1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

152

δηλοῦσθαι δύναται ἐκ τοῦ ̓Απὸ τῶν κρυφίων μου καθάρισόν με. ̓Εὰν ουν καὶ περὶ τοῦ ουτως εχοντος ωσθ' ὑπονοεῖσθαι μὴ αρα ὑπάρχῃ ἐξομολόγησις γένηται, ἑορτάσει λοιπὸν τὸ ἐγκατάλειμμα τοῦ ἐνθυμίου τοῦ ἀνθρώπου εὑρεθὲν πάσης κακίας ἐκτός· η τῷ ἀπειλῆφθαι τὴν περὶ αὐτοῦ ἀμφιβολίαν, ἀναδειχθείσης καθαρότητος, ἑορτάζει ὁ αγιος, οὐ ποτὲ μέν, ποτὲ δὲ οὐ, ἀλλ' ἀδιαστάτως καὶ ἀεὶ γινώσκων τὴν ἀλήθειαν καὶ ἐνεργῶν κατὰ δικαιοσύνην. αυτη γὰρ κυρίως ἑορτὴ κατὰ τὸν ἀπόστολον εἰρηκότα Ωστε ἑορτάζωμεν μὴ ἐν ζύμῃ κακίας καὶ πονηρίας ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας. 791a Ps 75,13 Φοβερὸς ων παρὰ τοῖς βασιλεῦσι τῆς γῆς τὸν Φαραὼ κατεπόντισεν, τὸν Ναβουχοδονόσορ τῶν ἀνθρώπων ἐδίωξεν ἀλλοιώσας αὐτοῦ τὸ φρονοῦν ὡς μετὰ θηρίων τὴν διατριβὴν εχειν, ἀφῄρηκε πνεῦμα ἀπὸ Σαοὺλ οτε ἐξουθενήσας τὸν Σαμουὴλ τὴν τοῦ θεοῦ διαθήκην παρέβη· ειρηται γὰρ ὡς ̓Απέστη πνεῦμα κυρίου ἀπὸ Σαούλ, καὶ επνιγεν αὐτὸν πνεῦμα πονηρὸν παρὰ κυρίου, κρίσει καὶ ψήφῳ ἐπιπεμφθὲν αὐτῷ. Εἰ δὲ καὶ περὶ ἐκκλησιαστικῶν ἀρχόντων ἐκδεκτέα ταῦτα, ἐπίστησον τῇ θεοπνεύστῳ γραφῇ. εφη γὰρ πρὸς τοὺς Μιλήτου πρεσβυτέρους ὁ Παῦλος καλέσας αὐτοὺς Προσέχετε ἑαυτοῖς καὶ τῷ ποιμνίῳ ἐν ῳ ὑμᾶς εθετο τὸ πνεῦμα τὸ αγιον τοῦ θεοῦ ἐπισκόπους, καὶ μεθ' ετερα Καὶ ἐξ ὑμῶν ἀναστήσονταί τινες λαλοῦντες διεστραμμένα, δηλαδὴ τὸ θεῖον πνεῦμα τοῦ φοβεροῦ τούτους ἀφαιρουμένου κριτοῦ.

