157
ηλπισαν ἐπὶ τὸ σωτήριον αὐτοῦ. οἱ γὰρ μὴ ἐλπίσαντες ἐπὶ τὸν ̓Ιησοῦν οντα θεοῦ σωτήριον οὐδὲ αὐτῷ τῷ θεῷ ἐπίστευσαν. τοῖς γοῦν ἀποστόλοις ὑπὸ Χριστοῦ ειρηται Πιστεύετε εἰς ἐμέ, καὶ εἰς τὸν θεὸν πιστεύετε. δυνατὸν δ' ἐπὶ τὸν ̓Ισραὴλ μὴ πιστεύσαντα εἰς τὸν θεὸν μηδ' ἐλπίσαντα ἐπὶ τὸ σωτήριον αὐτοῦ ἀναβεβηκέναι νομίζειν τὴν ὀργὴν ην ὑπομένουσιν ἁλόντες ὑπὸ ῥώμης, περὶ ης ὁ Παῦλος εφη Εφθασε δ' αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. Καὶ αρτον οὐρανοῦ εδωκεν αὐτοῖς. ἡ οὐρανὸς φωνὴ σημαίνει τὴν τῶν νοητῶν οὐσίαν καθὰ καὶ ἐν τοῖς εμπροσθεν διειλήφαμεν, αἱ δὲ ἀνοιγόμεναι θυρίδες τῶν οὐρανῶν αἱ ἐξαπλώσεις καὶ φανερώσεις τῶν πατρικῶν εἰσιν, ῥέοντος τοῦ θεοῦ τὰς αὐτοῦ δωρεὰς διὰ τούτων τῶν θυρίδων. Αρτον ἀγγέλων εφαγεν ανθρωπος· ινα ειπῃ τὸν ἐν τῷ κρυπτῷ τῆς καρδίας ανθρωπον. διὸ καὶ πάντα τὰ αλλα ὀνόματα παρεὶς καίτοι πολλάκις αὐτῶν μνημονεύσας, τοῦ ̓Ιακὼβ καὶ τοῦ ̓Ισραὴλ καὶ τοῦ ̓Εφραίμ, τῆς ἀνθρώπουπροσηγορίας ἐνταῦθα μνημονεύει πρὸς δεῖξιν τοῦ τὸν ἀληθῶς ανθρωπον τὸν κατ' εἰκόνα καὶ ὁμοίωσιν θεοῦ γεγενημένον ὁμοτράπεζον καὶ ὁμέστιον ἀγγέλοις γεγονέναι μεταλαμβάνοντα τοῦ ἀληθινοῦ μάννα. 809 Ps 77,38b Τὸ διαφθεῖραι σημαίνει ποτὲ τὸ κολάσει περιπεσεῖν καθάπερ Ει τις τὸν ναὸν τοῦ θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ θεός, ἀντὶ τοῦ κολάσει. ἀλλ' ἐπεὶ δηλοῖ τὸ διαφθεῖραι καὶ τὸ παραδοθῆναι πάθεσιν ἀτιμίας κατὰ ἀντιμισθίαν πλάνης καὶ αλλων ἁμαρτημάτων γινομένων, οὐ διαφθείρει ὁ θεὸς κατὰ τοῦτο τὸ σημαινόμενον τοὺς ἀξίους τοῦ ιλεω εὑρεῖν αὐτόν, ὡς ἐλέῳ πολλῷ καὶ οἰκτιρμῷ ἱλάσασθαι ταῖς ἁμαρτίαις αὐτῶν. 810 Ps 77,49c-51 ̓Αγγέλους πονηροὺς οὐ φύσει οντας τοιούτους φησὶν ἀλλὰ τοὺς πόνων κάκωσιν ἐπιφέροντας. Οὐκ ἐφείσατο ἀπὸ θανάτου τῶν ψυχῶν αὐτῶν, ἐπαγαγὼν αὐτοῦ τὸν ἐπὶ καταλύσει τῆς μοχθηρᾶς ζωῆς θάνατον· εἰς τοῦτον τὸν θάνατον συγκλείσας καὶ τὰς ἀλόγους αὐτῶν δυνάμεις κτήνη τροπικῶς