναντες τῷ μὴ τοὺς ἡμαρτηκότας ἀπόλλυσθαι τῷ ἁμαρτάνειν τέλος ἐπιβάλλοντας διὰ μετανοίας. ταύτῃ καὶ ̔Ο ποιῶν ἀλλ' οὐχ ὁ ποιήσας τὴν ἁμαρτίαν δοῦλός ἐστιν αὐτῆς. Πολλῶν κινησάντων μακροὺς καὶ πλείονας λόγους περὶ τῆς τοῦ ἀγαθοῦ οὐσίας, διὰ βραχυλογίας ὁ σοφὸς παρέστησεν αὐτοῦ τὴν υπαρξιν, εἰπὼν κυρίως ἀγαθὸν ειναι τὸ προσκολλᾶσθαι τῷ θεῷ καὶ ἐπ' αὐτῷ τίθεσθαι τὴν ἐλπίδα. ειρηται δὲ ηδη ὡς ἀρεταὶ καὶ εἰς τὴν τελειότητα εἰσαγωγαὶ αἱ πύλαι τῆς Σιών εἰσιν, θυγάτηρ δὲ Σιὼν πᾶσα γινομένη ἡ γενηθεῖσα κατ' αὐτὴν καὶ πρὸς αὐτῇ ψυχὴ χρηματίζουσα. 772a Ps 73,1b Πυνθάνεται τίς ἡ αἰτία τοῦ ὑποπεσεῖν τοῖς περιεστηκόσι, ινα κωλύσαντες αὐτὴν συναπερχόμενα σχῶσι καὶ τὰ αὐτῆς ενεκα παρόντα. ̓Απωθεῖται ὁ θεὸς τὸν ἁμαρτάνοντα, ἐκείνου πρότερον ἀποσχοινίσαντος ἑαυτόν· Τὸν γὰρ ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλλω εξω, ειπεν ὁ κύριος.
773a Ps 73,1c ̓Οργὴν τοῦ θεοῦ καὶ θυμὸν μὴ καθ' ἡμᾶς νόμιζε· απαγε τῆς
ἀτοπίας. περὶ γὰρ τὸν θεὸν οὐδὲν πάθος ἀνθρώπινον ἀλλὰ τὴν ὑπερβάλλουσαν ἀποστροφὴν διὰ τῶν εἰρημένων αἰνίττεται λέξεων ην ὑπομένειν φησὶ πρόβατα νομῆς αὐτοῦ. νομὴ δὲ τοῦ θεοῦ τὰ λόγια τοῦ πνεύματος, νόμος οιον καὶ προφῆται, ἐν οις καθάπερ ποιμὴν πρόβατα τοὺς δικαίους νέμει. 774a Ps 73,13.14 Πρὸς θεωρίαν ἀνηγμένην θάλασσα πᾶς ὁ τῶν ἀνθρώπων βίος λαμβάνεται. τοῦτον ἐν τῇ δυνάμει ἑαυτοῦ ὁ θεὸς ἐκραταίωσεν ὡς ἐκ πλείονος χειμῶνος καὶ σφοδροτάτης ζάλης εἰς εὐδίαν καὶ γαλήνην ἀγαγεῖν, ιν' οἱ πατοῦντες αὐτὴν ὡς διὰ ξηρᾶς βαδίζωσι κατὰ τὰ λεχθέντα ̔Ο μεταστρέφων τὴν θάλασσαν εἰς ξηράν. πλειόνων ουν δρακόντων πολλὰς κεφαλὰς ἀλλὰ καὶ ἑνὸς πολλὰς κεφαλὰς συνέθλασεν ἐπὶ τοῦ υδατος ὁ σωτήρ, υδατος νοουμένου τῆς κακίας η τῶν ἀστάτων καὶ τεταραγμένων πραγμάτων τοῦ βίου. ἐν τῷ τοιούτῳ γὰρ υδατι ἐνεργοῦσι βλαπτικῶς οἱ δράκοντες, καὶ ὁ τούτων ὑπερέχων εις περὶ ου γέγραπται ὡς βασιλεὺς ειη πάντων τῶν ἐν τοῖς υδασι καὶ ὡς ἐν θαλάσσῃ διατρίβει. Αυτη γὰρ ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος· δεικνὺς τὴν ταραχὴν τῶν πραγμάτων καὶ τὴν κακίαν λέγει ̓Εν ταύτῃ ζῷα μικρὰ μετὰ μεγάλων ἐννήχεται καὶ διαπορεύεται πλοῖα ἐπὶ τῷ ἐμπαίζειν τῷ ἐν αὐτῇ δράκοντι εἰς τοῦτο πεπλασμένῳ. Πλείονες ουν δράκοντες ων συντρίβονται αἱ κεφαλαὶ οἱ