158
ἀρετῶν καὶ ἐπιστημῶν τῶν ὠφελίμων τέκνων τῶν διανοιῶν κακία καὶ αγνοια ὑφίσταται· διὸ καὶ πρωτότοκά τις ταῦτα ὀνομάζων οὐχ ἁμαρτάνει. ἀλλὰ καὶ τῶν κατὰ τὰς ἐπιτηδεύσεις τῶν κατὰ ἀρετὴν ἐπιστήμην ἐνεργειῶν φαῦλα τυγχάνοντα εστιν ἀναιρετέα. παντὶ γὰρ τῷ κατὰ τέχνην καὶ ἐπιστήμην ἐνεργοῦντι οὐκ εὐθὺς τὸ ευ ποιῆσαι η πρᾶξαι παραγίνεται, ἀλλὰ μετὰ τὸ ἀνεπιλήπτως ἐνεργῆσαι τὸ ἀμέμπτως ἐνεργῆσαι παραγίνεται. Τὸ δ' ἐν τοῖς σκηνώμασιν αὐτῶν προσκείμενον δηλοῖ περὶ ψυχῶν τὰ προκείμενα λέγεσθαι ετι τοῖς σώμασι συμπεπλεγμένων· σκηνώματα γὰρ ψυχῶν τὰ σώματα. 811 Ps 77,54 ̔Αγιάσματος ορος ἡ διῃρημένη καὶ ὑψηλοτάτη ἀρετή ἐστιν, οὐχ ἡ διανοητικὴ μόνον ἀλλὰ καὶ ἡ πρακτική. μόνος δὲ εἰς ταύτην γνησίως εἰσάγει ὁ μόνος τέλειος διδάσκαλος ̓Ιησοῦς. τότε ουν ἁγιάζονται οἱ ἐν τῷ ορει γινόμενοι, οταν ὑπὸ κυρίου ἀχθῶσιν εἰς αὐτό. τοῦτο δὴ τὸ ορος οὐχ ἡ τυχοῦσα ἀλλ' ἡ δεξιὰ τοῦ θεοῦ δύναμις οὐκ αλλη τοῦ μονογενοῦς ̓Ιησοῦ τυγχάνουσα κέκληται αὐτό. κτῆμα γὰρ ἀληθῶς ̓Ιησοῦ πᾶσα ἀρίστη γνώμη καὶ θεωρητικὴ τῆς ἀληθείας εξις, οθεν καὶ οἱ ταύτας τὰς διαθέσεις κτώμενοι κτήματα τοῦ κυρίου καλοῦνται. 812 Ps 77,61 Τάχα δὲ καὶ τεθνηκυίας αὐτὰς ἐν τοσαύτῃ φορᾷ θεηλάτων κακῶν ἐμακάρισαν μᾶλλον η εκλαυσαν. 813 Ps 77,66 Εἰς τὰ ὀπίσω αὐτοὺς ἐπάταξεν, οπως μὴ εμπροσθεν καὶ πρόσω ὠμότητος ἐλάσσωσιν ἀλλ' ἀναχαιτίσωσιν ἀπὸ τῆς ἀπανθρώπου καὶ πονηρᾶς εξεως αὐτῶν· οὐδένα γὰρ βούλεται ὁ θεὸς ἐν κακοῖς προκόπτειν, κηδόμενος δὲ αὐτῶν καὶ ονειδος αἰώνιον παρέσχεν αὐτοῖς. ὀνειδίζονται δὲ οἱ ἁμαρτωλοὶ καὶ οὐ πρὸς αλλων μόνον ἀλλὰ καὶ ὑφ' αὑτῶν, οταν αισθωνται ων δεδράκασι κακῶν. λέγει γοῦν πρός τινας ὁ θεὸς Αἰσχύνθητε ἀπὸ καυχήσεως ὑμῶν καὶ ἀπὸ ὀνειδισμοῦ ολην τὴν ἡμέραν. οἱ γὰρ ἐπὶ τοῖς χειρίστοις καυχώμενοι εὐεργετοῦνται, οταν αἰσχυνθῶσι καὶ ὀνειδισθῶσιν ἐφ' οις ἐσεμνύνοντο. 