158
Πατέρα. Ὁ δὲ Πατέρα αὐτὸν λέγων οὐκ ἔτι τὸν Υἱὸν ὡς Πατέρα ἐτίμησεν, ἀλλὰ τὸ πᾶν συνέχεεν. Ἐπεὶ τοίνυν εὐεργετούμενοι οἱ ἄνθρωποι, οὐχ οὕτω προσάγονται ὡς τιμωρούμενοι, διὰ τοῦτο οὕτως εἶπε φοβερῶς, ἵνα κἂν ὁ φόβος εἰς τιμὴν ἑαυτοῦ ἐπισπάσηται. Πᾶσαν δὲ ὅταν εἴπῃ, τοῦτο λέγει, ὅτι καὶ τοῦ κολάζειν καὶ τοῦ τιμᾷν κύριός ἐστι, καὶ ἑκά 59.220 τερα ποιεῖν ὡς ἂν ἐθέλῃ. Τὸ δὲ, Ἔδωκεν, εἴρηται, ἵνα μὴ ἀγέννητον αὐτὸν ὑποπτεύσῃς, μηδὲ δύο Πατέρας εἶναι νομίσῃς. Πάντα γὰρ ὅσα ἐστὶν ὁ Πατὴρ, ταῦτά ἐστι καὶ ὁ Υἱὸς, γεννηθεὶς, καὶ μένων ἐν τῷ εἶναι Υἱός. Καὶ ἵνα μάθῃς ὅτι τὸ, Ἔδωκεν, ἴσον τῷ ἐγέννησεν, ἐστὶν, ἄκουσον ἐξ ἑτέρου τοῦτο αὐτὸ δηλούμενον. Ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, φησὶν, οὕτως ἔδωκε καὶ τῷ Υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ. Τί οὖν; πρότερον αὐτὸν ἐγέννησε, καὶ τότε ἔδωκε τὴν ζωήν; Ὁ γὰρ διδοὺς, ὄντι τινὶ δίδωσιν. Οὐκοῦν ἦν τῆς ζωῆς χωρὶς γεννηθείς; Ἀλλὰ τοῦτο οὐδ' ἂν δαίμονες ὑποπτεύσαιεν· μετὰ γὰρ τῆς ἀσεβείας πολὺ καὶ τὸ ἀνόητον ἔχει. Ὥσπερ οὖν τὸ, Ἔδωκε ζωὴν, ἐγέννησεν αὐτὸν ζωήν ἐστιν· οὕτω καὶ τὸ Ἔδωκε κρίσιν, κριτὴν αὐτόν ἐστιν ἐγέννησεν. Ἵνα γὰρ μὴ, ἀκούων ὅτι αἴτιον ἔχει τὸν Πατέρα, παραλλαγὴν οὐσίας νομίσῃς καὶ τιμῆς ἐλάττωσιν, αὐτὸς ἔρχεταί σε κρίνων, τὴν ἰσότητα καὶ ἐντεῦθεν δεικνύς. Ὁ γὰρ ἔχων ἐξουσίαν κολάζειν καὶ τιμᾷν οὓς βούλεται, τὰ αὐτὰ δύναται τῷ Πατρί. Ἐπεὶ εἰ μὴ τοῦτό ἐστιν, ἀλλ' ὕστερον γεννηθεὶς ἔλαβε τὴν τιμὴν, τί γέγονεν ὥστε αὐτὸν ὕστερον τιμηθῆναι; ἐκ ποίας ἐπὶ τοῦτο ἦλθε προκοπῆς ὥστε τὴν ἀξίαν ταύτην λαβεῖν καὶ χειροτονηθῆναι; Οὐκ αἰσχύνεσθε τὰ ἀνθρώπινα ταῦτα καὶ εὐτελῆ νοήματα τῇ ἀκηράτῳ φύσει καὶ οὐδὲν ἐπείσακτον ἐχούσῃ ἀναισχύντως οὕτως ἐπεισάγοντες; Τίνος οὖν ἕνεκεν οὕτω φθέγγεται, φησίν; Ὥστε εὐπαράδεκτον γενέσθαι τὸν λόγον, καὶ τοῖς ὑψηλοῖς προοδοποιῆσαι ῥήμασι. ∆ιὰ τοῦτο ἀναμίγνυσι ταῦτα ἐκείνοις, κἀκεῖνα τούτοις. Καὶ ὅρα πῶς· καλὸν γὰρ ἐξ ἀρχῆς ταῦτα ἰδεῖν. Εἶπεν, Ὁ Πατήρ μου ἐργάζεται, κἀγὼ ἐργάζομαι· δεικνὺς ἐκ τούτου τὸ ἴσον καὶ τὸ ὁμότιμον· Καὶ ἐζήτουν αὐτὸν ἀποκτεῖναι. Τί λοιπὸν ποιεῖ; Τῇ λέξει μὲν καθυφίησι, τὰ νοήματα δὲ τὰ αὐτὰ τίθησιν, οὕτω λέγων· Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδέν. Εἶτα πάλιν ἐπὶ τὰ ὑψηλὰ ἀνάγει τὸν λόγον· Ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ, λέγων. Εἶτα πάλιν ἐπὶ τὸ ταπεινότερον· Ὁ γὰρ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα δείκνυσιν αὐτῷ ἃ 59.221 αὐτὸς ποιεῖ· καὶ μείζονα τούτων δείξει αὐτῷ. Εἶτα πάλιν ἐπὶ τὸ ὑψηλότερον· Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ. Καὶ μετὰ τοῦτο πάλιν ἐπὶ τὸ ταπεινὸν ὁμοῦ καὶ ὑψηλόν· Οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν ἔδωκε τῷ Υἱῷ. Εἶτα ἐπὶ τὸ ὑψηλότερον· Ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα. Εἶδες πῶς τὸν λόγον ποικίλλει, δι' ὑψηλῶν τε καὶ ταπεινῶν αὐτὸν ὑφαίνων ὀνομάτων τε καὶ ῥημάτων, ὥστε καὶ τοῖς τότε γενέσθαι εὐπαράδεκτον, καὶ τοὺς μετὰ ταῦτα μηδὲν βλαβῆναι, ἀπὸ τῶν ὑψηλῶν καὶ περὶ τῶν ἑτέρων τὴν προσήκουσαν λαβόντας ἔννοιαν; Εἰ γὰρ μὴ τοῦτό ἐστι, μηδὲ συγκαταβάσεως ἕνεκεν εἴρηται τὰ εἰρημένα, τίνος ἕνεκεν τὰ ὑψηλὰ προσέκειτο; Ὁ μὲν γὰρ ὀφείλων μεγάλα περὶ ἑαυτοῦ φθέγγεσθαι, ὅταν μικρόν τι εἴπῃ καὶ ταπεινὸν, πρόφασιν εὐπρόσωπον ἔχει, οἰκονομίας τινὸς ἕνεκεν τοῦτο ποιῶν· ὁ δὲ εὐτελῆ λέγειν ὀφείλων περὶ ἑαυτοῦ, ἂν μέγα τι εἴπῃ, τίνος ἕνεκεν τὰ ὑπερβαίνοντα αὐτοῦ τὴν φύσιν φθέγγεται; Τοῦτο γὰρ οὐκ ἔτι οἰκονομίας τινὸς, ἀλλ' ἐσχάτης ἀσεβείας ἐστίν. βʹ. Ὥστε ἡμεῖς μὲν δικαίαν καὶ τῷ Θεῷ πρέπουσαν αἰτίαν ἔχομεν εἰπεῖν τῶν ταπεινῶν ῥημάτων, τὴν συγκατάβασιν, καὶ τὸ παιδεύειν μετριάζειν, καὶ τὴν διὰ ταύτης ἡμῖν οἰκονομουμένην σωτηρίαν· ὃ καὶ αὐτὸς δηλῶν ἀλλαχοῦ ἔλεγε· Ταῦτα δὲ λέγω, ἵνα ὑμεῖς σωθῆτε. Ἐπειδὴ γὰρ εἰς τὴν Ἰωάννου κατέφυγε μαρτυρίαν, τὴν ἑαυτοῦ ἀφεὶς (ὅπερ ἀνάξιον αὐτοῦ τῆς μεγαλωσύνης ἦν)· τῆς εὐτελείας τῆς τοσαύτης τῶν ῥημάτων τιθεὶς τὴν αἰτίαν, εἶπε τὸ, Ταῦτα δὲ λέγω, ἵνα ὑμεῖς σωθῆτε. Ὑμεῖς δὲ οἱ λέγοντες μὴ ἔχειν αὐτὸν τὴν αὐτὴν ἐξουσίαν καὶ τὴν δύναμιν τῷ