157
εἰ καὶ ὄχλων ἐρᾷς, ἐφέλκου τὸν δῆμον τῶν ἀγγέλων, καὶ γίνου φοβερὸς δαίμοσι, καὶ τῶν ἀνθρωπίνων οὐδένα 59.219 ποιήσῃ λόγον· ἀλλὰ πάντα οὕτω καταπατήσεις τὰ λαμπρὰ, ὡς βόρβορον καὶ πηλόν· καὶ ὄψει τότε σαφῶς, ὅτι οὐδὲν οὕτω παρασκευάζει ψυχὴν ἀσχημονεῖν, ὡς τὸ δόξης ἐρᾷν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι τὸν ταύτης ἐρῶντα μὴ ζῆσαι βίον ἐσταυρωμένον· ὥσπερ οὖν οὐκ ἔστι πατήσαντα ταύτην, μὴ τὰ πλείονα τῶν παθῶν καταπατῆσαι. Ὁ γὰρ ταύτης περιγενόμενος, καὶ φθόνου καὶ φιλοχρηματίας, καὶ πάντων περιέσται τῶν χαλεπῶν νοσημάτων. Καὶ πῶς αὐτῆς περιεσόμεθα, φησίν; Ἂν πρὸς τὴν ἄλλην ἴδωμεν δόξαν τὴν ἐκ τῶν οὐρανῶν, ἧς ἐκβάλλειν ἡμᾶς αὕτη βιάζεται. Ἐκείνη γὰρ καὶ ἐνταῦθα ποιεῖ λαμπροὺς, καὶ μεθ' ἡμῶν πρὸς τὴν μέλλουσαν συναποδημεῖ ζωὴν, καὶ πάσης ἡμᾶς ἐλευθεροῖ δουλείας σαρκικῆς, ᾗ μετὰ πολλῆς ἀθλιότητος δουλεύομεν νῦν, ὅλους ἑαυτοὺς τῇ γῇ καὶ τοῖς ταύτης ἐκδόντες πράγμασι. Κἂν εἰς ἀγορὰν ἐμβάλῃς, κἂν εἰς οἰκίαν εἰσέλθῃς, κἂν εἰς τὰς ὁδοὺς, κἂν εἰς τοὺς σταθμοὺς, κἂν εἰς τὰ καταγώγια, κἂν εἰς τὰ πανδοχεῖα, κἂν εἰς πλοῖον, κἂν εἰς νῆσον, κἂν εἰς τὰ βασίλεια, κἂν εἰς τὰ δικαστήρια, κἂν εἰς βουλευτήρια, πανταχοῦ τῶν παρόντων καὶ τῶν βιωτικῶν 59.220 πραγμάτων ὄψει τὴν φροντίδα, καὶ ἕκαστον ὑπὲρ τούτων κοπτόμενον, τούς τε ἀπόντας τούς τε ἐπιόντας, τοὺς ἀποδημοῦντας τούς τε μένοντας, τοὺς πλέοντας, τοὺς γεωργοῦντας, τοὺς ἐν τοῖς ἀγροῖς, τοὺς ἐν ταῖς πόλεσι, πάντας ἁπλῶς. Τίς οὖν ἡμῖν ἐλπὶς σωτηρίας ἔσται, ὅταν τὴν γῆν οἰκοῦντες τοῦ Θεοῦ, μὴ τὰ τοῦ Θεοῦ φρονῶμεν, ἀλλὰ κελευσθέντες εἶναι ξένοι τῶν ἐνταῦθα, ξένοι τῶν οὐρανῶν ὦμεν, καὶ τῶν ἐνταῦθα πολῖται; Τί ταύτης τῆς ἀναισθησίας χεῖρον γένοιτ' ἂν, ὅταν καθ' ἑκάστην ἡμέραν τὰ τῆς κρίσεως, τὰ τῆς βασιλείας ἀκούοντες, τοὺς ἐπὶ τοῦ Νῶε μιμώμεθα καὶ τοὺς ἐν Σοδόμοις, τῇ πείρᾳ τῶν πραγμάτων μένοντες πάντα μαθεῖν; Καίτοι γε διὰ τοῦτο πάντα ἐκεῖνα γέγραπται, ἵνα εἴ τις