814 Ps 77,72 Τὸ τῆς ἀκακίας ονομα οὐκ εὐήθειαν ἐνταῦθα σημαίνει ἀλλὰ στέρησιν κακίας καὶ τὸ αδολον. οσοι ουν τῶν ἀρχομένων μιμοῦνται ἀκακίαν τοῦ διδασκάλου, ποιμαίνονται ὑπ' αὐτῆς. οπως δὲ μὴ ἐπιπλάστως τὸ ακακον ἐπιτηδεύων νομισθῇ ἀλλὰ ἀπὸ βελτίστης εξεως, ἐπιτελούμενον καρδίας ἀκακίαν εχειν αὐτὸν εφη. ̔Ωδήγησε δὲ καὶ αλλους τῇ τῶν χειρῶν αὐτοῦ συνέσει. διττὸν γὰρ καὶ τὸ τῆς συνέσεως ειδος, τὸ μὲν χειρῶν, τὸ δὲ νοῦ καὶ χειρός· ἡ γὰρ μετὰ σοφίας ὀνομαζομένη σύνεσις νῷ παραγίνεται. περὶ ταύτης λέγεται ̔Ο κύριος δίδωσι σοφίαν, καὶ ἀπὸ προσώπου αὐτοῦ γνῶσις καὶ σύνεσις. ἡ δὲ τῶν χειρῶν πρακτικὴ καὶ ποιητικὴ τυγχάνουσα δηλοῦται ἐν τῷ Σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν. ἡ γὰρ ποιουμένη σύνεσις χειρῶν ἐστι· καὶ ταύτῃ ὁδηγεῖ τινας ὁ διδάσκαλος τοὺς μὴ τοσοῦτον λόγῳ οσον πράξει ὠφελουμένους. Νοηθείη δὲ χειρῶν σύνεσις καὶ ὁ τῶν πρακτέων λόγος καθ' ον δυνάμεθα ἑκάστῳ τῶν κατὰ ἀρετὴν πραττομένων ἐπιστῆσαι λογικῶς.
815 Ps 78 αργ ῃιδε απολλ νρ. 127 816 Ps 78,1-3 Πρὸς δὲ διάνοιαν· η ποτε
κλῆρος γενομένη θεοῦ ψυχὴ καὶ ναὸς χρηματίσασα μεταπεσοῦσα πεῖραν τῶν ἐγκειμένων ελαβεν. ηλθον γὰρ ἐπ' αὐτὴν ουσαν κληρονομίαν θεοῦ οἱ πάλαι μηδὲ κατὰ ποσὸν δυνάμενοι συνεγγίσαι αὐτῇ ἀόρατοι ἐχθροὶ ους ειπεν εθνη διὰ τὸ ἀλλότριον τῆς τοῦ θεοῦ οἰκειώσεως. ταῦτα ουν ἐγγίσαντα ἐμίαναν τὸν ἐν αὐτῇ αγιον τοῦ θεοῦ ναόν, φθείροντες αὐτὸν δι' ων ἐνῆκαν ἁμαρτημάτων. οπως ουν μὴ τοῦτο γένηται, γράφεταί τισιν Οὐκ οιδατε οτι ναὸς θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν; ει τις τὸν ναὸν τοῦ θεοῦ φθείρει, φθειρεῖ τοῦτον ὁ θεός· ὁ γὰρ ναὸς τοῦ θεοῦ αγιός ἐστιν, οιτινές ἐστε ὑμεῖς. ∆υνατὸν δὲ καὶ τοὺς ἀκαθάρτους καὶ ἀπεριτμήτους λογισμοὺς εθνη εἰπεῖν ἐλθόντας εἰς τὴν κληρονομίαν τήν ποτε οἰκειωθεῖσαν θεῷ ψυχήν, οτε καὶ ἐμίαναν τό ποτε αγιον. εἰ δὲ τὰ συμβάντα κατά