1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

153

τεθορυβημένῃ γεγένημαι· εστη γάρ μοι τὰ τῆς κρίσεως τῆς προπαθείας οὐδ' ολως ἐν τῷ παθητικῷ φόβῳ γεγενημένῳ. ἐφθεγξάμην γοῦν οὐδὲν ων οἱ δειλωθέντες φιλοῦσι λέγειν. Εἰ δὲ ἀρρενικῶς οἱ φύλακες λέγοιντο, ἐρεῖ οτι πάντας τοὺς λογισμούς, ους εδει με στῆσαι περὶ ἐμαυτὸν ἐπὶ τῷ φρουρεῖν με, εφθασαν πάντες οἱ ἐχθροί μου ἀντὶ τῶν φυλαττόντων ὀλεθρίους καὶ ἐπιβλαβεῖς ὑποβάλλοντες λογισμούς. ταῦτα δὲ περὶ ἀοράτων ἐχθρῶν λεγέσθω. Εἰ δὲ καὶ φυλακαὶ οἱ τῆς νυκτὸς μερισμοὶ λέγονται (εἰ συμβαίη, φησίν, ολην τὴν νύκτα υπνου ἐμπλησθῆναι κατὰ τὸν ̓Εφραίμ), προκαταλαμβάνοντες ταύτας τὰς φυλακὰς πάντες οἱ ἐχθροὶ ἐπιθήσονται· Οὐ γὰρ μὴ ὑπνώσωσιν, ἐὰν μὴ κακοποιήσωσιν. 794a Ps 76,6 Τούτων συμβάντων μοι, φησίν, διήγειρα ἐμαυτὸν πρὸς τὸ μνημονεῦσαι τῶν ανωθεν καὶ πολλῶν προκαταλαβουσῶν περιστάσεων (οὐ μόνον ἐμὲ ἀλλὰ καὶ τοὺς κατ' ἀρετὴν πατέρας μου) ἀφ' ων πασῶν ὁ κύριος ἐρρύσατο ἐμέ τε κἀκείνους· ἐφ' ῳ καὶ εὐθυμότερος γέγονα πρὸς τὸ ὑπομεῖναι εἰς τέλος, ινα αθλου τῶν τοιούτων ἀγώνων σωτηρίας τύχω· ̔Ο γὰρ ὑπομείνας εἰς τέλος, ουτος σωθήσεται. διαλογησάμενος γὰρ τὰς ἀρχαίας ἡμέρας καὶ τὰ αἰώνια ετη μνησθεὶς καὶ μελετήσας, ευρον πολλάκις ἐμαυτόν τε καὶ τοὺς λοιποὺς ἀνθρώπους εἰς ἀπορίαν τοιαύτην ἐμπεσόντας, ὡς ἀπογνῶναι τὴν σωτηρίαν καὶ πᾶσαν ἐλπίδα καταλεῖψαι· ἀλλὰ πεποιθήσεως ἐπὶ θεὸν γεγενημένης, πᾶσα εὐπορία ἐν τοῖς καταλαβοῦσιν ἀπόρεις ἀναπέφανται. μνημονεύσῃς εἰς τὰ προκείμενα τῆς ̔Εβραϊκῆς πληθύος ἐλθούσης παρὰ τὰς οχθας τῆς θαλάσσης· οὐδεμιᾶς γὰρ ἐκεῖ ὑπολειπομένης ἐλπίδος χρηστῆς, ἐξαίφνης ὁ θεὸς ἐν στενοῖς πλάτος καὶ ἐν ἀπόροις εὐπορίαν παρέσχεν. 