1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

149

ἐσμεν τέλειοι· ἐξομολογησόμεθα μὲν περὶ τῶν ὑπαρξάντων, ἐπικαλεσόμεθα δὲ τὴν προσηγορίαν σου ὑπὲρ τοῦ αλλα λαβεῖν. ̓Εὰν δὲ ωσι τέλειοι οἱ ἐξομολογούμενοι καὶ ἐπικαλούμενοι, ἐξομολογοῦνται ὑπὲρ ων πλήρη εἰλήφασιν ἐπικαλούμενοι ὑπὲρ φυλακῆς αὐτῶν, οπως παραμένῃ αὐτοῖς μέχρι τέλους τὰ δοθέντα παρὰ τοῦ οὐρανίου πατρὸς τοῖς αἰτήσασιν αὐτόν. 779a Ps 74,4b Καὶ ∆ίδυμος δὲ ὁμοίως τούτοις ἐξηγήσατο. 780a Ps 74,4.5a Τὸ κατοικεῖν τὴν γῆν ὡς ἐπίπαν ἀντὶ ψόγου λαμβάνεται ωσπερ τὸ παροικεῖν ἐπὶ ἐπαίνου· Οὐαὶ γάρ φησιν ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν, καὶ ̓Απὸ προσώπου βορρᾶ ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν. φαύλου τοιγαροῦν οντος τοῦ κατοικεῖν τὴν γῆν, παχύνεσθαι συμβαίνει ἐκ τοῦ φρονεῖν τὰ ἐπὶ γῆς καὶ ποιεῖν τὰ κατηριθμημένα τῆς σαρκὸς εργα καὶ τὸ ὑποκεῖσθαι τῷ φρονήματι αὐτῆς τυγχάνοντι εχθρᾳ εἰς θεὸν διὰ τὸ κατοικεῖν τὴν γῆν. ταύτην τὴν ἐκ κακίας προσγενομένην παχύτητα καθ' ην ἐπαχύνθη ἡ καρδία τοῦ ἐγκαλουμένου λαοῦ ἐκτήκει ἡ διάπυρος τοῦ σωτῆρος διδασκαλία, περὶ ης ειπεν οτι Πῦρ ηλθον βαλεῖν ἐπὶ τὴν γῆν. καὶ ἐπεὶ μὴ μόνον ἐκ τοῦ τήκοντος ἀναλωθῆναι δεῖ τὴν κακίαν ἀλλὰ καὶ ἐκ προαιρέσεως τῶν ἐνεχομένων, προστάττεται πνεύματι πράξεις τοῦ σώματος θανατοῦν καὶ πνεύματι περιπατεῖν, ινα Σαρκὸς ἐπιθυμίαν μὴ τελέσητε. Στύλους δὲ αὐτῆς τῆς τακείσης γῆς τοὺς ευτονον καὶ φρόνημα ἀληθὲς εχοντας λέγει η τοὺς κήρυκας τῆς ἀληθείας, ους στερεοῖ ὁ ἐν τάξει τῇδε ουσῃ ἱδρύων αὐτοὺς ἐν τῷ οικῳ τοῦ θεοῦ σωτήρ. 781a Ps 74,4.5a Στερεώσας τῆς ἐκκλησίας τοὺς στύλους τοῖς λοιποῖς παρῄνεσα μὴ παρανομεῖν. λέγοιτο δ' αν πρὸς τὸ καταστασιάσαν τάγμα καὶ κατεπαρθὲν τοῦ Χριστοῦ, δι' ους ἐτάκη αὐτῶν ἡ γῆ καὶ πάντες οἱ κατοικοῦντες αὐτήν. πλὴν καὶ τοῖς καθ' ολης οἰκουμένης εθνεσι διὰ τῶν ἀποστόλων ἐμαρτύρατο μὴ παρανομεῖν μηδὲ λαλεῖν ἀδικίαν κατὰ τοῦ θεοῦ τῇ πολυθέῳ προσέχοντας πλάνῃ. Ανωθεν δὲ τὸ κατοικεῖν τὴν γῆν ὡς ἐπίπαν