1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

154

ἠκολούθησε τὰ διηγηθέντα ἐν πάσαις ταῖς προκειμέναις λέξεσιν, ἀλλὰ καὶ ἐπιστήσας τοῖς πράγμασιν ἐθεώρησα μὴ εἰς τοὺς αἰῶνας ἀπωθούμενον τὸν θεὸν μηδὲ τὰ αλλα α κατείλεκται ποιοῦντα, ὡς αλλην ἀρχήν με τρόπον τινὰ ζωῆς καταβαλέσθαι· ἐπὶ πᾶσιν γὰρ οις διεξελήλυθα ειπον τὸ Νῦν ἠρξάμην, πάντων τῶν ταραξάντων με καὶ φοβησάντων μεταβαλόντων ὡς θαρσαλέον με τοῦ λοιποῦ γενέσθαι. Αυτη ουν ἡ μεταβολὴ κατὰ ποιότητα ουσα (ἐκ διαθέσεως γὰρ εἰς διάθεσιν μεταβέβηκα) ἀλλοίωσίς ἐστιν, οὐκ αλλου αὐτὴν ἐνεργήσαντος η τῆς δεξιᾶς τοῦ ὑψίστου. αυτη γὰρ καὶ τὰς ἐννοίας ταύτας παρέσχεν καὶ συνήργησεν εἰς τὸ ἀλλοιωθῆναί με. 798a Ps 76,13b Αυτη ἡ ἀδολεσχία ὁμοία τῇ ανωθεν ἀγαθή· τὸ πολλάκις γὰρ τὰ θαυμάσια τοῦ θεοῦ λέγειν τινὰ καλόν ἐστιν. 799a Ps 76,14a ̓Επεὶ ἐνοικεῖ καὶ ἐμπεριπατεῖ ἐν τοῖς ἁγίοις ὁ θεός, ἐν ἑκάστῳ τῶν ἁγίων εχει τὴν ἰδίαν ὁδόν, ἐπιπορευόμενος τῇ ἑκάστου αὐτῶν διανοίᾳ. ἐπειδὴ δὲ ὁ λόγος αὐτοῦ ὁδὸς ειρηται ( ̓Εγὼ γάρ εἰμι, φησίν, ἡ ὁδός), εστι δὲ ὁ λόγος αὐτοῦ ἐν οὐδενὶ φαύλῳ καθὸ ὁδός ἐστιν, ἀλλ' ἐν μόνοις τοῖς ἁγίοις εἰκότως ειρηται ἡ ἐγκειμένη φωνή. 800a Ps 76,14b Τὸ μέγα ἐπὶ νοητῆς οὐσίας καθ' ὑπεροχὴν δυνάμεως ἀλλ' οὐ κατὰ ποσὸν λέγεται. οὐδεὶς ουν ουτω μέγας εὑρίσκεται θεὸς ὡς ὁ ἡμέτερος. θεοὺς δὲ λέγει οὐ τὰ ἀγάλματα οὐδὲ τὰ δαιμόνια (ἑκάτερα γὰρ ταῦτα θεοὶ λέγονται), ἀλλ' ἐκεῖνοι πρὸς ους ὁ λόγος τοῦ θεοῦ γενόμενος ἐθεοποίησεν αὐτούς. οὐ γὰρ θεότητος ουτοι παρεκτικοὶ ἀλλὰ μέτοχοι. Λέγεται δὲ ἡ παροῦσα λέξις πρὸς τὸν σωτῆρα, ὡς τὰ ἑξῆς δηλώσει, μεγάλου οντος θεοῦ καὶ πατρός, ἐπεὶ υἱὸς τοῦ μεγάλου θεοῦ ὑπάρχει. 801 Ps 76,15a Μετὰ τοῦ αρθρου λέγεται θεὸς ὁ σωτήρ, ινα δειχθῇ ετερος ἐκείνων τῶν πρὸς ους ειρηται ̓Εγὼ ειπα Θεοί ἐστε· οθεν οὐδεὶς αὐτῶν ὡς ὑπερέχων τῶν ὁμογενῶν μετὰ τοῦ αρθρου ειρηται θεός. τοιοῦτόν ἐστι καὶ τὸ ̔Ο μονογενὴς θεὸς ὁ ων εἰς τὸν κόλπον τοῦ πατρός, τῷ μόνος ειναι κατ' οὐσίαν θεός· οὐδεὶς γὰρ τῶν ἑτέρων μονογενὴς