160
ἠνομήσαμεν λέγοντες· ἐναντίον γὰρ τῷ μετανοοῦντι τὸ ετι ἁμαρτάνειν. 820 Ps 78,8b-9a ̓Επτωχεύσαμεν σφόδρα πεσόντες ἀπὸ τοῦ πλούτου τῆς ἀρετῆς καὶ γνώσεως, δέσποτα· οθεν παρακαλοῦμεν καταξιῶσαι οἰκτειρῆσαι ἡμᾶς, μὴ εἰς τὸ μέλλον ἀλλ' ηδη καὶ ταχέως. πατὴρ γὰρ τῶν οἰκτιρμῶν ει καὶ θεὸς πάσης παρακλήσεως, καὶ ἱκανοὶ οἱ οἰκτιρμοί σου πάλιν πλουσίους ἡμᾶς ἀποδεῖξαι. ὑπάρξεται δὲ ἡμῖν ῥᾷστα τοῦτο, βοηθοῦντος σοῦ καὶ σῴζοντος· ηδη γὰρ πολλάκις βοηθοῦντος σοῦ καὶ σωτῆρος πεῖραν ἀνέσχομεν. 821 Ps 78,9b-10 Εἰ καὶ μὴ αξιοι ἡμεῖς τοῦ ευ παθεῖν διὰ τὸ ἁμαρτίας ειναι περὶ ἡμᾶς, ἀλλά γε ἐπειδὴ τὸ σὸν ονομα ἐπικέκληται ἡμῖν (ἐσμὲν γὰρ κληρονομία καὶ λαός σου), ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, οπως δοξασθῇ τὸ ονομά σου. οὐ φέρομεν γὰρ τὸν ὀνειδισμὸν τῶν ἐθνῶν λεγόντων Ποῦ ἐστιν ὁ θεὸς αὐτῶν. κρατοῦσι γὰρ ἡμῶν ῃ ἡμάρτομεν, ὀνειδίζουσι δὲ καὶ τὸ ονομά σου οἰόμενοί σε ἡττηκέναι τῷ ἡμᾶς ὑποχειρίους εχειν. 822 Ps 78,11 Πρὸς δὲ τροπικὴν διάληψιν· οἱ σειραῖς τῶν ἰδίων ἁμαρτημάτων σφιγγόμενοι πεπέδηνται, ἀλλ' ἐν συναισθήσει γενόμενοι τοῦ βάρους ων περίκεινται πεδῶν, δι' ας ἐμποδίζονται καὶ τρέχειν ἐπὶ σωτηρίᾳ καὶ ἐνεργεῖν τὰ συντείνοντα πρὸς εὐδαιμονίαν, στενάζουσι σφᾶς ὁλοφυρόμενοι. διὸ καὶ ευχονται γνωσθέντα τῷ θεῷ τὸν στεναγμὸν αὐτῶν εἰσιέναι ἐνώπιον αὐτοῦ. ουτω γὰρ κινῆσαι τὴν ἑαυτοῦ ἀγαθότητα ἐπινεύσει πρὸς τὸ διαρρῆξαι τοὺς δεσμοὺς αὐτῶν· Κύριος γὰρ λύει πεπεδημένους. περιποιήσεται δὲ αὐτοὺς εἰς ζωὴν μακαρίαν, αγων κατὰ τὴν μεγαλωσύνην τοῦ θεοῦ λόγου οντος αὐτοῦ βραχίονος, οπως, εἰ καὶ τεθανατωμένων υἱοὶ ἀνθρώποις ἐφάνησαν, ἀλλά γε δειχθῶσι τέκνα τυγχάνοντες ζώντων. οἱ γὰρ θανατωθέντες πατέρες αὐτῶν ὑπὸ τῶν ἐχθρῶν ζῶντές εἰσι παρὰ κυρίῳ, οσιοι καὶ δοῦλοι αὐτοῦ τυγχάνοντες. 