ἐπὶ ψόγου λαμβάνεται ὡς ἐν ἐπαίνῳ τὸ παροικεῖν. Οὐαὶ γάρ φησιν ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν, καὶ ̓Απὸ προσώπου βορρᾶ ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν. παχύνεται γὰρ ὁ φρονῶν τὰ ἐπὶ τῆς γῆς καὶ ποιῶν τὰ τῆς σαρκὸς εργα ης τὸ φρόνημα εχθρα εἰς θεὸν διὰ τὸ κατοικεῖν τὴν γῆν, κατὰ τὸ ̓Επαχύνθη ἐπλατύνθη ἐλιπάνθη· ὁποῖοι ησαν οἱ τὸ στέαρ αὐτῶν συγκλείσαντες ἐν τῇ γῇ καὶ περὶ ων ειρηται ̓Εξελεύσεται ὡς ἐκ στέατος ἡ ἀδικία αὐτῶν. Τὴν δὲ τοιαύτην ἐκ κακίας παχύτητα ἐκτήκει ἡ διάπυρος τοῦ σωτῆρος διδασκαλία εἰπόντος Πῦρ ηλθον βαλεῖν ἐπὶ τῆς γῆς. ἀλλ' ἐπεὶ καὶ ἐκ προαιρέσεως ἀναλωθῆναι δεῖ τὴν κακίαν καὶ οὐκ ἐκ μόνου τοῦ τήκοντος, προσταττόμεθα τὰς πράξεις τοῦ σώματος θανατοῦν καὶ πνεύματι περιπατεῖν, ινα σαρκὸς ἐπιθυμίαν μὴ τελέσωμεν. Στερεοῖ δὲ τῆς γῆς τῆς τακείσης τοὺς στύλους τοὺς ευτονον βίον καὶ ἀληθὲς εχοντας φρόνημα, μᾶλλον δὲ τῆς ἀληθείας τοὺς κήρυκας περὶ ων ειρηται Στῦλοι οὐρανοῦ ἐπετάσθησαν, πτερωθέντες πτεροῖς οὐρανίοις ὡς λέγεσθαι περὶ αὐτῶν Οιος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι. γέγραπται δὲ καὶ περὶ πάσης τῆς ἐνδόξου ἐκκλησίας ης παρέστησε Χριστὸς ἑαυτῷ Στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας. πάντας ουν τοὺς στύλους τούτους στερεοῖ ὁ ἐν τάξει τῇδε ουσῃ ἱδρύων αὐτοὺς ἐν τῷ οικῳ τοῦ θεοῦ σωτὴρ λέγων Τὸν οικον τὸν αγιόν μου θεμελιώσω. 782a Ps 74,7b Ερημον δέ φησιν ἀρετῆς καὶ εὐσεβείας. σημεῖον δὲ τῆς πονηρίας αὐτῶν τὸ διὰ θυσιῶν αὐτοὺς ἀποτροπιάζεσθαι ὡς διαβλάπτοντας, εἰ μὴ λοιβὴν καὶ καπνὸν καὶ κνῖσαν λάβοιεν· ἀλλ' οἱ εὐσεβεῖς θεὸν εἰδότες τοῦ φρονεῖν εἱμαρμένην καὶ γοητείαν ἐλεύθεροι. 783a Ps 74,7.8 ̔Ομοίως καὶ ∆ίδυμός φησιν. Οἱ πιστοὶ εὐσεβεῖς οντες ισασιν ὡς οὐκ ἐξ ἀνατολῆς καὶ δύσεως αστρων οὐδὲ πονηρῶν ἐπιμελητῶν ἀλλ' ἐκ θεοῦ αγεται τὰ τῆς προνοίας εργα· Αὐτὸς καθιστᾷ βασιλεῖς καὶ μεθιστᾷ, ἐγείρει ἀπὸ γῆς πτωχὸν καὶ ἀπὸ κοπρίας ἀνίστησι πένητα. ̓Επίστησον δὲ εἰ οιόν τε καὶ περὶ τοῦ ἀπὸ