ὀνομαζομένας. πρὸς ἀγαθοῦ γὰρ αὐτοῖς εσται ἀποβαλεῖν καὶ τὰ κτήνη αὐτῶν τὴν φαύλην ζωήν, τουτέστι τὴν ἐμπαθῆ κίνησιν. Καὶ βαθύτερον δὲ νοήσεις· ἐπεὶ γὰρ ὁ ψυχικὸς ανθρωπος κατὰ ψυχὴν ἀλλ' οὐ κατὰ πνεῦμα ζῇ, οὐ φείδεται τῶν ουτω λεγομένων ψυχῶν αὐτῶν, ιν' ἀπολέσας τὴν ψυχικὴν κατάστασιν αὐτῶν εἰς πνευματικὴν εξιν αὐτοὺς ἀγάγῃ. οτι δὲ οὐκ ἀεὶ τὸ ονομα τῆς ψυχῆς οὐσίαν σημαίνει, σαφῶς παρίσταται ἐκ τοῦ Ψυχὴ πονηρὰ ἀπολεῖ τὸν κτησάμενον αὐτήν. οὐ γὰρ τὸ σῶμα κτησάμενον ψυχὴν λέγει πονηρὰν ἀλλὰ τὴν οὐσίαν ῃ συμβέβηκε τὸ πρᾶγμα καθ' ου κεῖται νῦν ἡ ψυχὴ λέξις. καὶ ἡ συνήθεια δὲ ψυχὴν καλὴν καὶ φαύλην εχειν τινὰς λέγουσα συμφέρεται τῷ προκειμένῳ σημαινομένῳ. ̔Η δεκάτη δὲ πληγὴ τοῖς Αἰγυπτίοις ἐπαχθεῖσα θάνατος ην τῶν παρ' αὐτοῖς πρωτοτόκων ἀπὸ ἀνθρώπου εως κτήνους. τάχα ουν ἐπὶ τῶν ἀνθρώπων τῶν πρῶτον τεχθέντων κυριολεκτοῦσαν τὴν πρωτότοκον φωνὴν ἐπὶ τῶν ἀλόγων ζῴων ἀπαρχὴν πόνων τὴν πρωτότοκον ειπε. ἀπαρχὴ γὰρ πόνων τῶν ζῳοτροφούντων τὰ πρωτότοκα. συμφέρομαι δὲ εἰς τοῦτο ειναι τὸ δηλούμενον· ἐκ προσθήκης τῆς λεγούσης ἐν τοῖς σκηνώμασιν αὐτῶν τὰ πρωτότοκα τῶν ἀλόγων ἀνῃρέθη, οπως ζημίᾳ ὑποπέσωσιν οἱ κεκτημένοι, ἀλλὰ καὶ τὰ ἀνθρώπων πρωτότοκα ὑπεβλήθη θανάτῳ ἐπὶ τῷ πειραθῆναι συμφορᾶς τοὺς τούτων γονέας. πρὸς γοῦν τοὺς μὴ παιδευομένους μηδ' αυ μετανοοῦντας ἐπὶ τοιούτοις θεηλάτοις Μάτην ἐπάταξα τὰ τέκνα ὑμῶν, ειρηται, παιδείαν οὐκ ἐδέξασθε. καὶ ουτοι δὲ οἱ πρωτότοκοι ητοι ἐπιτιμίαν εσχον τὸ θανεῖν τῶν σφῶν ἁμαρτιῶν η οὐδὲν ἐβλάβησαν, εἰ παιδεύσεως αλλων ενεκα ὑπέπεσον θανάτῳ· ἀδιάφορον γὰρ τὸ τεθνάναι καὶ ἐξ ἀνάγκης συμβαῖνον, πρὸς δ' ἀλήθειαν ἀνεξερεύνητα τὰ κρίματα τοῦ θεοῦ. Πρὸς ἀναγωγήν· ἐπεὶ πνευματικῶς Αιγυπτος καλεῖται πᾶς ὁ περὶ γῆν τόπος, οἱ ἐν τούτῳ διατρίβοντες Αἰγύπτιοι προσαγορεύονται. χάριτι θεοῦ τοίνυν τούτων τῶν Αἰγυπτίων τὰ πρῶτα γεννήματα τῆς ψυχῆς αὐτῶν ἀναιρεῖται, αγνοια καὶ κακία τυγχάνοντα. πρὸ γὰρ τῶν