153
εὐγνωμοσύ 59.214 νης, καὶ ἀνακηρύττει τὸν εὐεργέτην οὐδὲν ἔλαττον τοῦ τυφλοῦ. Τί γὰρ ἐκεῖνός φησιν; Ἐποίησε πηλὸν, καὶ ἔχρισέ μου τοὺς ὀφθαλμούς· οὕτω καὶ οὗτος· Ἰησοῦς ἐστιν ὁ ποιήσας με ὑγιῆ. Ἐδίωκον οὖν αὐτὸν οἱ Ἰουδαῖοι, καὶ ἐζήτουν αὐτὸν ἀποκτεῖναι, ὅτι ταῦτα ἐποίει ἐν Σαββάτῳ. Τί οὖν ὁ Χριστός; Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. Ὅτε μὲν γὰρ ὑπὲρ τῶν μαθητῶν ἀπολογήσασθαι ἔδει, τὸν ∆αυῒδ τὸν ὁμόδουλον αὐτῶν εἰς μέσον ἔφερεν, Οὐκ ἀνέγνωτε, λέγων, τί ἐποίησε ∆αυῒδ, ὅτε ἐπείνασεν αὐτός; Ὅτε δὲ περὶ ἑαυτοῦ, ἐπὶ τὸν Πατέρα κατέφυγεν, ἑκατέρωθεν τὸ ὁμότιμον δεικνὺς, τῷ τε Πατέρα εἰπεῖν ἰδιαζόντως, καὶ τῷ τὰ αὐτὰ πράττειν ἐκείνῳ. Καὶ διατί μὴ εἶπε τὰ περὶ τὸν Ἱεριχὼ γενόμενα; Ἀναγαγεῖν αὐτοὺς ἠθέλησεν ἀπὸ τῆς γῆς, ἵνα μηκέτι ὡς ἀνθρώπῳ προσέχωσιν, ἀλλ' ὡς Θεῷ καὶ νομοθετεῖν ὀφείλοντι. Εἰ δὲ μὴ γνήσιος ἦν Υἱὸς καὶ τῆς αὐτῆς οὐσίας, ἡ ἀπολογία κατηγορίας μείζων ἐστίν. Οὐδὲ γὰρ εἴ τις ὕπαρχος νόμον βασιλικὸν μεταθεὶς, εἶτα ἐγκαλούμενος ἀπολογοῖτο οὕτω, καὶ λέγοι, ὅτι Καὶ γὰρ ὁ βασιλεὺς ἔλυσε, δυνήσεται διαφυγεῖν, ἀλλὰ καὶ μεῖζον τὸ ἔγκλημα οὕτως ἐργάσεται. Ἀλλ' ἐνταῦθα ἐπειδὴ ἴσα τὰ τῆς ἀξίας, διὰ τοῦτο καὶ τὰ τῆς ἀπολογίας ἀπήρτισται μετὰ ἀσφαλείας ἁπάσης. Ἀφ' ὧν γὰρ, φησὶν, ἀπολύετε τὸν Θεὸν ἐγκλημάτων, ἀπὸ τῶν αὐτῶν καὶ ἐμέ. ∆ιὰ τοῦτο καὶ προλαβὼν εἴρηκεν, Ὁ Πατήρ μου, ἵνα καὶ ἄκοντας πείσῃ τὰ αὐτὰ αὐτῷ συγχωρεῖν, τὴν ἀκριβῆ γνησιότητα αἰδεσθέντας. Εἰ δὲ λέγοι τις· Καὶ ποῦ ὁ Πατὴρ ἐργάζεται, ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καταπαύσας ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ; τὸν τρόπον μαθέτω καθ' ὃν ἐργάζεται. Τίς οὖν ὁ τρόπος τῆς ἐργασίας; Προνοεῖ, συγκροτεῖ τὰ γενόμενα πάντα. Ὁρῶν τοίνυν ἥλιον ἀνατέλλοντα, καὶ σελήνην τρέχουσαν, καὶ λίμνας, καὶ πηγὰς, καὶ ποταμοὺς, καὶ ὑετοὺς, καὶ φύσεως δρόμον, τὸν ἐν τοῖς σπέρμασι, τὸν ἐν τοῖς σώμασι τοῖς ἡμετέροις καὶ τοῖς τῶν ἀλόγων, τὰ ἄλλα πάντα δι' ὧν τόδε τὸ πᾶν συνέστηκε, μάνθανε τὴν διηνεκῆ τοῦ Πατρὸς ἐργασίαν. Ἀνατέλλει γὰρ, φησὶ, τὸν ἥλιον αὐτοῦ ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Καὶ πάλιν· Εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ σήμερον ὄντα καὶ αὔριον εἰς πῦρ βαλλόμενον, οὕτως ὁ Θεὸς ἀμφιέννυσι· καὶ περὶ τῶν πετεινῶν διαλεγόμενος πάλιν· Ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά. γʹ. Ἐνταῦθα μὲν οὖν διὰ ῥημάτων τὸ πᾶν ἐποίησεν ἐν Σαββάτῳ, καὶ οὐδὲν πλέον προσέθηκεν, ἀλλ' ἀπὸ τῶν ἐν τῷ ἱερῷ γινομένων, καὶ ἀφ' ὧν αὐτοὶ πράττουσι, λύει τὰ ἐγκλήματα· ἔνθα δὲ καὶ ἔργον γενέσθαι ἐκέλευσεν, οἷον τὸ τὴν κλίνην ἆραι, οὐδὲν μέγα πρὸς τὸ πρᾶγμα συντελοῦν, ἀλλ' ἓν τοῦτο μόνον, δεικνύων σαφῆ τοῦ Σαββάτου τὴν λύσιν, ἐπὶ τὸ μεῖζον ἀνάγει τὸν λόγον, μᾶλλον αὐτοὺς καταπλῆξαι βουλόμενος ἀπὸ τῆς τοῦ Πατρὸς ἀξίας, καὶ ἀναγαγεῖν ἐπὶ τὸ ὑψηλότερον. ∆ιὰ τοῦτο ὅταν περὶ Σαββάτου ᾖ ὁ λόγος, οὔτε ὡς ἄνθρωπος μόνον ἀπολογεῖται, οὔτε ὡς Θεὸς μόνον, ἀλλὰ ποτὲ μὲν οὕτως, ποτὲ δὲ ἐκείνως. Ἠβούλετο γὰρ ἀμφότερα πιστεύεσθαι, καὶ τῆς οἰκονομίας τὴν συγκατάβασιν, καὶ τῆς θεότητος τὸ ἀξίωμα. ∆ιὰ τοῦτο νῦν ὡς Θεὸς ἀπολογεῖται. Εἰ γὰρ ἔμελλεν ἀπὸ τῶν ἀνθρωπίνων αὐτοῖς ἀεὶ διαλέγεσθαι μόνον, ἔμεινεν ἂν ἐπὶ τῆς αὐτῆς ταπεινότητος. ∆ιόπερ ἵνα μὴ τοῦτο γένηται, τὸν Πατέρα εἰς μέσον ἄγει. Καίτοι καὶ αὐτὴ ἡ κτίσις ἐργάζεται ἐν Σαββάτῳ. Καὶ γὰρ ὁ ἥλιος τρέχει, καὶ ποταμοὶ ῥέουσι, καὶ πηγαὶ βρύουσι, καὶ γυναῖκες τίκτουσιν 59.215 Ἀλλ' ἵνα μάθῃς, ὅτι οὐ τῆς κτίσεώς ἐστιν, οὐκ εἶπε, Ναὶ, ἐργάζομαι· καὶ γὰρ ἡ κτίσις ἐργάζεται· ἀλλὰ τί; Ναὶ, ἐργάζομαι, καὶ γὰρ ὁ Πατήρ μου ἐργάζεται. ∆ιὰ τοῦτο οὖν μᾶλλον ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι, φησὶν, ἀποκτεῖναι, ὅτι οὐ μόνον ἔλυε τὸ σάββατον, ἀλλ' ὅτι καὶ Πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ. Καὶ μὴν οὐκ ἐνέφηνε τοῦτο μόνον· οὐ γὰρ ἐν τοῖς ῥήμασι τοῦτο ἐδείκνυ μόνοις, ἀλλὰ πολλῷ μάλιστα ἐν τοῖς πράγμασι Τί δήποτε; Ὅτι τοῖς μὲν λόγοις εἶχον ἐπισκήπτειν, καὶ ἀλαζονείαν ἐγκαλεῖν· τὴν δὲ τῶν πραγμάτων ὁρῶντες ἀλήθειαν ἐκβαίνουσαν, καὶ ἐπὶ τῶν ἔργων ἀνακηρυττομένην τὴν δύναμιν, οὐδὲν ἀντειπεῖν ἠδύναντο λοιπόν. Ἀλλ' οἱ μὴ