147
πονοῦμεν; Ἐπειδὴ τὸ μὴ πονεῖν οὐκ ἤνεγκας μετρίως· μᾶλλον δὲ εἴ τις μετὰ ἀκριβείας ἐξετάσειε, καὶ ἄλλως ἡ ἀργία διαφθείρειν ἡμᾶς εἴωθε, καὶ πολὺν παρέχειν τὸν πόνον. Καὶ εἰ βούλει, συγκλείσωμεν ἄνδρα, τρέφοντες αὐτὸν μόνον, καὶ γαστρίζοντες, μήτε βαδίζειν αὐτὸν ἐῶντες, μηδὲ εἰς ἔργον ἐξάγοντες· ἀλλ' ἀπολαυέτω τραπέζης καὶ κλίνης, καὶ τρυφάτω διηνεκῶς· καὶ τί ταύτης τῆς ζωῆς ἀθλιώτερον γένοιτ' ἄν; Ἀλλ' ἕτερον τὸ ἐργάζεσθαι, φησὶ, καὶ ἕτερον τὸ πονεῖν. Ἀλλ' ἦν τότε ἐργάζεσθαι χωρὶς πόνων. Καὶ ἔνι, φησὶ, τοῦτο; Ναὶ, ἔνι· τοῦτο καὶ ὁ Θεὸς ἠθέλησεν, ἀλλὰ σὺ οὐκ ἠνέσχου. ∆ιὰ τοῦτο ἔθηκε γοῦν σε ἐργάζεσθαι τὸν παράδεισον, ἐργασίαν μὲν ὁρίσας, πόνον δὲ οὐκ ἀναμίξας. Οὐ γὰρ ἂν, εἴπερ ἐπόνει παρὰ τὴν ἀρχὴν ὁ ἄνθρωπος, τοῦτο ἐν ἐπιτιμίου μέρει μετὰ ταῦτα ἔθηκεν. Ἔστι γὰρ καὶ ἐργάζεσθαι, καὶ μὴ ταλαιπωρεῖσθαι, ὥσπερ οἱ ἄγγελοι. Ὅτι γὰρ ἐργάζονται, ἄκουσον τί φησι· ∆υνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ. Νῦν μὲν γὰρ ἡ τῆς ἰσχύος ἔνδεια πολὺν τὸν πόνον ποιεῖ· τότε δὲ οὐκέτι τοῦτο ἦν. Ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ, Κατέπαυσε, φησὶ, ὡς ἀπὸ τῶν ἔργων αὐτοῦ, ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ Θεός· οὐκ ἀργίαν λέγων ἐνταῦθα, ἀλλὰ τὸ μὴ πονεῖν. Ὁ γὰρ Θεὸς ἔτι καὶ νῦν ἐργάζεται, καθὼς ὁ Χριστός φησιν· Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. ∆ιὰ τοῦτο παραινῶ, πάντα ἀποθεμένους τὰ τῆς ὀλιγωρίας, ζηλοῦν τὴν ἀρετήν. Τῆς μὲν γὰρ κακίας ἡ ἡδονὴ βραχεῖα, ἡ δὲ λύπη διηνεκής· τῆς δὲ ἀρετῆς τοὐναντίον ἀγήρως ἡ χαρὰ, καὶ πρόσκαιρος ὁ πόνος. Κἀκείνη μὲν καὶ πρὸ τῶν στεφάνων τὸν ἐργάτην ἀνίησι τὸν ἑαυτῆς, ταῖς ἐλπίσι τρέφουσα· αὕτη δὲ καὶ πρὸ τῆς κολάσεως τιμωρεῖται τὸν ἑαυτῆς ἐργάτην, τὸ συνειδὸς ἄγχουσα καὶ ἐκδειματοῦσα, καὶ πάντα ὑποπτεύειν παρασκευάζουσα. Καίτοι πόσων ταῦτα πόνων, πόσων ἱδρώτων χείρονα! Εἰ δὲ μὴ ταῦτα ἦν, ἡδονὴ δὲ ἦν· τί τῆς ἡδονῆς ἐκείνης εὐτελέστερον; Ὁμοῦ τε γὰρ φαίνεται, καὶ ἀφίπταται