τοῖς μέλλουσιν ἀπιστεῖ, ἀπὸ τῶν ἤδη γεγενημένων σαφῆ λάβῃ καὶ περὶ τῶν μελλόντων τὴν ἀπόδειξιν. Ταῦτα οὖν ἐννοοῦντες, καὶ τὰ παρεληλυθότα καὶ τὰ μέλλοντα, μικρὸν γοῦν ἀναπνεύσωμεν τῆς χαλεπῆς ταύτης δουλείας, καί τινα καὶ τῆς ψυχῆς ποιησώμεθα λόγον, ἵνα καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 59.219 ΟΜΙΛΙΑ ΛΘʹ. Ὁ Πατήρ μου οὐ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ, ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα. αʹ. Πολλῆς ἡμῖν δεῖ τῆς σπουδῆς ἐν ἅπασιν, ἀγαπητοί. Καὶ γὰρ λόγον δώσομεν, καὶ εὐθύνας ὑφέξομεν ἀκριβεῖς, καὶ ῥημάτων καὶ πραγμάτων. Οὐ γὰρ μέχρι τοῦ παρόντος τὰ ἡμέτερα ἕστηκεν, ἀλλὰ καὶ ἑτέρα τις ἡμᾶς ἐντεῦθεν ἐκδέξεται ζωῆς κατάστασις, καὶ δικαστηρίῳ παραστησόμεθα φοβερῷ. ∆εῖ γὰρ ἡμᾶς παραστῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, φησὶ Παῦλος, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε κακόν. Τοῦτο τοίνυν τὸ δικαστήριον ἐννοῶμεν ἀεὶ, καὶ οὕτω διὰ παντὸς τοῦ χρόνου δυνησόμεθα εἶναι ἐν ἀρετῇ. Ὥσπερ γὰρ ὁ τῆς ψυχῆς ἐκβαλὼν τὴν ἡμέραν ἐκείνην, καθάπερ ἵππος τὸν χαλινὸν ἀποῤῥήξας, εἰς κρημνοὺς φέρεται (Βεβηλοῦνται γὰρ, φησὶν, αἱ ὁδοὶ αὐτοῦ ἐν παντὶ καιρῷ· διὸ καὶ τὴν αἰτίαν τιθεὶς, ἐπήγαγεν· Ἀνταναιρεῖται τὰ κρίματά σου ἀπὸ προσώπου αὐτοῦ)· οὕτως ὁ διαπαντὸς τοῦτον ἔχων τὸν φόβον, σωφρόνως βαδιεῖται. Ἀναμιμνήσκου γὰρ, φησὶ, τὰ ἔσχατά σου, καὶ εἰς τὸν αἰῶνα οὐ μὴ ἁμαρτήσεις. Ὁ γὰρ ἀφεὶς ἡμῖν τὰ ἁμαρτήματα νῦν, οὗτος καθεδεῖται δικάζων τότε· ὁ ἀποθανὼν δι' ἡμᾶς, οὗτος φανεῖται πάλιν κρίνων τὴν φύσιν ἅπασαν. Ἐκ δευτέρου γὰρ, φησὶ, χωρὶς ἁμαρτίας ὀφθήσεται τοῖς αὐτὸν ἀπεκδεχομένοις εἰς σωτηρίαν. ∆ιὸ καὶ ἐνταῦθα ἔλεγεν· Ὁ Πατήρ μου οὐ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ, ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα. Οὐκοῦν καὶ Πατέρα αὐτὸν προσεροῦμεν, φησίν; Ἄπαγε. ∆ιὰ γὰρ τοῦτο εἶπε, Τὸν Υἱὸν, ἵνα μένοντα Υἱὸν τιμῶμεν ὡς τὸν