792a Ps 76,2-4 Οτε δὲ πόρρω διέστηκεν ὁ λέγων τοῦ πρὸς ον ὁ λόγος,

ἐπιτεταμένης χρεία φωνῆς. ἐπεὶ τοίνυν τοῦ ποιήσαντος ἡ γεννητὴ οὐσία κεχώρισται, κραυγῆς τῆς κατὰ διάνοιαν δεῖ. θεὸν δὲ καλεῖ τῷ πάντα πεποιηκέναι, κύριον δὲ τῷ δεσπόζειν τῶν ἐξ αὐτοῦ γεγονότων. λέγοι δ' αν καὶ θεὸν μὲν τὸν πατέρα, κύριον δὲ τὸν υἱόν. ̔Ημέρα δὲ τῷ λέγοντι θλίψεως η πᾶς ὁ βίος αὐτοῦ ηγουν αἰὼν ὁ ἐνεστηκὼς ἐν ῳ πρὸς τὸ ῥυσθῆναι ζητεῖ τὸν θεὸν ὡς αν τις ἰατρὸν ἐπὶ νόσῳ διενοχλούσῃ καλῶν. ζητεῖ δὲ πράξει καὶ διαθέσει, μὴ ἀπατώμενος κατὰ τοὺς τῶν περιστατικῶν ἀγνοοῦντας τὸ τέλος, ὡς ὁ Σαοὺλ πρὸς ἐγγαστρίμυθον ἀπελθὼν ἠπατήθη. ὁ δὲ αγιος οσον ἐνοχλεῖται ζητεῖ τὸν θεὸν ἐν τῇ τῶν περιστατικῶν ἀγνοίᾳ καλουμένῃ νυκτί, κατὰ τὸ παρ' ̔Ησαΐᾳ ... ̓Απηνήνατο πρός τινος θνητοῦ παρακληθῆναι ἡ ψυχή μου, αὐτάρκους ουσης πρὸς πᾶσαν παραμυθίαν τῆς περὶ θεοῦ μνήμης. εἰς τοῦτο λήψει καὶ τὸ ἐν ̔Ησαΐᾳ ̓Εν θλίψει τοῦ κυρίου ἐμνήσθην. Κατὰ μὲν τὴν τῶν πολλῶν συνήθειαν ψεκτόν τι δηλοῖ ἡ ̓Ηδολέσχησα φωνή, κατὰ δὲ τὴν γραφὴν καὶ ἐπὶ ἐπαινετοῦ κεῖται· ηγουν πρὸς τὸν θεὸν γνησίως προσευχομένη Αννα, καλουμένη ἀπὸ παιδαρίου τοῦ ἱερέως ἐπιμένειν τῇ εὐχῇ, ἀποκρίνεται ̓Εκ πλήθους ἀδολεσχίας μου ἐκτέτηκα εως τοῦ νῦν· καὶ περὶ τοῦ ̓Ισαὰκ δὲ οτι ̓Εξῆλθεν ἀδολεσχῆσαι εἰς τὸ πεδίον. ἐπὶ ψεκτοῦ παραλήψῃ δὲ τὸ ∆ιηγήσαντό μοι παράνομοι ἀδολεσχίας. ει ποτε γοῦν λέγοιτο ἡ λέξις αυτη ἐν τοῖς θείοις λογίοις, τῇ ἀκολουθίᾳ καὶ τῷ λέγοντι προσώπῳ ἐπιστήσαντες τὴν φωνὴν ληψόμεθα η ἐπὶ βελτίονος η ἐπὶ κακοῦ. νῦν τοίνυν καὶ τὸ πρόσωπον καὶ ἡ λέξις ἐπαινετὰ ου τὸ πνεῦμα ὠλιγοψύχησεν δηλοῦν τὴν ψυχήν· ουτω γὰρ καὶ Στέφανος ελεγε Κύριε ̓Ιησοῦ, δέξαι τὸ πνεῦμά μου· ὀλιγωρήσας δὲ διὰ τοὺς ἐπικειμένους ἐχθροὺς ἐπέδωκεν ἑαυτὸν τῷ θεῷ. 793a Ps 76,5 Προκατελάβοντο φυλακὰς οἱ ὀφθαλμοί μου. αλλη γραφὴ φέρεται ουτω εχουσα· Προκατελάβοντο φυλακὰς πάντες οἱ ἐχθροί μου. Πολλῶν φυλακῶν περὶ ἐμὲ τυγχανουσῶν, ἐφύλαττον τὴν λέγουσαν ἐντολὴν Πάσῃ φυλακῇ τήρει σὴν καρδίαν. προκατελάβοντο αὐτὰς τὸ οσον ἐπὶ τῷ ὠλιγοψυχηκέναι με πάντες οἱ ἐχθροί μου· οὐ γὰρ εις ἀλλὰ πολλοί, μᾶλλον δὲ πάντες αμα ἐπλήσθησαν κατ' ἐμοῦ. διὸ καὶ ἐπικρατεστέρους αὐτοὺς γενομένους ἑωρακὼς ἐν προπαθείᾳ τινὶ γεγένημαι ὡς τάραχον ὑπομεῖναι, ἀλλ' οὐκ ἐφθεγξάμην τι ταραχῶδες οὐδ' ἐν διαθέσει τινὶ