μαραινομένη, καὶ φεύγουσα πρὸ τοῦ κατασχεθῆναι, κἂν τὴν τῶν σωμάτων εἴπῃς, κἂν τὴν τῆς τρυφῆς, κἂν τὴν τῶν 59.207 χρημάτων· οὐ παύονται γὰρ καθ' ἡμέραν γηρῶσαι. Ὅταν δὲ καὶ κόλασις ᾖ καὶ τιμωρία, τί γένοιτ' ἂν ἀθλιώτερον τῶν ταύτην μετιόντων; Ταῦτα οὖν εἰδότες, ἅπαντα ὑπὲρ τῆς ἀρετῆς ὑπομένωμεν. Οὕτω γὰρ καὶ 59.208 τῆς ἀληθοῦς ἡδονῆς ἀπολαύσομεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 59.207 ΟΜΙΛΙΑ ΛΖʹ. Λέγει αὐτῷ ὁ Ἰησοῦς· «Θέλεις ὑγιὴς γενέσθαι·» Ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν· «Ναὶ, Κύριε· ἄν θρωπον δὲ οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν.» αʹ. Μέγα τῶν θείων Γραφῶν τὸ κέρδος, καὶ διαρκὴς ἡ ἐξ αὐτῶν ὠφέλεια. Καὶ τοῦτο δεικνὺς ὁ Παῦλος ἔλεγεν· Ὅσα γὰρ προεγράφη, εἰς νουθεσίαν ἡμῶν προεγράφη, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν· ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν Γραφῶν τὴν ἐλπίδα ἔχωμεν. Παντοδαπῶν γάρ ἐστι φαρμάκων θησαυρὸς τὰ θεῖα λόγια· ὥστε κἂν ἀπόνοιαν σβέσαι δέῃ, κἂν ἐπιθυμίαν κοιμίσαι, κἂν τὸν τῶν χρημάτων καταπατῆσαι ἔρωτα, κἂν ὀδύνην ὑπεριδεῖν, κἂν εὐθυμίαν ἐνθεῖναι, καὶ ὑπομονὴν κατασκευάσαι, πολλὴν ἐντεῦθεν ἄν τις εὕροι τὴν ἀφορμήν. Τίς γὰρ ἢ τῶν πενίᾳ μακρᾷ παλαιόντων, ἢ τῶν νόσῳ χαλεπῇ κεκρατημένων, ἀναγνοὺς τὸ προκείμενον χωρίον, οὐ πολλὴν δέξεται τὴν παράκλησιν; Τριάκοντα γὰρ καὶ ὀκτὼ ἔτη παράλυτος μένων οὗτος, καὶ καθ' ἕκαστον ἔτος ἑτέρους μὲν ἀπαλλαττομένους ὁρῶν, ἑαυτὸν δὲ κατεχόμενον τῷ νοσήματι, οὐδὲ οὕτως ἀνέπεσε καὶ ἀπέγνω· καίτοι γε οὐ μόνον ἡ τῶν παρελθόντων ἀθυμία, ἀλλὰ καὶ ἡ τῶν μελλόντων ἀνελπιστία ἱκανὴ ἦν αὐτὸν κατατεῖναι. Ἄκουσον γοῦν οἷά φησι, καὶ μάθε τῆς τραγῳδίας τὸ μέγεθος. Ἐπειδὴ γὰρ εἶπεν ὁ Χριστὸς, Θέλεις ὑγιὴς γενέσθαι; Ναὶ, Κύριε, ἀπεκρίθη· ἀλλ' ἄνθρωπον οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν. Τί τούτων τῶν ῥημάτων ἐλεεινότερον γένοιτ' ἄν; τί τῶν πραγμάτων περιπαθέστερον; Εἶδες καρδίαν συντετριμμένην ὑπὸ τῆς