1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

150

ἐθνῶν καὶ ἐκ περιτομῆς λαοῦ λαβεῖν τὸν στίχον, ταπεινωθέντος τοῦ ἐκ περιτομῆς καὶ ὑψωθέντος τοῦ ἀπὸ ἐθνῶν. 784 Ps 74,9 ̓Εναντίωμα δοκεῖ σημαίνεσθαι ἐκ τοῦ πλῆρες ειναι τὸ ποτήριον κεράσματος, ἀκράτου οινου οντος ἐν αὐτῷ. οὐκ ἀντίκειται δὲ τὸ ακρατον τῷ κεράσματι· ἡ γὰρ ακρατος φωνὴ ὁμώνυμος, δηλοῦσα ποτὲ αὐτὸν τὸν οινον ὡς μὴ διαφέρειν οινον η ακρατον εἰπεῖν, αλλοτε παριστᾷ τὸν ἀμιγῶς εχοντα πρὸς υδωρ οινον. παριστᾷ δὲ καὶ τρίτον σημαινόμενον, οταν κράματος γενομένου ἐξ οινου καὶ υδατος ἐπικρατοῦντος τοῦ οινου ακρατον λέγωμεν τὸ κρᾶμα. τὸ τρίτον τοίνυν σημαινόμενον δηλοῖ τὸ προκείμενον ῥητόν, τοῦ θεοῦ καταμιγνῦντος τῷ κράματι τῷ πρὸς τοὺς κρινομένους ελεον καὶ χρηστὴν πρόθεσιν ωστε μὴ ἐπαξίως τιμωρηθῆναι οις εδρασεν ὁ κολαζόμενος, οὐδενὸς αν ὑφισταμένου εἰ τὰς γενομένας ἁμαρτίας παρατηρούμενος ὁ θεὸς ἐπήγαγε τὸ κρίμα καθὸ κολάζεται ὁ ἠνομικώς. Τοῦτο τὸ ποτήριον ἐν τῇ χειρὶ τοῦ θεοῦ κλίνεται ἐξ αλλου εἰς αλλο τῷ πολλάκις τὸν κολαστέον δι' α ἐποίησεν κακὰ ἐκ μετανοίας δικαιοῦσθαι καὶ τὸν δόξαντα πρὸς ὀλίγον ειναι ἀγαθὸν μεταπίπτειν. πλὴν εἰ καὶ κλίνει ἐκ τούτου εἰς τοῦτο, οὐκ ἐκχεῖ εἰς τοὺς ἀνθρώπους ὁ τρυγίας ἀλλ' εἰς τοὺς ἁμαρτωλοὺς τῆς γῆς εις τε τὸν διάβολον καὶ τοὺς ἀλιτηρίους δαίμονας. 785a Ps 74,10.11 ̓Ελεγχθέντων τῶν κατὰ τοῦ θεοῦ αδικα λαλούντων καὶ τῶν ἑπομένων τελεσθέντων, ἐγὼ εὐχαριστῶ μὴ ὑπεύθυνος εὑρεθείς τινι τῶν ἐγκληθέντων· οθεν καὶ ἀγαλλιῶ καὶ ψαλῶ εἰς τὸν αἰῶνα τῷ θεῷ τοῦ πατριάρχου ̓Ιακὼβ ἰσχὺν δεδωκότι μοι ὡς ἐκείνῳ ἐπὶ τῷ συγκλάσαι πάντα τῶν ἁμαρτωλῶν τὰ κέρατα οις ἐχρῶντο κατὰ τῶν ἀσθενεστέρων τυγχάνοντες ταῦροι κερατισταί. τίνες δὲ ουτοι ἐδηλώθη ἐν τῷ ̔Η συναγωγὴ τῶν ταύρων ἐν ταῖς δαμάλεσι τῶν λαῶν. εἰπὼν δὲ τοῦτο οὐκ ἐπήνεγκεν Καὶ ὑψωθήσεται τὰ κέρατά μου, ἀλλὰ Τοῦ δικαίου. σύνηθες τοῦτο τοῖς ἁγίοις διὰ προσοῦσαν ἀτυφίαν· καὶ διδάσκουσιν ὡς ὑπάρξαι παντὶ ἀνθρώπῳ ἐν Χριστῷ οντι δικαίῳ συντρίψαντι τῶν ἁμαρτωλῶν τὰ κέρατα τὸ ὑψωθῆναι τὸ κέρας αὐτοῦ. Ευ δὲ καὶ τὸ φάναι πληθυντικῶς μὲν τοὺς ἁμαρτωλοὺς ων τὰ κέρατα συντρίβεται, ἑνικῶς δὲ τὸν δίκαιον ου ὑψοῦται τὰ κέρατα. πλῆθος γὰρ πᾶς ἁμαρτωλὸς τῷ μὴ συνυπάρχειν ἀλλήλαις τὰς κακίας ωσπερ τὰς ἀρετὰς ἀντακολουθούσας ἀλλήλαις εὑρίσκεσθαι διὰ τὸ ειναι μεσότητας. καν τοίνυν πολλοὶ ανθρωποι δικαιοσύνην εχωσιν (αυτη δέ ἐστιν ἡ καθόλου ἀρετή), ἑνικῶς δίκαιος καλοῦνται.