795a Ps 76,7 Παντὸς τοῦ βίου τούτου διὰ τὴν ἐπιπολάζουσαν αγνοιαν τῶν πραγμάτων νυκτὸς ὀνομαζομένου, οὐ κατὰ τοὺς αλλους ἀνθρώπους υπνῳ καὶ κάρῳ ἐμαυτὸν παραδέδωκα ἀλλὰ πρὸς νηφαλεότητα καὶ γρήγορσιν διαναστήσας ἐμαυτόν· Οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσιν καὶ νυκτὸς μεθύουσιν. Μετὰ τῆς καρδίας μου, τουτέστι τοῦ νοῦ μου, αὐτὸς ἐμαυτῷ διαλεγόμενος περὶ τῶν πρακτέων καὶ φύσεων τῶν πραγμάτων (γνοῦς γὰρ οτι πρόσκαιρα τὰ παρόντα) εμαθον οτι τέλος εξει τὰ περιστηκότα πονηρά. ἐσκάλευον δὲ σὺν γεωργικῇ τέχνῃ τὸ πνεῦμά μου, σπείρειν εἰς αὐτὸ βουλόμενος, ινα ἐξ αὐτοῦ θερίσω ζωὴν αἰώνιον· ̔Ο σπείρων γὰρ εἰς τὸ πνεῦμα ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον. Οὐ νομιστέον δὲ συνωνύμως εἰρῆσθαι τὸ πνεῦμα, ἀλλ' ὁμωνύμως ἐπὶ τῆς παρούσης λέξεως καὶ τῆς πρότερον τεθείσης· ἐκεῖ μὲν γὰρ ἡ ψυχὴ πνεῦμα ἐλέγετο, ἐνταῦθα δὲ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ. εἰ γὰρ καὶ ἐνταῦθα τὸ πνεῦμα ἀντὶ τῆς ψυχῆς λέγεται, τίς ὁ σκάλλων τὸ πνεῦμα αὐτοῦ καὶ ἀδολεσχῶν μετὰ τῆς καρδίας αὐτοῦ; οὐ γὰρ οιόν τέ ἐστι τὸ σῶμα ταῦτα ποιεῖν. Ψυχὴ ουν ἐστιν ἡ καὶ κυρίως ανθρωπος ουσα καὶ ἀδολεσχοῦσα μετὰ τοῦ νοῦ καὶ σκαλεύουσα τὸ πνεῦμα τὸ τῷ νῷ συνεζευγμένον· Προσεύξομαι γὰρ τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ. 796a Ps 76,8-10 Φθορὰ γὰρ αν ειη τὸ ἐκστῆναι τῆς κατὰ φύσιν ἀγαθότητος, οὐκέτι τῆς οὐσίας μενούσης, εἰ τῶν κατὰ φύσιν ὑπαρχόντων τι ἀφαιρεθείη αὐτῆς. πρότερον γὰρ εὐδοκοῦντα βοηθεῖν καὶ ἐπινεύοντα τοῖς αἰτουμένοις ειδον αὐτόν, οτε ∆ιελογισάμην ἡμέρας ἀρχαίας. αρ' ουν μέχρις ἐκείνων εστη ἡ χρηστότης αὐτοῦ, οὐκέτι προστιθέντος αὐτοῦ εὐδοκῆσαι; απαγε. ουτε γὰρ τὸ ελεος αὐτοῦ ἀποκόπτει ἀπὸ τῆς προτέρας γενεᾶς, οὐ φθάνον ἐπὶ τὴν ἐσομένην. τοῦτο γὰρ οἰομένων ἐστὶ τέλος εξειν τὸ ελεος αὐτοῦ, εἰ εν τινι μὲν γενεᾷ εὐεργετοίη καὶ ἐλεοίη, εν τινι δὲ μή. οὐδὲ γὰρ ἐπιλήσεται τοῦ οἰκτειρῆσαι, ωσπερ οὐδὲ τὸ πῦρ καὶ τὸ φῶς ἐπιλήσεται τοῦ φωτίζειν καὶ θερμαίνειν. καν γὰρ διὰ πρόσκαιρον ὀργὴν διὰ ἁμαρτίαν συμβᾶσαν δόξῃ συνέχειν τοὺς οἰκτιρμοὺς αὐτοῦ, ἀλλ' οὐκ εἰς τὸ ἀεὶ συσχεθήσονται. 797a Ps 76,11 Εἰ καὶ πολλὰ θλιβερὰ περὶ ἐμὲ γεγενημένα τάραχον ἐνέβαλέ μοι ῳ