159
τινας καιροὺς τῷ χριστιανισμῷ αμα τοῖς ἁγίοις τόποις ἐνεργηθέντα ὑπὸ τῶν ἐθνῶν σημαίνει τὰ ἐγκείμενα, κρινέτω ὁ ἐντυγχάνων. Ουτοι δὲ οἱ ἀόρατοι ἐχθροὶ εθνη καλούμενοι εἰς τοσοῦτον ισχυσαν ὡς τήν ποτε πόλιν θεοῦ γενομένην ἐρημῶσαι, ὡς μηδενὸς ετι καρποῦ ἐν αὐτῇ περιλειπομένου εἰς ὀπωροφυλάκιον αὐτὴν τεθῆναι. τὸ δὲ ὀπωροφυλάκιον, ὡς ἐν ̔Ησαΐᾳ γέγραπται, διὰ σικυήρατόν ἐστι· σίκυες δὲ καὶ πέπονες τούτου οἱ καρποί, Αἰγύπτια βρώματα απερ ἁμαρτάνων ὁ λαὸς ἐπεθύμει, καίτοι γε εχων τὸ μάννα καὶ τὴν οὐράνιον τροφὴν ἀπὸ τοῦ θεοῦ ἀλλὰ καὶ τὰ θνησιμαῖα τῶν θεοῦ δούλων βρώματα καὶ τροφὴν θέσθαι τοῖς τοῦ οὐρανοῦ πετεινοῖς. ἡ γὰρ ἁμαρτοῦσα ψυχὴ ἡ τὴν εἰρήνην τοῦ θεοῦ ὁρῶσα, οτε καλῶς διῆγεν ̔Ιερουσαλήμ, λογισμούς τινας ειχεν οι διὰ τὸ σπουδαῖον καὶ ἐνάρετον δοῦλοι ἐτύγχανον θεοῦ. ουτοι δὲ οὐ πάντῃ εμειναν ἀντιποιούμενοι τῆς ἀφθάρτου ζωῆς, ἀλλὰ θνητόν τι προσείληφαν ἐν τῷ πράττειν τι ἐμπαθῶς. τοῦτο ουν τὸ θνησιμαῖον βρῶμα γενόμενον τῶν πετεινῶν τῶν ἁρπαζόντων τὰ παρὰ τὴν ὁδὸν σπαρέντα, α ἑρμήνευσεν ὁ σωτὴρ τὸν πονηρὸν ειναι καὶ τοὺς ἐκ τούτου νοσοποιουμένους. ουτοι γὰρ γῦπες καὶ νεοσσοὶ γυπῶν χρηματίζοντες θηρία γῆς οντα οὐ τοὺς ὁσίους ἀλλὰ τὰς σάρκας αὐτῶν κατεσθίει. ει τι γὰρ εὑρίσκεται σαρκῶδες καὶ ἐμπαθές, τρέφεται. Εἰ δὲ ἀνάγειν ταῦτα δυνατὸν εἰς τοὺς Χριστοῦ μάρτυρας, καὶ αὐτὸς ἐπιστήσεις· πολλῶν ἐν τοῖς διωγμοῖς βρῶσις ὀρνέων καὶ θηρίων βορὰ γεγενημένων, πλὴν τὰς ψυχὰς αὐτῶν οὐδὲ τὰ πνευματικὰ πετεινὰ τοῦ οὐρανοῦ οὐδ' αὐτὰ θηρία κατεδωδῆσαι δεδύνηται, οὐ παραδιδόντος τοῦ θεοῦ τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην. ̓Εκχέουσι δὲ αιμα οἱ αιτιοι γινόμενοι ἀναιρέσει ψυχῆς, ἀντὶ τοῦ τὴν ζωτικὴν αὐτῆς δύναμιν τροπικῶς αιμα καλουμένην, οὐ μακρὰν οὐδὲ πόρρω τῆς ̔Ιερουσαλὴμ ἀλλὰ κύκλῳ αὐτῆς. αυτη δέ ἐστιν ἡ τῆς εἰρήνης ορασις. ἐπεὶ δ' ὁ σκανδαλιζόμενος εξω γίνεται τῆς ̔Ιερουσαλήμ, τῆς τῶν δογμάτων ὀρθότητος, περὶ αὐτὴν καὶ κύκλῳ αὐτῆς ἐκχεῖται αὐτοῦ τὸ προειρημένον αιμα, οὐδὲ ταφῆς αξιος ων διὰ τὸ ὑπεραίρειν αὐτοῦ τὰ ἁμαρτήματα· τοιαῦτα δὲ τὰ μετὰ τὴν ἐπίγνωσιν τῆς ἀληθείας πταιόμενα. ἐπεὶ ουν συνθάπτεται Χριστῷ ὁ βαπτιζόμενος, δεύτερον δὲ οὐκ ειη λουτρόν, εἰκότως οὐκ εστι θάπτων τοὺς μετὰ λουτρὸν ἠσεβηκότας. 817 Ps 78,4 Κατὰ ἀναγωγὴν δὲ γείτονας ἐρεῖς τοὺς αἱρετικούς· εγγιστα γὰρ ἡμῶν τὰς οἰκήσεις εχουσι διὰ τὸ ταῖς αὐταῖς δῆθεν ἐπανέχειν γραφαῖς. ουτοι ουν ὀνειδίζουσιν ἡμᾶς σφᾶς μὲν αἱρετικοὺς ἀναγορεύοντας, ἡμᾶς δὲ ὡς ἀνδραποδώδεις εὐήθεις καὶ ἠλιθίους ἀποκαλοῦντες. κύκλῳ δὲ ἡμῶν ειεν ̔Ελλήνων οἱ σοφοὶ μυκτηρίζοντες καὶ χλευάζοντες ἡμᾶς ὡς ἀνεξετάστως καὶ μωρῶς πιστεύοντας. 818 Ps 78,5-6 Πεπαίδευκας, φησίν, τοὺς ̓Ιουδαίους ἱκανῶς· ηδη ποτὲ μετάγαγε τὴν ὀργήν σου ἐπὶ τὰ εθνη τὰ δυσσεβῆ καὶ ἐπὶ βασιλείας ἀλλοτρίας τοῦ σοῦ σεβάσματος. 819 Ps 78,7.8a Κατὰ δὲ ἀναγωγήν· εἰ περὶ ἀοράτων ἐχθρῶν ειη ὁ λόγος, κατέφαγον ουτοι τὸν τῶν φαύλων ποτὲ γενόμενον πτερνιστὴν ἐφ' ῳ καὶ ὁ τόπος αὐτῶν ἠρημώθη. τόπος δ' ἑκάστου ἡ ὑπόθεσις ου ειλατο βίου· ὁ γὰρ σώφρων τρόπον τινὰ οἰκεῖ τὴν σωφροσύνην. λέγομεν ουν τινας οἰκεῖν τὸν τῶν σωφρόνων τόπον καὶ αλλους τὴν δικαίων τάξιν. ἐὰν ουν συμβῇ καταβρωθῆναι ὑπὸ ἐχθρῶν τοὺς τὰς εξεις ταύτας περιέποντας, ἐρημωθήσεται ἡ τάξις καὶ ὁ τόπος αὐτῶν. λέγομεν ουν ἐν ἐκκλησίᾳ ἐπισκόπου καὶ πρεσβυτέρου τόπον. ὡς ουν ̓Ιησοῦ τροφὴ οἱ σῳζόμενοι, ουτω βρῶσις τῶν πονηρῶν οἱ ἀπολλύμενοι. Μὴ μνησθῇς ἡμῶν ἀνομιῶν ἀρχαίων. καὶ ἐν αλλοις ειπομεν μηδένα ἐξομολογεῖσθαι ἐφ' οις ετι πράττει κακῶς ἀλλ' ἐφ' οις πάλαι ἐνήργησεν, οτι προέκειτο ̔Αμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς. καὶ νῦν ουν οἱ μετανοοῦντες τὰς πεπαυμένας ἀνομίας αὐτῶν καὶ διὰ τοῦτο ἀρχαίας ουσας ἀξιοῦσι μὴ μνημονεύεσθαι ὑπὸ τοῦ θεοῦ. ἀεὶ γοῦν οἱ αἰσθητικοὶ οὐκ ἐπὶ νεαροῖς ἀλλὰ παρῳχηκόσιν εργοις παρακαλοῦσι θεόν, ̔Ημάρτομεν ἠδικήσαμεν