156
ποταμοὶ κατηνέχθη. ποταμοὶ δὲ περὶ ων ὁ σωτὴρ ̔Ο πιστεύων εἰς ἐμέ, καθὼς ειπεν ἡ γραφή, ἐκ τῆς πνευματικῆς αὐτοῦ κοιλίας (τῆς κατὰ τὸν εσω ανθρωπον) ῥεύσουσιν υδατος ζῶντος· ελεγε δέ, φησὶν ὁ συγγραφεύς, τοῦτο περὶ τοῦ πνεύματος ου εμελλον λαβεῖν οἱ πιστεύοντες. Τούτων γὰρ τῶν ποταμῶν τὸ υδωρ ἐξάγεται ἐκ πέτρας περὶ ης ὁ Παῦλός φησιν Επινον ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ην ὁ Χριστός. αὐτὸς ουν ὁ Χριστός, καθὸ πέτρα ἐστί, περὶ τοῦ υδατος τῶν ποταμῶν ειπεν Οτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν πάντα. Καὶ προσέθεντο ετι τοῦ ἁμαρτάνειν αὐτῷ, οὐ πάντων τῶν ἁμαρτανόντων θεῷ ἁμαρτανόντων ἀλλὰ μόνων τῶν γνόντων αὐτοῦ τὸ θέλημα καὶ μὴ ποιούντων αὐτό. ἀμέλει καὶ ∆αυὶδ οὐκ ἀγνοῶν τοῦ θεοῦ τὸ βούλημα εφη Σοὶ μόνῳ ημαρτον. η τάχα τῶν ἐν ἠθικοῖς ἁμαρτανόντων ἡ ἁμαρτία εἰς ἀνθρώπους γίνεται, τῶν δὲ θεὸν καὶ τὴν πρόνοιαν κακολογούντων ἡ ἁμαρτία ἀσέβειά τις ουσα εἰς θεὸν ἀνατρέχει. ̓Εὰν γὰρ ἁμάρτῃ τις εἰς ανδρα, καὶ προσεύξεται περὶ αὐτοῦ· ἐὰν δὲ εἰς κύριον τὸν θεὸν ἁμάρτῃ, τίς προσεύξεται περὶ αὐτοῦ; ̓Αμέλει γοῦν ἐπιφέρεται οτι τὸν υψιστον παρεπίκραναν ἐν ἀνύδρῳ στερόμενοι τῶν πνευματικῶν ὑδάτων· ἀπεστράφησαν γὰρ τὸ ἀπὸ τῆς προειρημένης πέτρας υδωρ. ἐν ἀνύδρῳ δὲ τυγχάνοντες οὐδὲν τῶν γλυκαινόντων τὴν χρηστότητα τοῦ θεοῦ εδρασαν. γλυκαίνει δὲ αὐτὴν τὰ κατ' ἀρετὴν καὶ σοφίαν ἐνεργούμενα καὶ θεωρούμενα. ̓Εξεπείρασαν ουν αὐτὸν ἐν ταῖς καρδίαις αὐτῶν, οὐκ ἐξ ἐπιπολῆς ἀλλ' ἐκ βάθους τοῦ ἡγεμονικοῦ ἑαυτῶν κατὰ τοῦ θεοῦ διανοούμενοι καὶ ἀμφιβάλλοντες περὶ τῆς δυνάμεως αὐτοῦ τοῦ αἰτῆσαι βρώματα ταῖς ψυχαῖς αὐτῶν οὐ ταῖς κατ' εἰκόνα καὶ ὁμοίωσιν θεοῦ γεγενημέναις (τρέφονται γὰρ αυται τὸν τῆς ζωῆς αρτον καὶ τὸν καρπὸν τοῦ ξύλου τῆς ζωῆς) ἀλλὰ ταῖς εἰς σάρκας μεταβαλλούσαις διὰ τὸ τοῖς ὑλικοῖς προσπεπονθέναι ὀρεγομέναις οὐκ ὠφελίμων καὶ ὑγιῶν τροφῶν ἀλλ' ἡδέων καὶ νοσοποιῶν. η τάχα ψυχὴ τροφῶν ὀρεγομένη ἡ ἐπιθυμητικὴ καὶ ὀρεκτικὴ ἐν ἡμῖν