151
αὐτοῖς οἱ χρώμενοι πόλεμος καλούμενοι· Συντρίβων γὰρ πολέμους ὁ κύριός ἐστιν. 788a Ps 75,5-7 Καὶ οἱ αγιοι δὲ ανδρες ορη αἰώνια σκοποῦντες, λοιπὸν τὰ μὴ βλεπόμενα καὶ αἰώνια, ἀφ' ων φωτίζει θεὸς διαφόρως τὸ φῶς τῆς γνώσεως τοῦ Χριστοῦ, πρὸ μὲν τῆς ἐπιδημίας διὰ προφητῶν καὶ Μωυσέως, μετὰ δὲ ταύτην δι' ἀποστόλων καὶ εὐαγγελιστῶν ὡς τοὺς φωτιζομένους γίνεσθαι φῶς, λέγοντος Παύλου ̔Ο θεὸς ὁ εἰπὼν ̓Εκ σκότους φῶς λάμψαι ελαμψεν ἐν ταῖς καρδίαιςἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ θεοῦ. Τὸ θαυμαστῶς δὲ τῷ φωτίζειν προσέθηκεν, οτι τῶν αλλων γνῶσιν ἐπαγγελλομένων καὶ ταύτῃ φωτίζειν θεὸς παραδοξότερον εἰς γνῶσιν καὶ σοφίαν αγων δι' ἀποκαλύψεών τε καὶ ὀπτασιῶν φωτίζει θαυμαστῶς ἀπὸ τῶν εἰρημένων ὀρῶν. εἰ δὲ καὶ ̓Ιουδαίας ουσης, ὡς ειρηται τῆς γραφῆς, ορη ταύτης αἱ ὑψηλαὶ θεωρίαι καὶ τὰ δόγματα τῆς θεοσεβείας, καὶ ἀπὸ τούτων θαυμαστῶς φωτίζει θεὸς τοὺς ἐρχομένους εἰς ἐπίγνωσιν ἀληθείας. πολλαχοῦ δὲ τῆς γραφῆς ορη νοητὰ καὶ οἱ αγγελοι ἀφ' ων πάλιν φωτίζει θεὸς ἀποστέλλων αὐτοὺς εἰς διακονίαν διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν. ἑκάστῃ δὲ τῶν ἐκδόσεων ἁρμόσει τὸ ̓Εγγίσατε ορεσιν αἰωνίοις, ὑπὸ θεοῦ τοῖς ποθοῦσιν εὐσέβειαν προσταττόμενον, τῶν μέντοι συνετῶν ἐκ τῆς παρούσης αὐτοῖς ἀρετῆς ὠφελουμένων. Σύνεσις γὰρ ἀγαθὴ πᾶσιν τοῖς ποιοῦσιν αὐτήν. οἱ ἀσύνετοι ὑπὸ παθῶν τε καὶ κακίας ταράττονται, ἐσθότε καὶ ὑπὸ ἀπατεώνων αἰσθητῶν καὶ ἀοράτων, κατὰ τὸ ̓Εσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία. ταὐτὸν γὰρ τὸ σκοτισθῆναι καὶ ταραχθῆναι· δηλοῖ γὰρ ἑκάτερον αγνοιαν, ἐπ' ἀμφοτέρων σκοτιζομένου τοῦ νοῦ. Θεὸς δὲ λέγεται ̓Ιακὼβ τοῦ ἀσκητικοῦ καὶ ἀνδρείου καὶ δικαίου πρὸς ελεγχον τοῦ διὰ ῥαθυμίαν ἰδίαν τούτων ἐκπίπτοντος ὑπευθύνου ἐπιτιμίοις καθισταμένου.