155
θεῶν αμα τοῖς χρηστηρίοις δι' ων ἠπάτων οἱ δαίμονες ἀνατρεπομένων· ἀλλὰ καὶ τῶν ἀνθρώπων τοῖς γηΐνοις διὰ προπαθείας ἡνωμένων μετατιθεμένων τῷ Χριστῷ λόγῳ, κλόνον καὶ τρόμον ὑπέμενεν ἡ γῆ. Καὶ τὴν θάλασσαν δέ, τὸν παρόντα βίον, μόνος ̓Ιησοῦς θεὸς ων ωδευσεν ὡς ιχνη καὶ τεκμήρια καταλειπεῖν τῆς ὁδοῦ, οπως ἐπακολουθήσωσιν οἱ βουλόμενοι αὐτῷ επεσθαι· Αἱ τρίβοι σου γάρ φησιν ἐν υδασι πολλοῖς, καὶ τὰ ιχνη σου οὐ γνωσθήσεται, διὰ τὸ ἀκατάληπτον ειναι τὸν τῆς πορείας αὐτοῦ λόγον. ̔Ωδηγήθη δὲ τὰ Χριστοῦ πρόβατα ὑπὸ θεοῦ ἐν πράξει (συμβολικῶς χειρὶ ὀνομαζομένῃ) τοῦ πνευματικοῦ νόμου καὶ τοῦ ἱερατικοῦ λόγου. Χριστὸς δὲ ἡμῖν ἀμφότερα γεγένηται αὐτὸς ων ὁ πνευματικὸς νόμος, τῆς πνευματικῆς τελετῆς τοῦ θεοῦ μυσταγωγὸς καὶ ἀρχιερεὺς ὁ μέγας τοὺς οὐρανοὺς διεληλυθώς. σημαίνει δὲ Μωυσῇ τὸν νόμον, ̓Ααρὼν δὲ τὸν ἀρχιερέα· διὸ καὶ ἀδελφοὶ τυγχάνουσιν, υἱοὶ τυγχάνοντες τῆς θείας προνοίας γεννησάσης τοῦτον τὸν νόμον καὶ τὸν κατάλληλον αὐτῷ ἀρχιερατικὸν λόγον· βουλήσει γὰρ αὐτῆς ἀνθρώποις ὑπῆρκται τὰ ἀγαθὰ ταῦτα.
804 Ps 77,1a Νόμον ἐπὶ τοῦ παρόντος δύναται καλεῖν πᾶσαν τὴν παλαιὰν
γραφήν. εἰ δὲ σημαίνοιτο ὁ προστακτικὸς καὶ ἀπαγορευτικὸς λόγος ἐκ τῆς νόμος φωνῆς κατὰ τὸν προκείμενον στίχον, προσέχειν ἐντέλλεται τῷ νόμῳ, οπως κατωρθωμένα τὰ ηθη εχωσιν οἱ τὴν πρόσταξιν εἰληφότες αἱρούμενοι τἀγαθὰ καὶ φεύγοντες τὰ φαῦλα. 805 Ps 77,3 Ταῦτα οἱ Χριστοῦ νοῦν εχοντες ηκουσαν καὶ συνῆκαν πνευματικῶς· οὐ γὰρ ἐκρύβη ἀπ' αὐτῶν τῶν πατέρων κατ' ἐπιστήμην διηγησαμένων αὐτοῖς. καὶ αὐτοὶ δὲ ουτοι τοῖς τέκνοις ἑαυτῶν γεννηθεῖσιν ὑπ' αὐτῶν διὰ παιδεύσεως ἐφανέρωσαν τὰ ἀπ' ἀρχῆς προβλήματα, οπως καὶ εἰς τὴν ἑξῆς αὐτῶν γενεὰν γνωστὰ καὶ μὴ κεκρυμμένα τυγχάνῃ. 