154
βουλόμενοι μετ' εὐγνωμοσύνης ταῦτα δέχεσθαι, φασὶν, ὅτι οὐχ ὁ Χριστὸς ἐποίει ἑαυτὸν ἴσον τῷ Θεῷ, ἀλλ' οἱ Ἰουδαῖοι τοῦτο ὑπώπτευον. Οὐκοῦν ἄνωθεν φέρε τὰ εἰρημένα ἐπέλθωμεν. Εἰπὲ δή μοι, ἐδίωκον αὐτὸν οἱ Ἰουδαῖοι, ἢ οὐκ ἐδίωκον; Παντί που δῆλον ὅτι ἐδίωκον. Καὶ διὰ τοῦτο ἐδίωκον, ἢ δι' ἕτερόν τι; Καὶ τοῦτο συνομολογεῖται, ὅτι διὰ τοῦτο. Ἔλυεν οὖν τὸ σάββατον, ἢ οὐκ ἔλυεν; Οὐδὲ πρὸς τοῦτο ἔχοι τις ἂν ἀντειπεῖν. Πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, ἢ οὐκ ἔλεγε; Καὶ τοῦτο ἀληθές. Οὐκοῦν καὶ τὰ ἑξῆς τῆς αὐτῆς ἀκολουθίας ἔχεται. Ὥσπερ γὰρ τὸ Πατέρα λέγειν ἴδιον τὸν Θεὸν, καὶ τὸ λύειν τὸ σάββατον, καὶ τὸ διώκεσθαι παρὰ τῶν Ἰουδαίων διά τε ἐκεῖνο, καὶ διὰ τοῦτο μᾶλλον, οὐχ ὑπονοίας ἦν ἐψευσμένης, ἀλλὰ πράγματος ἀληθοῦς· οὕτω καὶ τὸ ἴσον ἑαυτὸν ποιεῖν τῷ Θεῷ, τῆς αὐτῆς γνώμης ἀπόφασις ἦν. Καὶ ἀπὸ τῶν ἔμπροσθεν δὲ εἰρημένων τοῦτο σαφέστερον ἔστιν ἰδεῖν. Τὸ γὰρ, Ὁ Πατήρ μου ἐργάζεται, κἀγὼ ἐργάζομαι, ἴσον ἐστὶν ἑαυτὸν δεικνύντος τῷ Θεῷ. Οὐ γὰρ δείκνυ ἐν τούτοις οὐδεμίαν διαφοράν. Οὐ γὰρ εἶπεν, Ἐκεῖνος μὲν ἐργάζεται, ἐγὼ δὲ ὑπουργῶ· ἀλλ', Ὥσπερ ἐκεῖνος ἐργάζεται, οὕτω καὶ ἐγώ. Καὶ ἰσότητα πολλὴν ἐπεδείξατο. Εἰ δὲ οὐκ αὐτὸς τοῦτο ἐβούλετο κατασκευάσαι, ἀλλ' οἱ Ἰουδαῖοι τοῦτο μάτην ὑπώπτευον· οὐκ ἂν ἀφῆκεν αὐτῶν εἶναι τὴν διάνοιαν ἐσφαλμένην, ἀλλὰ καὶ διώρθωσεν ἂν τοῦτο. Καὶ ὁ εὐαγγελιστὴς δὲ οὐκ ἂν αὐτὸ παρεσιώπησεν, ἀλλ' εἶπεν ἂν φανερῶς, ὅτι Ἰουδαῖοι μὲν οὕτως ὑπώπτευον, αὐτὸς δὲ οὐκ ἐποίει ἑαυτὸν ἴσον τῷ Θεῷ· ὥσπερ καὶ ἀλλαχοῦ τὸ αὐτὸ τοῦτο ποιεῖ, ὅταν ἴδῃ ἄλλως μὲν λεγόμενον, ἄλλως δὲ ὑποπτευόμενον τὸ λεχθέν· οἷον, Λύσατε τὸν ναὸν τοῦτον, ἔλεγεν ὁ Χριστὸς, καὶ ἐγὼ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτὸν, περὶ τῆς σαρκὸς αὐτοῦ λέγων. Ἀλλ' οἱ Ἰουδαῖοι τοῦτο μὴ συνιέντες, καὶ νομίσαντες περὶ τοῦ Ἰουδαϊκοῦ ναοῦ λέγεσθαι, Ἐν τεσσαράκοντα καὶ ἓξ ἔτεσιν, ἔλεγον, ᾠκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν; Ἐπεὶ οὖν ἄλλο μὲν εἶπεν αὐτὸς, ἄλλο δὲ ὑπώπτευσαν ἐκεῖνοι (αὐτὸς μὲν γὰρ περὶ τῆς σαρκὸς αὐτοῦ ἔλεγεν, ἐκεῖνοι δὲ περὶ τοῦ ναοῦ τοῦ ἑαυτῶν ἐνόμιζον τοῦτο εἰρῆσθαι), ἐπισημαινόμενος τοῦτο ὁ εὐαγγελιστὴς, μᾶλλον δὲ διορθούμενος αὐτῶν τὴν ὑπόνοιαν, ἐπήγαγε λέγων· Ἐκεῖνος δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ. Ὥστε εἰ καὶ ἐνταῦθα ὁ μὲν Χριστὸς οὐκ ἐποίει ἑαυτὸν ἴσον, οὐδὲ ἐβούλετο τοῦτο παραστῆσαι, οἱ δὲ Ἰουδαῖοι τοῦτο ὑπώπτευσαν, διώρθωσεν ἂν κἀνταῦθα τὴν ὑπόνοιαν αὐτῶν, καὶ εἶπεν· Ἰουδαῖοι μὲν ἐνόμιζον ἑαυτὸν ἴσον ποιεῖν τῷ Θεῷ, ἐκεῖνος δὲ οὐ περὶ τῆς ἰσότητος ἔλεγε. Καὶ γὰρ 59.216 οὐδὲ ἐνταῦθα μόνον οὗτος μόνος, ἀλλὰ καὶ ἀλλαχοῦ πάλιν τὸ αὐτὸ τοῦτο φαίνεται ποιῶν καὶ ἕτερος εὐαγγελιστής. Ὅτε γὰρ παρήγγειλε τοῖς μαθηταῖς λέγων· Προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων, ἐκεῖνοι δὲ διελογίζοντο, λέγοντες, ὅτι ἄρτους οὐκ ἐλάβομεν· καὶ ἄλλο μὲν αὐτὸς εἶπε, ζύμην τὴν διδασκαλίαν καλῶν, ἄλλο δὲ ὑπώπτευσαν οἱ μαθηταὶ, περὶ ἄρτων εἰρῆσθαι νομίζοντες, διορθοῦται αὐτὸ πάλιν, οὐκ ἔτι ὁ εὐαγγελιστὴς, ἀλλ' αὐτὸς ὁ Χριστὸς, οὕτω λέγων· Πῶς οὐ νοεῖτε ὅτι προσέχειν οὐ περὶ ἄρτων εἶπον ὑμῖν; Ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον. Καὶ μὴν, φησὶν, αὐτὸ τοῦτο ἀναιρῶν, ἐπήγαγεν ὁ Χριστός· Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδέν. Τοὐναντίον μὲν οὖν, ἄνθρωπε, πεποίηκεν· οὐδὲ γὰρ ἀναιρῶν, ἀλλὰ καὶ ἐπισφίγγων τὴν ἰσότητα τοῦτο λέγει. Ἀλλὰ προσέχετε μετὰ ἀκριβείας· οὐδὲ γὰρ τὸ τυχόν ἐστι τὸ ζητούμενον. Τὸ γὰρ, Ἀφ' ἑαυτοῦ, τοῦτο πολλαχοῦ τῆς Γραφῆς κεῖται, καὶ ἐπ' αὐτοῦ καὶ ἐπὶ τοῦ Πνεύματος τοῦ ἁγίου. Καὶ δεῖ μαθεῖν τῆς λέξεως τὴν δύναμιν, ἵνα μὴ τὰ μέγιστα ἁμαρτάνωμεν. Εἰ γὰρ αὐτὴν καθ' ἑαυτὴν οὕτως ἐκλάβοι τις, ὥσπερ ἐστὶ πρόχειρον ἐκλαβεῖν, σκόπησον ἡλίκον ἕψεται τὸ ἄτοπον. Οὐδὲ γὰρ εἶπεν, ὅτι τὰ μὲν δύναται ἀφ' ἑαυτοῦ ποιεῖν, τὰ δὲ οὐ δύναται, ἀλλὰ καθόλου εἶπεν· Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδέν. δʹ. Ἐρώμεθα τοίνυν τὸν ἀντιλέγοντα τούτοις· Οὐδὲν οὖν ἀφ' ἑαυτοῦ δύναται ποιεῖν ὁ Υἱὸς, εἰπέ μοι; Κἂν εἴπῃ, ὅτι Οὐδὲν, ἐροῦμεν, ὅτι Καὶ μὴν τὸ μέγιστον τῶν ἀγαθῶν ἀφ' ἑαυτοῦ