† Ειρηταί τισιν ὡς ὀχήματα καὶ ιπποι τῶν ψυχῶν τὰ σώματα. ἐν τούτοις τοῖς ιπποις ἐπιβᾶσαι φιληδόνως ἀρχὴν τοῦ καθεύδειν δέχονται, καθελκόμενοι εἰς υπνον ψεκτὸν τῶν ὑποπιαζόντων τὸ σῶμα καὶ δουλαγωγούντων σὺν ἐπιστήμῃ τοῖς ιπποις ἐπικαθημένων. εστι γοῦν ἰδεῖν ἐν τῇ γραφῇ τὸν ἐπιβάτην ὡς ἐπὶ τὸ πλεῖστον ψεκτῶς ὠνομασμένον, ὡς καὶ ἐν Ζαχαρίᾳ τῷ προφήτῃ ἀπειλὴ θεοῦ· Καὶ πατάξω πάντα ιππον ἐν ἐκστάσει καὶ τὸν ἐπιβάτην ἐν παραφρονήσει· καὶ παρὰ Μωυσῇ Ιππον καὶ ἀναβάτην ερριψεν εἰς θάλασσαν- καὶ ἱππέα ἐπαινετῶς παραλαμβανόμενον· ειπε γοῦν πρὸς τὸν ̓Ηλίαν ̓Ελισσαῖος Πάτερ, αρμα ̓Ισραὴλ καὶ ἱππεὺς αὐτοῦ· καὶ πρὸς τὸν σωτῆρα ἀπαγγέλλεται ̓Επίβηθι ἐπὶ τοὺς ιππους σου, καὶ ἡ ἱππασία σου σωτηρία. 789a Ps 75,8 Οὐδεὶς οιός τέ ἐστιν τῶν πενήτων ὀργιζομένῳ θεῷ ἀντιστῆναι φόβον ἐμποιοῦντι τοῖς κρινομένοις τῷ μηδὲν παρορᾶν οσον ἐπὶ τῷ καρδιογνώστην ειναι. φασὶν γοῦν οἱ τὸν λόγον πρὸς αὐτὸν ὡς πρὸς κριτὴν εχοντες ̓Εὰν ἀνομίας παρατηρήσῃ, κύριε κύριε, τίς ὑποστήσεται; Πλὴν εἰ καὶ μηδεὶς ἀντιστῆναι τῇ ὀργῇ αὐτοῦ δυνήσεται οντος φοβεροῦ, ἀλλ' ουν αὐτὸς διὰ προσοῦσαν ἀγαθότητα σὺν ἐλέει καὶ κρίνει· Ελεος γὰρ καὶ κρίσιν ᾳσομαί σοι, κύριε. ̓Εξ οὐρανοῦ ἀκουτίζει κρίμα κρίνων τῷ προνοίας λόγῳ πρὸς τὸ εκαστον ὑπὸ ιδιον συμφέρον γενέσθαι. συνᾴδει τῷ προκειμένῳ τὸ ἐν προφητείᾳ τοῦ ̓Αμὼς ουτως εχων· Κύριος ποιῶν εἰς υψος κρίμα καὶ δικαιοσύνην εἰς γῆν εθηκεν. καθὸ γὰρ ἐν οὐρανῷ ἐστιν, ἐν υψει ποιεῖ πᾶν κρίμα· καθὸ δὲ ἀκουτίζει ἐξ οὐρανοῦ κρίσιν ἐκπέμπων αὐτὴν τοῖς ἐπὶ γῆς, δικαιοσύνην εἰς γῆν εθηκεν ουσαν τέλος τῶν κριμάτων. 790a Ps 75,11 ̓Ενθύμιόν ἐστι τὸ κρυπτὸν τοῦ ἀνθρώπου. ὁ τοῦτο καθαρεῦον εχων εὐχαρίστως ἐξομολογήσεται τῷ θεῷ. τότε ἑορτάσει ἐν τῷ πράττειν τὰ ὠφελοῦντα, καὶ φρονεῖν τἀληθῆ δυνήσεται. εἰ δὲ καὶ τὸ ̓Εξομολογήσεται τὴν ἐπὶ ἁμαρτήμασιν ἐξαγόρευσιν δηλοῖ, νόησις τοῦ προκειμένου εσται τοιαύτη· ἐπεὶ οὐκ ἐν μόναις πράξεσι καὶ λόγοις καθαρεύειν δεῖ τὸν θέλοντα ειναι τελείως αγιον, καὶ περὶ ἐνθυμήματος βραχυτάτου ἐξομολογεῖσθαι δεῖ κακίζοντα ἑαυτόν. τοῦτο