ἀλλὰ μεθ' ὁμογενῶν ἐστι θεός. κατὰ τὴν αὐτὴν θεότητα τῷ μονογενεῖ θεῷ καὶ ὁ πατὴρ θεός ἐστιν. ειρηται γοῦν πρὸς τὸν σωτῆρα (μιᾶς ουσης θεότητος αὐτοῦ καὶ τοῦ πατρός) ̓Εν σοὶ ὁ θεός ἐστιν, καὶ οὐκ εστι θεὸς πλὴν σοῦ· σὺ γὰρ ει ὁ θεός, καὶ οὐκ ῃδειμεν. πῶς γὰρ εἰ ὁ θεὸς ἐν αὐτῷ ἐστιν, οὐκ εστι θεὸς πλὴν αὐτοῦ καὶ αὐτὸς ὁ θεός ἐστιν, εἰ μὴ νοοῖμεν πατρὸς καὶ υἱοῦ τὴν αὐτὴν θεότητα ὡς ενα θεὸν ειναι πατέρα καὶ υἱόν, υἱόν τε καὶ πατέρα μὴ ενα; ὁ γὰρ πατὴρ υἱοῦ πατὴρ καὶ ὁ υἱὸς πατρὸς υἱός· οθεν καὶ τὸ ̓Εγὼ καὶ ὁ πατὴρ εν ἐσμεν, τοῦ ̓Εγὼ καὶ ὁ πατὴρ ἀκολούθως ἐν τῷ Εν ἐσμεν λεγομένου, οὐκέτι λέγοντος τοῦ υἱοῦ ̓Εγὼ καὶ ὁ θεός· αλλος γὰρ υἱοῦ ὁ πατήρ, οὐκ αλλος δὲ θεὸς τῷ τὴν αὐτὴν ειναι θεότητα τοῦ γεννήματος καὶ τοῦ γεννήτορος. 802 Ps 76,15b.16 ̓Εγνώρισε τὴν δύναμιν αὐτοῦ ὁ σωτὴρ ἐν ἀμφοτέροις τοῖς λαοῖς, τῷ ἀπὸ ἐθνῶν καὶ τῷ ἐκ περιτομῆς, παράδοξα καὶ θαύματα πολλὰ ἐν αὐτοῖς ποιήσας· ∆ύναμις γὰρ παρ' αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. ἀλλὰ καὶ ἐν τῷ βραχίονι αὐτοῦ (λέγω δὴ τῇ ἐνεργείᾳ καὶ πράξει αὐτοῦ) ἐλυτρώσατο τὸν ιδιον λαὸν τὸν ἐκ τῶν δύο ἑνωθέντα, χάριτι θεοῦ ὑπὲρ παντὸς γευσάμενος θανάτου δοὺς τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν· Τῷ γὰρ τιμίῳ αιματι αὐτοῦ ἐλυτρώθημεν ἐκ τῆς ματαίας ἡμῶν ἀναστροφῆς πατρωπαραδότου. Λαοὶ δέ εἰσιν ἐν οις ἐγνώρισε τὴν δύναμιν αὐτοῦ, ους καὶ ηνωσεν εἰς ενα λαὸν ον ἐλυτρώσατο, υἱοὶ ̓Ιακὼβ καὶ ̓Ιωσήφ, τῶν ἐκ περιτομῆς πιστευόντων χρηματιζόντων υἱῶν ̓Ιακώβ, τῶν δὲ ἀπὸ ἐθνῶν υἱῶν ̓Ιωσήφ. ̓Ιωσὴφ γὰρἑρμηνεύεται Κυρίου πρόσθεσις· προσέθηκε γὰρ ἀληθῶς ὁ θεὸς τοῖς σῳζομένοις ἐκ τῆς περιτομῆς τοὺς ἀπὸ ἐθνῶν πιστεύοντας. Τὸ δὲ ̓Εγνώρισας οὐ τὸ ἀρχὴν τοῦ γινώσκεσθαι εχον σημαίνει ἀλλὰ τὸ ἐπιγινωσκόμενον καὶ ἀναγνωριζόμενον· εἰπὼν γὰρ ̔Ο ποιῶν θαυμάσια, ἀναγνωρίζει ταῦτα διὰ τούτων τῶν ῥημάτων. 803a Ps 76,19c-21 Τοῦ σωτῆρος ἐπὶ γῆς ὀφθέντος, σάλον καὶ τρόμον ἡ γῆ ὑπέμεινεν τουτέστι τὰ ἐπὶ γῆς πράγματα, τῶν παρὰ πᾶσιν νόμων καὶ δεισιδαιμόνων