αλογος δύναμίς ἐστιν. περὶ ταύτης γὰρ ειρηται Καὶ φάγῃ κρέα οσον ἐπιθυμεῖ ἡ ψυχή σου. ταύτης μετέχει καὶ τὰ αλογα ζῷα ὀρεγόμενα καὶ ἐπιθυμητικὰ τροφῆς οντα. Καὶ κατελάλησαν τοῦ θεοῦ καὶ ειπον Μὴ δυνήσεται ὁ θεὸς ἑτοιμάσαι τράπεζαν ἐν ἐρήμῳ, καὶ τὰ ἑξῆς; ἀλλὰ καὶ δέδωκεν αρτον ἐκ τοῦ οὐρανοῦ καταβεβηκότα καὶ τράπεζαν ἡτοίμασεν ἐνώπιον τοῦ λαοῦ αὐτοῦ. εφη ἡ Σοφία Τὰ ἑαυτῆς θύματα ἐπέθηκε καὶ τὸν ἑαυτῆς οικον εἰς κρατῆρα κεράσασα ἡτοίμασε· καὶ γεύσεται αὐτῶν οὐδεὶς τῶν ἀπίστων. εἰς τοῦτο παραλήψῃ τὸ Λέγω γὰρ ὑμῖν Οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων γεύσεταί μου δείπνου. ∆ιὰ τοῦτο ηκουσε κύριος καὶ ἀνεβάλετο, καν εἰς τὸ ετι προσέχειν αὐτοῖς. τοῦτο δὲ ἠκολούθησε τὸ ἀναφθῆναι τὸ πῦρ τῶν ἐπιθυμιῶν ἐπὶ τὸν ̓Ιακώβ· η τὸ ἐπὶ τὸ ἀσκεῖν καὶ πονεῖν ὑπὲρ ἀρετῆς κεκριμένον, η πῦρ ἀνήφθη ἐκ θεοῦ τὸ δυνάμενον καταφλέξαι ἐπ' εὐεργεσίᾳ αὐτῶν τὴν ὑλικὴν προαίρεσιν καὶ διάθεσιν αὐτῶν. ἑπομένως δὲ τῷ πυρὶ τούτῳ ἀνέβη ἐπὶ τὸν ̓Ισραὴλ ὀργή. ἀφ' ων γὰρ επραττον κατωτερικῶν οντων, ἐξαφθεῖσα ἡ ὀργὴ ἐπὶ τὸν ̓Ισραὴλ ἀναβέβηκε. καὶ τάχα μὲν ἐπὶ τοὺς ἀλλοτρίους τῆς θεοσεβείας κάτω που κειμένους ὀργὴ καταβαίνει κατὰ τὸ λεχθὲν ̓Αποκαλύπτεται γὰρ ὀργὴ θεοῦ ἀπ' οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων. ἀναβαίνει δὲ ὀργὴ ἐπὶ τοὺς κληθέντας ἐπὶ τὸ πράττειν α βούλεται θεός, ανω διὰ τοῦ κεκλῆσθαι γεγενημένους. ἀμέλει γοῦν ἐπὶ τὸν ̓Ισραὴλ τὸν ὀφείλοντα ανω βλέπειν ἀναβεβηκέναι ειρηται ἡ ὀργή. ̓Επίστησον εἰ οἱ διακονούμενοι ταῖς ἐκ θεοῦ κολάσεσι σκεύη τυγχάνοντες ὀργῆς, ὁμωνύμως ῃ ὑπηρετοῦνται ὀργὴ καλοῦνται. καὶ ἡ ουτως ουν λεγομένη ὀργὴ κατωτέρω ουσα τοῦ προλεχθέντος ̓Ισραήλ, ἐπ' αὐτὸν ἀναβαίνει. τούτων συνᾴδει ̓Εὰν τὸ πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σέ, τόπον σου μὴ ἀφῇς. καὶ ἐν τούτοις γὰρ τὸ πνεῦμα τὸ ἀκάθαρτον κάτω λέγεται ειναι τοῦ πρὸς ον ἀναβαίνει. διὸ ἀναβαίνειν ἐπὶ τὸν ̓Ισραὴλ δεδύνηται. Καὶ ἐπεὶ οὐκ ἐπίστευσαν τῷ θεῷ, ουτε