160
αἰώνιον, ἐπάγει· Καὶ εἰς κρίσιν οὐκ ἔρχεται, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν· δύο τούτοις εὐπαράδεκτον ποιῶν τὸν λόγον, καὶ τῷ τὸν Πατέρα εἶναι πιστευόμενον, καὶ τῷ πολλῶν ἀπολαύειν ἀγαθῶν τὸν πειθόμενον. Τὸ δὲ, Εἰς κρίσιν οὐκ ἔρχεται, τοῦτό ἐστιν, οὐ κολάζεται. Θάνατον γὰρ οὐ τοῦτόν φησι τὸν ἐνταῦθα, ἀλλὰ τὸν αἰώνιον, ὥσπερ οὖν καὶ ζωὴν ἐκείνην τὴν ἀθάνατον. Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ νεκροὶ ἀκούσουσι τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ οἱ ἀκούσαντες ζήσονται. Εἰπὼν τὰ ῥήματα, λέγει καὶ τὴν διὰ τῶν ἔργων ἀπό 59.223 δειξιν. Ἐπειδὴ γὰρ ἔλεγεν, Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ· ἵνα μὴ δόξῃ κόμπος εἶναι τὸ πρᾶγμα καὶ τῦφος, παρέχεται καὶ τὴν διὰ τῶν ἔργων ἀπόδειξιν λέγων· Ἔρχεται ὥρα. Εἶτα ἵνα μὴ μακρὸν ὑποπτεύσῃς χρόνον, ἐπάγει· Καὶ νῦν ἐστιν, ὅτε οἱ νεκροὶ ἀκούσουσι τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ οἱ ἀκούσαντες ζήσονται. Εἶδες αὐθεντίαν ἐνταῦθα καὶ ἐξουσίαν ἄφατον; Ὥσπερ γὰρ ἐν τῇ ἀναστάσει, οὕτω καὶ νῦν ἔσται, φησί. Καὶ γὰρ τότε φωνῆς ἀκούσαντες ἐπιταττούσης ἐγειρόμεθα· Ἐν κελεύσματι γὰρ, φησὶ, Θεοῦ οἱ νεκροὶ ἀναστήσονται. Καὶ πόθεν δῆλον, ἴσως ἐρεῖ τις, ὅτι οὐ κόμπος τὰ εἰρημένα; Ἐξ ὧν ἐπήγαγεν, ὅτι Καὶ νῦν ἐστιν. Εἰ μὲν γὰρ εἰς τὸν μέλλοντα μόνον ἐπήγγελτο χρόνον, ἔμελλεν ὁ λόγος ὕποπτος εἶναι παρ' αὐτοῖς. Νυνὶ δὲ παρέχει τὴν ἀπόδειξιν. Ἐμοῦ γὰρ, φησὶ, διατρίβοντος μεθ' ὑμῶν, τοῦτο γενήσεται. Οὐκ ἂν δὲ μὴ δυνάμενος ἐπηγγείλατο κατὰ τὸν καιρὸν ἐκεῖνον, ὥστε μὴ πλείονα γέλωτα ὀφλεῖν ἐκ τῆς ὑποσχέσεως. Εἶτα καὶ λογισμὸν ἐπάγει τῶν εἰρημένων ἀποδεικτικὸν, λέγων· Ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως ἔδωκε καὶ τῷ Υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ. γʹ. Ὁρᾷς πῶς τὸ ἀπαράλλακτον, καὶ ἑνὶ μόνῳ τὴν διαφορὰν ἐμφαῖνον, τῷ τὸν μὲν Πατέρα εἶναι, τὸν δὲ Υἱόν; Ἡ γὰρ, Ἔδωκε, λέξις, ταύτην εἰσάγει τὴνδιαίρεσιν μόνην, τὰ δὲ ἄλλα πάντα ἴσα καὶ ἀπαράλλακτα δείκνυσιν. Ὅθεν δῆλον, ὅτι μετὰ τοσαύτης