786a Ps 75,2 Οὐ ταὐτὸν τὸ γινώσκεσθαι καὶ τὸ γνωστόν, γνωστοῦ οντος καὶ

τοῦ ἀγνοουμένου οταν γνωσθῆναι δυνατῶς εχῃ. οντος τοιγαροῦν τρόπῳ τῷ λεχθέντι ἐν τῇ ̓Ιουδαίᾳ τοῦ θεοῦ γνωστοῦ, ἀκολούθως ἐν τῷ οἰκοῦντι τὴν ̓Ιουδαίαν ̓Ισραὴλ μέγα ἐστὶ τὸ ονομα αὐτοῦ, φημὶ δὲ τοῦ γνωστοῦ. 787a Ps 75,3.4 Παντὶ τρόπῳ ἀποδιωκτέον τὴν τῶν παθῶν ταραχὴν καὶ τὸν τῶν κακιῶν πόλεμον, ιν' εἰρήνην τὴν ὑπερέχουσαν πάντα νοῦν εχοντες τόπος γενώμεθα θεοῦ. ουτω γὰρ καὶ κατοικητήριον αὐτοῦ ἐσόμεθα, σκοπευτικοὶ τῆς ἀληθείας καὶ ἀρετῆς προθέμενοι ειναι· τὸ γὰρ κατοικητήριον αὐτοῦ ἐν τῇ ἀποδοθείσῃ Σιὼν τυγχάνει. ̓Αναχθήσεται τὰ εἰρημένα εἰς τὴν ἁγίαν ἐκκλησίαν ουσαν τόπον θεοῦ ἐν εἰρήνῃ ἱδρυμένην καὶ τὸ κατοικητήριον αὐτοῦ. Ψάλατε γάρ φησι τῷ κυρίῳ τῷ κατοικοῦντι ἐν Σιών. καὶ ἐπεὶ μὴ ἐκ δυνάμεως ἡμῶν ἀλλὰ χάριτι θεοῦ κατώρθωται ταῦτα, αὐτῷ τὴν αἰτίαν τῆς εἰρήνης ἀναφέρων ὁ λόγος φησὶν ̓Εκεῖ συνέτριψεν τὰ κράτη τῶν τόξων, οπλον καὶ ῥομφαίαν καὶ πόλεμον. ουτω γὰρ εἰρήνη ὑπῆρκται ἐν ῃ ὁ τόπος τοῦ θεοῦ ἐστιν, συντριβέντων τῶν κρατούντων τῶν τόξων ἀφ' ων ὁ πονηρὸς πέμπων τὰ πεπυρωμένα βέλη αὐτοῦ ἐνεποίει πάθη καὶ ατακτα κινήματα, ων καὶ αιτιος ην. σὺν τοῖς εἰρημένοις τόξοις καὶ τὰ συγγενῆ οπλα καὶ ῥομφαία συντρίβεται καὶ σὺν