152
τὸν παράλυτον τοῦτον διαβάλλοντές φασιν αὐτὸν τοῦ Χριστοῦ γενέσθαι κατήγορον, καὶ διὰ τοῦτο ταῦτα ἀκηκοέναι. Τί οὖν περὶ ἐκείνου τοῦ παρὰ τῷ Ματθαίῳ τὰ αὐτὰ σχεδὸν ἀκούσαντος ἐροῦμεν; Καὶ γὰρ καὶ ἐκείνῳ εἶπεν· Ἀφέωνταί σου αἱ ἁμαρτίαι. Ὅθεν δῆλον ὅτι οὐδὲ οὗτος ταύτης ἕνεκεν τῆς ὑποθέσεως ταῦτα ἤκουε. Καὶ τοῦτο καὶ ἐκ τῶν ἐπαγομένων σαφέστερον ἔστι μαθεῖν. Μετὰ ταῦτα γὰρ, φησὶν, εὑρίσκει αὐτὸν ἐν τῷ ἱερῷ ὁ Ἰησοῦς· ὅπερ μεγίστης εὐλαβείας σημεῖόν ἐστιν. Οὐ γὰρ ἐχώρησεν εἰς ἀγορὰς καὶ περιπάτους, οὐδὲ τρυφῇ καὶ ἀνέσει ἔδωκεν ἑαυτόν· ἀλλ' ἐν τῷ ἱερῷ διῆγε· καίτοι γε τοσαύτην μέλλων ὑπομένειν ἔφοδον, καὶ παρὰ πάντων ἐλαύνεσθαι ἐκεῖθεν· ἀλλ' οὐδὲν τούτων ἔπεισεν αὐ 59.213 τὸν ἀποστῆναι τοῦ ἱεροῦ. Εὑρὼν τοίνυν αὐτὸν ὁ Χριστὸς καὶ μετὰ τὸ διαλεχθῆναι τοῖς Ἰουδαίοις, οὐδὲν τοιοῦτον ᾐνίξατο. Εἰ δὲ τοῦτο ἐγκαλεῖν ἤθελεν, εἶπεν ἂν πρὸς αὐτόν· Πάλιν τοῖς αὐτοῖς ἐπιχειρεῖς, καὶ οὔτε τῇ θεραπείᾳ γέγονας βελτίων; Ἀλλ' οὐδὲν τούτων εἶπεν, ἀλλὰ πρὸς τὸ μέλλον αὐτὸν ἀσφαλίζεται μόνον. βʹ. Τί δήποτε οὖν καὶ χωλοὺς καὶ κυλλοὺς θεραπεύσας, οὐδαμοῦ τούτων ἐμνημόνευσεν; Ἐμοὶ δοκεῖ τούτοις μὲν ἐξ ἁμαρτημάτων τὰ νοσήματα γενέσθαι, τοῖς δὲ ἄλλοις ἐξ ἀσθενείας φυσικῆς. Εἰ δὲ μὴ τοῦτο, καὶ τοῖς ἄλλοις διὰ τούτων καὶ τῶν πρὸς τούτοις εἰρημένων διελέχθη. Ἐπειδὴ γὰρ τῶν ἄλλων πάντων τὸ νόσημα τοῦτο χαλεπώτερον, διὰ τοῦ μείζονος καὶ τὰ ἐλάττονα διορθοῦται. Ὥσπερ γὰρ θεραπεύσας τινὰ ἕτερον, παρήγγειλε δοῦναι δόξαν τῷ Θεῷ, οὐκ ἐκείνῳ μόνῳ ταῦτα παραινῶν, ἀλλὰ καὶ δι' ἐκείνου πᾶσιν· οὕτω καὶ τούτοις διὰ τούτων πᾶσι καὶ τοῖς λοιποῖς παραινεῖ καὶ συμβουλεύει ταῦτα, ἃ καὶ πρὸς τούτους εἴρηκε. Πρὸς δὲ τούτοις, κἀκεῖνο ἔστιν εἰπεῖν, ὅτι πολλὴν ἐνεῖδεν αὐτοῦ τῇ ψυχῇ τὴν καρτερίαν, καὶ ὡς δυναμένῳ τὸ παράγγελμα δέξασθαι παραινεῖ, τῇ τε εὐεργεσίᾳ καὶ τῷ φόβῳ τῶν μελλόντων κακῶν κατέχων αὐτὸν ἐπὶ τῆς ὑγιείας. Καὶ ὅρα τὸ ἀκόμπαστον. Οὐ γὰρ εἶπεν, Ἴδε ὑγιῆ σε ἐποίησα, ἀλλ', Ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε. Καὶ πάλιν οὐκ εἶπεν, Ἵνα μή