ἐξουσίας πάντα ποιεῖ καὶ δυνάμεως, μεθ' ὅσης ὁ Πατὴρ, καὶ οὐχ ἑτέρωθεν δυναμούμενος. Οὕτω γὰρ ἔχει ζωὴν, ὥσπερ ὁ Πατήρ. ∆ιὰ δὴ τοῦτο καὶ τὸ ἐφεξῆς εὐθέως ἐπήγαγε πάλιν, ἵνα ἀπὸ τούτου κἀκεῖνο νοήσωμεν. Ποῖον δὴ τοῦτο; Τὸ, Ἔδωκεν αὐτῷ ἐξουσίαν καὶ κρίσιν ποιεῖν. Καὶ τίνος ἕνεκεν ἀνάστασιν καὶ κρίσιν ἄνω καὶ κάτω στρέφει; Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ· καὶ πάλιν, Ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκε τῷ Υἱῷ· καὶ πάλιν, Ὥσπερ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως ἔδωκε καὶ τῷ Υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ· καὶ πάλιν, Οἱ ἀκούσαντες τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ ζήσονται· καὶ ἐνταῦθα δὴ πάλιν, Ἔδωκεν αὐτῷ ἐξουσίαν καὶ κρίσιν ποιεῖν. Τίνος οὖν ἕνεκεν ταῦτα στρέφει συνεχῶς, κρίσιν λέγω καὶ ζωὴν καὶ ἀνάστασιν; Ὅτι ταῦτα μάλιστα πάντων ἐστὶ τὰ καὶ ἐπαγαγέσθαι δυνάμενα καὶ τὸν ἀνένδοτον ἀκροατήν. Ὁ γὰρ πεισθεὶς ὅτι καὶ ἀναστήσεται, καὶ τούτῳ δώσει τὰς εὐθύνας τῶν πεπλημμελημένων· εἰ καὶ μηδὲν ἕτερον εἶδε σημεῖον, τοῦτο καταδεξάμενος προσδραμεῖται πάντως, ἥμερον κατασκευάζων ἑαυτῷ τὸν δικαστήν. Ὅτι Υἱὸς ἀνθρώπου ἐστὶ, μὴ θαυμάζετε τοῦτο. Παῦλος μὲν ὁ Σαμοσατεὺς οὐχ οὕτω φησὶν, ἀλλὰ πῶς; Ἐξουσίαν ἔδωκεν αὐτῷ κρίσιν ποιεῖν, ὅτι Υἱὸς ἀνθρώπου ἐστίν. Ἀλλ' οὐδεμίαν ἀκολουθίαν ἔχει τοῦτο οὕτω λεγόμενον. Οὐ γὰρ διὰ τοῦτο ἔλαβε κρίσιν ὅτι ἄνθρωπός ἐστιν, (ἐπεὶ τί ἐκώλυε πάντας ἀνθρώπους εἶναι κριτάς;) ἀλλ' ἐπειδὴ τῆς ἀῤῥήτου οὐσίας ἐκείνης ἐστὶν Υἱὸς, διὰ τοῦτό ἐστι κριτής. Οὕτω τοίνυν ἀναγνωστέον, Ὅτι Υἱὸς ἀνθρώπου ἐστὶ, μὴ θαυμάζετε τοῦτο. Ἐπειδὴ ἐδόκει τοῖς ἀκούουσι προσίστασθαι τὸ λεγόμενον, καὶ πλέον οὐδὲν ἐνόμιζον εἶναι 59.224 ἢ ψιλὸν ἄνθρωπον, τὰ δὲ λεγόμενα μείζονα ἢ κατὰ ἄνθρωπον ἦν, μᾶλλον δὲ μείζονα ἢ κατὰ ἄγγελον, καὶ Θεοῦ μόνου· ταύτην λύων τὴν ἀντίθεσιν, ἐπήγαγε· Μὴ θαυμάζετε, ὅτι Υἱὸς ἀνθρώπου ἐστίν· ὅτι ἔρχεται ὥρα, ἐν ᾗ οἱ ἐν τοῖς μνημείοις ἀκούσονται τῆς φωνῆς αὐτοῦ, καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες, εἰς