823 Ps 78,12 ̓Επειδὴ ὁ ἑπτὰ ἀριθμὸς καταπαύσεως σύμβολον εχει, βούλονται τὴν ἀνταπόδοσιν ἐπὶ τῷ περιγραφῆναι τὴν ἀσέβειαν αὐτῶν, ἐφ' ῃ ὠνείδισαν θεὸν καὶ ὠμῶς προσηνέχθησαν τοῖς δούλοις αὐτοῦ, ἐπαχθῆναι. οὐ γὰρ ἐπαναιρέσει τῶν κολαζομένων οἱ θεὸν ἀγαθὸν ἐπιστάμενοι ἐπιφέρεσθαι βούλονται τὰς κολάσεις ἀλλ' ἐπὶ τῷ ἀργῆσαι τῶν εργων ἐκείνων οις ἐξ ἀνάγκης ἀκολουθεῖ τιμωρία. ἀργίας δὲ σύμβολον ὁ σαββατικὸς ἀριθμός. 824 Ps 78,13 ̓Επεὶ λαός σου χρηματίζομεν ἡμεῖς καὶ πρόβατα νεμόμενα τὴν σὴν νομὴν περὶ ης ειρηται τὸ Εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει (δηλονότι τὸ Χριστοῦ πρόβατον) ας ᾐτήσαμεν εὐεργεσίας, κατὰ τὴν μεγαλωσύνην σου ποίησον, ἐφ' αις ὡς ηδη παρούσαις χαριστηρίως ἀνθομολογησόμεθά σοι διὰ βίου· τοῦτο γὰρ ἐπὶ τοῦ παρόντος τὸ Εἰς αἰῶνα δηλοῖ. εἰ δὲ καὶ τὸ συνήθως ἐκλαμβανόμενον τοῦ αἰῶνος ἐκλαμβάνοιτο, ἐρεῖς μὴ μόνον ἐν τῷ παρόντι ἀλλὰ καὶ ἐν τῇ μελλούσῃ ζωῇ εὐχαριστέον τῷ θεῷ. Τὸ δὲ Εἰς γενεὰν καὶ γενεὰν δύναται ἁπλούστερον λέγεσθαι ἀντὶ τοῦ Καὶ εἰς ετη καὶ διαδοχὰς ἀνθρώπων πλείονας. μυστικώτερον δὲ ἐρεῖς ἐν τῷ παρόντι καὶ ἐν τῷ μέλλοντι βίῳ, η ἐν ἀμφοτέραις ταῖς γενεαῖς τῇ τε ἐκ περιτομῆς καὶ τῇ κλήσει τῶν ἐθνῶν, οπως καὶ αυται μάθωσι θεὸν ὑμνεῖν.
825 Ps 79,2-4 ̔Ο τοῦ ̓Ισραὴλ ποιμὴν οὐκ αλλος ἐστὶ τοῦ εἰπόντος ̓Εγώ εἰμι ὁ
ποιμὴν ὁ καλός, νέμων τοὺς εχοντας νοῦν ὁρῶντα θεόν. ὁδηγεῖ δὲ καὶ τοὺς ἀπὸ τῶν ἐθνῶν προστιθεμένους ὡσεὶ πρόβατα, τουτέστιν ὡς τὰ ἑαυτοῦ πρόβατα, τοὺς ̓Ισραηλίτας· ̓Ιωσὴφ γὰρ ἑρμηνευόμενος κυρίου πρόσθεσις σημαίνει τοὺς ἀπὸ τῶν ἐθνῶν τοῖς ἐκ περιτομῆς προστιθεμένους. εθος δὲ τοῖς παλαιοῖς μόνοις τοῖς ἡμέροις τάττειν ἀντὶ τῆς βασιλέων προσηγορίας τὴν ποιμὴν φωνήν. ἀμέλει γοῦν καὶ ἐκ ποιμένων ὡς ἐπὶ τὸ πλεῖστον ἐπὶ τὸ βασιλεύειν ιενται ἀρχὴν προεθιζόμενοι καὶ ἡγεμονεύειν ἐν ταῖς ἀγέλαις τῶν εὐτελεστέρων ζώων, ινα προκόψαντες διαβῶσιν ἐπὶ τὸ καὶ λαῶν ἡγήσασθαι. Καθήμενος δ' ἐπὶ τῶν χερουβὶμ ὁ κύριός ἐστιν, ὡς ἐν τῷ