155
πεποίηκε· καὶ βοᾷ Παῦλος, λέγων· Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών. Καὶ πάλιν αὐτὸς ὁ Χριστὸς ἀλλαχοῦ· Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτὴν, καὶ οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμοῦ ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ. Ὁρᾷς καὶ θανάτου καὶ ζωῆς ἐξουσίαν ἔχοντα, καὶ τὴν τοσαύτην οἰκονομίαν ἀφ' ἑαυτοῦ ἐργασάμενον; Καὶ τί λέγω περὶ τοῦ Χριστοῦ; Ἡμεῖς γὰρ, ὧν οὐδὲν εὐτελέστερον γένοιτ' ἂν, πολλὰ ἀφ' ἑαυτῶν πράττομεν, καὶ κακίαν ἀφ' ἑαυτῶν αἱρούμενοι, καὶ ἀρετὴν ἀφ' ἑαυτῶν μετερχόμενοι. Εἰ δὲ μὴ ἀφ' ἑαυτῶν, μηδὲ ἐξουσίαν ἔχοντες, οὔτ' εἰς γέενναν ἁμαρτάνοντες ἐμπεσούμεθα, οὔτε βασιλείας κατορθοῦντες ἐπιτευξόμεθα. Οὐδὲν οὖν ἄλλο ἐστὶ τὸ, Ἀφ' ἑαυτοῦ οὐ δύναται ποιεῖν οὐδὲν, ἢ ὅτι οὐδὲν ἐναντίον τῷ Πατρὶ, οὐδὲν ἀλλότριον, οὐδὲν ξένον, ὃ μάλιστα τὴν ἰσότητα ἐνδεικνυμένου καὶ τὴν πολλὴν συμφωνίαν ἐστί. Καὶ τίνος ἕνεκεν οὐκ εἶπεν, ὅτι οὐδὲν ἐναντίον ποιεῖ, ἀλλ' ὅτι Οὐ δύναται; Ἵνα κἀντεῦθεν δείξῃ πάλιν τὸ ἀπαράλλακτον καὶ τὴν ἀκρίβειαν τῆς ἰσότητος. Οὐ γὰρ ἀσθένειαν αὐτοῦ κατηγορεῖ τὸ ῥῆμα, ἀλλὰ καὶ πολλὴν αὐτοῦ τὴν δύναμιν μαρτυρεῖ. Ἐπεὶ καὶ ἀλλαχοῦ περὶ τοῦ Πατρός φησιν ὁ Παῦλος· Ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι Θεόν· καὶ πάλιν, Εἰ ἀρνησόμεθα, ἐκεῖνος πιστὸς μένει· ἀρνήσασθαι ἑαυτὸν οὐ δύναται. Καὶ οὐ δήπου τοῦτο τὸ, Ἀδύνατον, δηλωτικὸν ἀσθενείας, ἀλλὰ δυνάμεώς ἐστι, καὶ δυνάμεως ἀφάτου. Ὃ οὖν λέγει, τοῦτό ἐστι· Πάντων ἀνεπίδεκτος ἡ οὐσία ἐκείνη τῶν τοιούτων ἐστίν. Ὥσπερ γὰρ ὅταν λέγωμεν καὶ ἡμεῖς, ἀδύνατον τὸν Θεὸν ἁμαρτεῖν, οὐκ ἀσθένειαν αὐτοῦ κατηγοροῦμεν, ἀλλὰ ἄῤῥητόν τινα δύναμιν αὐτοῦ μαρτυροῦμεν· 59.217 οὕτω δὴ καὶ αὐτὸς ὅταν εἴπῃ, Οὐ δύναμαι ἀπ' ἐμαυτοῦ ποιεῖν οὐδὲν, τοῦτο λέγει, ὅτι Ἀδύνατον καὶ ἀνεγχώρητόν ἐστιν ἐμὲ ποιῆσαί τι ἐναντίον τῷ Πατρί. Καὶ ἵνα μάθῃς ὅτι τοῦτό ἐστι τὸ λεγόμενον, τὰ ἑξῆς ἐπελθόντες, ἴδωμεν τίσι ψηφίζεται ὁ Χριστός· πότερον τοῖς παρ' ἡμῶν λεχθεῖσιν, ἢ τοῖς παρ' ὑμῖν. Σὺ μὲν γὰρ φῂς τὴν ἐξουσίαν ἀναιρεῖν τὸ ῥῆμα, καὶ τὴν προσήκουσαν αὐθεντίαν αὐτοῦ, καὶ τὴν δύναμιν ἀσθενῆ δεικνύναι· ἐγὼ δὲ λέγω ὅτι τὴν ἰσότητα, καὶ τὸ ἀπαράλλακτον, καὶ τὸ ὡσανεὶ ἐκ μιᾶς γνώμης καὶ ἐξουσίας καὶ δυνάμεως γινόμενον ἐμφαίνει τοῦτο. Οὐκοῦν αὐτὸν ἐρώμεθα τὸν Χριστὸν, καὶ ἴδωμεν δι' ὧν φησιν ἑξῆς, πότερον πρὸς τὴν σὴν ὑπόνοιαν, ἢ πρὸς τὴν ἡμετέραν ἑρμηνεύει τὰ εἰρημένα. Τί οὖν φησιν· Ἃ γὰρ ἂν ὁ Πατὴρ ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ. Εἶδες πῶς πρόῤῥιζον ἀνεῖλε τὸ ὑμέτερον, καὶ τὰ εἰρημένα παρ' ἡμῶν ἐβεβαίωσεν; Εἰ γὰρ ἀφ' ἑαυτοῦ οὐδὲν ποιεῖ, ἔσται οὐδὲ ὁ Πατὴρ ἀφ' ἑαυτοῦ τι ποιῶν, εἴ γε ὁμοίως αὐτῷ πάντα ποιεῖ. Ἐπεὶ εἰ μὴ τοῦτό ἐστι, καὶ ἕτερον ἄτοπον ἕψεται. Οὐδὲ γὰρ εἶπεν, ὅτι ἃ εἶδε τὸν Πατέρα ποιοῦντα ἐποίησεν, ἀλλ', Ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα, οὐ ποιεῖ, τῷ παντὶ παρατείνων χρόνῳ τὸν λόγον· καὶ ἔσται καθ' ὑμᾶς ἀεὶ τὰ αὐτὰ μανθάνων. Εἶδες πῶς τὸ μὲν νόημά ἐστιν ὑψηλὸν, ἡ δὲ ταπεινότης τοῦ ῥήματος καὶ τοὺς λίαν ἀναισχύντους καὶ μὴ βουλομένους ἀναγκάζει φυγεῖν τὸ χαμαίζηλον καὶ σφόδρα τῆς ἀξίας ἐκείνης ἀπᾷδον; Τίς γὰρ οὕτως ἄθλιος καὶ ταλαίπωρος, ὡς εἰπεῖν τὸν Υἱὸν καθ' ἑκάστην ἡμέραν μανθάνειν ἃ δεῖ ποιεῖν; Πῶς δὲ ἔσται ἐκεῖνο ἀληθὲς, τὸ, Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι; πῶς δὲ, Καὶ πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν· εἴ γε τὰ μὲν ὁ Πατὴρ ποιεῖ, τὰ δὲ αὐτὸς ὁρῶν μιμεῖται; Ὁρᾷς ὅτι καὶ ἐκ τῶν ἄνωθεν εἰρημένων, καὶ ἐκ τῶν μετὰ ταῦτα λεχθέντων δείκνυται τῆς αὐθεντίας ἡ ἀπόδειξις; Εἰ δὲ ταπεινότερον προάγει τῶν ῥημάτων ἔνια, μὴ θαυμάσῃς. Ἐπειδὴ γὰρ ἐδίωκον αὐτὸν, τὰ ὑψηλὰ ἀκούσαντες, καὶ ἀντίθεον εἶναι ἐνόμιζον, ὀλίγον καθυφεὶς διὰ τῶν ῥημάτων μόνων, πάλιν ἐπὶ τὰ ὑψηλότερα ἀνάγει τὸν λόγον· εἶτα πάλιν ἐπὶ τὰ ταπεινὰ, ποικίλλων αὐτοῦ τὴν διδασκαλίαν, ὥστε εὐπαράδεκτον γενέσθαι καὶ τοῖς ἀγνώμοσι. Σκόπει δέ· Εἰπὼν, Ὁ Πατήρ μου ἐργάζεται, κἀγὼ ἐργάζομαι· καὶ ἀποφήνας ἴσον ἑαυτὸν τῷ Θεῷ, πάλιν