806 Ps 77,8δ ̔Ο γὰρ μετὰ τοῦ θεοῦ πνεύματι γινόμενος ἐξ αὐτοῦ τοῦ συνεῖναι θεῷ πιστοῦται καὶ βεβαιοῦται κατὰ πνεῦμα. πνεῦμα δὲ τὴν διάνοιαν ἐνταῦθα εἰρῆσθαι νομιστέον κατὰ τὸ περὶ τῆς παρθένου λεχθέν, οπως ῃ ἁγία πνεύματι καὶ σώματι· πνεῦμα γὰρ ἐν τούτοις τὴν γνώμην αὐτὴν καὶ τὴν διάθεσιν καλεῖ, ἀφ' ης ἡγιασμένης συμβαίνει καὶ τὸ σῶμα ἁγιάζεσθαι ἐνεργείαις ἁγιαστικαῖς ὑπηρετούμενον. εἰ δὲ καὶ αὐτὴ ἡ ψυχὴ πνεῦμα καὶ ἐνταῦθα καλεῖται, συνεπίστησον. 807 Ps 77,17-22 Πρὸ τῆς ἀντιλογίας δεδόμενον ην τὸ μάννα, ὁ ψαλμὸς μετὰ τὴν ἀντιλογίαν φησὶ καὶ τὸ μάννα καὶ τὸ κρέας δεδόσθαι. ἀλλὰ τοῦτο οὐκ αν ειη ζήτημα. ἐπισυνάπτει γὰρ τὰ ἐν διαφόροις χρόνοις ὁ ψαλμός, μίαν ἀντιλογίαν ἐν διαφόροις χρόνοις γεγενημένην συνάγων ὑπὸ μίαν αἰτίαν. εἰ γὰρ δὴ τὴν πρώτην ἀντιλογίαν τις οιητο τὴν πρὸ τῆς ποιήσεως τῆς σκηνῆς τὴν ἐν δευτέρῳ μηνὶ τῆς ἐξόδου, οὐκ ἐν καιρῷ τὴν ἱστορίαν ἐκείνην τῷ ψαλμῷ παρατίθησιν· ουπω γὰρ τότε τὸ ἐκ τῆς πέτρας υδωρ ἐτύγχανε δεδόμενον, οὐδὲ μὴν τιμωρία ἡ τοῦ πυρὸς ἐπηκολούθησεν, ατε δὴ καὶ πρωτοπείροις ουσι καὶ οὐκ ἀπεικότως ἀπιστοῦσιν ετι πρὸς τὴν παράδοξον δόσιν τῆς τροφῆς καὶ ὀλιγοψύχως εχουσι διὰ τὸ μὴ παραχρῆμα τῆς ἀφθονίας τυγχάνειν. διὸ οὐδὲ Μωυσῆς ἀπέκαμεν ἐπὶ ταῖς τοῦ λαοῦ μικροψυχίαις. ἐν δὲ τῇ δευτέρᾳ περὶ τῶν κρεῶν ἀντιλογίᾳ χαλεπῶς ηδη φέρει καὶ Μωυσῆς· εἰκότως δὲ καὶ ἡ παρὰ θεοῦ τιμωρία τηνικαῦτα αὐτοῖς ἐπῄει, καὶ πυρὶ κατεφλέγοντο. δέον πιστεύειν ἐκ τῶν προυπηργμένων μὴ πιστεύοντες τῇ θείᾳ δυνάμει, καὶ δέον ἐλπίζειν τὴν ἀπ' αὐτοῦ σωτηρίαν οὐκ ἐλπίζοντες. 808 Ps 77,17-25a ̔Ρητέον δὲ καὶ κατὰ ἀναγωγὴν ωδε· ἐν τῇ ἐρήμῳ τοῦ υἱοῦ ενθα πολλὴ ἐπικρατεῖ αγνοια τῶν πραγμάτων. διελὼν καὶ διαιρήσας τὸν στερρότατον αὐτοῦ λόγον πέτραν ὀνομαζόμενον, ποτισμὸς πολὺς τοῖς εὐεργετουμένοις γεγένηται ὡς παραβληθῆναι τὸ ῥέον υδωρ διὰ τὸ ἀπερίγραφον κατὰ βάθος καὶ πλάτος ἀβύσσῳ. τὸ γὰρ ἐξαχθὲν ἐκ ταύτης τῆς πέτρας υδωρ ὡς