σε κολάσω, ἀλλ', Ἵνα μὴ χεῖρόν τί σοι γένηται, ἀπροσώπως ἀμφότερα τιθεὶς, καὶ δεικνὺς χάριτος μᾶλλον οὖσαν τὴν ὑγίειαν, ἢ τῆς ἀξίας. Οὐ γὰρ ἐνέφηνεν ὅτι τὴν ἀξίαν δοὺς ἀπηλλάγη δίκης, ἀλλ' ὅτι φιλανθρωπίᾳ ἐσώζετο. Ἐπεὶ εἰ μὴ τοῦτο ἦν, εἶπεν ἄν· Ἰδοὺ δέδωκας τῶν ἡμαρτημένων δίκην ἱκανήν· ἀσφαλίζου λοιπόν. Νῦν δὲ οὐχ οὕτως εἶπεν, ἀλλὰ πῶς; Ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε. Ταῦτα καὶ ἡμῖν αὐτοῖς συνεχῶς ἐπιλέγωμεν, κἂν μὲν κολασθέντες ἀπαλλαγῶμεν, τοῦτο ἕκαστος πρὸς ἑαυτὸν λεγέτω· Ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε. Ἂν δὲ μὴ δῶμεν δίκην, τοῖς αὐτοῖς ἐπιμένοντες, ἐκεῖνο τὸ ἀποστολικὸν ἐπᾴδωμεν, ὅτι Τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιαν ἡμᾶς ἄγει· κατὰ δὲ τὴν σκληρότητα καὶ ἀμετανόητον ἡμῶν καρδίαν θησαυρίζομεν ἑαυτοῖς ὀργήν. Οὐ τῷ σφίγξαι δὲ τὸ σῶμα μόνον, ἀλλὰ καὶ ἑτέρωθεν μέγα αὐτῷ παρέσχετο τῆς οἰκείας θεότητος σημεῖον. Τῷ γὰρ εἰπεῖν, Μηκέτι ἁμάρτανε, ἐδήλωσεν εἰδότα πάντα τὰ ἔμπροσθεν αὐτῷ γεγενημένα πλημμελήματα· ὅθεν καὶ πρὸς τὰ μέλλοντα ἔμελλεν ἀξιόπιστος εἶναι. Ἀπῆλθεν οὖν ὁ ἄνθρωπος καὶ ἀπήγγειλε τοῖς Ἰουδαίοις, ὅτι Ἰησοῦς ἐστιν ὁ ποιήσας αὐτὸν ὑγιῆ. Καὶ ὅρα αὐτὸν πάλιν ἐπὶ τῆς αὐτῆς μένοντα εὐγνωμοσύνης. Οὐ γὰρ εἶπεν, ὅτι αὐτός ἐστιν ὁ εἰπὼν, Ἆρον τὸν κράββατόν σου. Ἐπειδὴ γὰρ ἐκεῖνοι τὸ δοκοῦν ἔγκλημα τοῦτο ἀεὶ προέφερον, αὐτὸς τὴν ἀπολογίαν ἀεὶ προβάλλεται, πάλιν τὸν ἰατρὸν δῆλον ποιῶν, καὶ τοὺς ἄλλους ἐφελκύσασθαι σπεύδων καὶ οἰκειώσασθαι. Οὐ γὰρ οὕτως ἀναίσθητος ἦν, ὡς μετὰ τοσαύτην εὐεργεσίαν καὶ παραίνεσιν προδοῦναι τὸν εὐεργέτην, καὶ κακούργῳ διανοίᾳ τοῦτο εἰπεῖν. Εἰ γὰρ καὶ θηρίον ἦν, εἰ γὰρ ἀπάνθρωπός τις καὶ λίθινος, ἱκανὴ καὶ ἡ εὐεργεσία καὶ ὁ φόβος αὐτὸν ἦν κατασχεῖν. Καὶ γὰρ ἔναυλον ἔχων τὴν ἀπειλὴν, ἔδεισεν ἂν μὴ χεῖρόν τι πάθῃ, μέγιστα λαβὼν τῆς τοῦ ἰατροῦ δυνάμεως δείγματα· ἄλλως τε εἰ διαβάλλειν ἐβούλετο, τὴν ὑγίειαν σιγήσας, τὴν παράβασιν εἶπεν ἂν καὶ κατηγόρησεν. Ἀλλ' οὐκ ἔστι τοῦτο, οὐκ ἔστι· ἀλλὰ πολλῆς παῤῥησίας τὰ ῥήματα καὶ