1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

161

̔Ιεζεκιὴλ παρίσταται. ἐφέζεται δὲ τοῖς ητοι ζῴοις ουσι τετευχόσι ταύτης τῆς προσηγορίας ἀπὸ τῆς προσούσης αὐτοῖς σοφίας (πλῆθος γὰρ γνώσεως ἑρμηνεύεται τὰ χερουβίμ), η αὐτῇ τῇ ἀρετῇ ἐφίδρυται ἐν οις αν εὑρίσκηται τυγχάνουσα· ἐνυπάρχει δὲ πᾶσι τοῖς φωτίσασιν ἑαυτοῖς φῶς γνώσεως οις ελαμψεν ὁ θεὸς ἐν ταῖς καρδίαις πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Χριστοῦ. τοῦτον ουν τὸν βασιλικῶς ἱδρυμένον ἐπὶ τῶν χερουβὶμ παρακαλεῖ ὁ τῶν ἁγίων χορὸς ἐμφανῆναι καὶ ἐπιλάμψαι ἐναντίον τῶν καρποφορούντων τὴν ἀρετὴν καὶ τῶν υἱῶν τῆς δεξιᾶς τοῦ θεοῦ διὰ δεξιῶν εργων καὶ νοημάτων καὶ λόγων γεγενημένων καὶ τῶν ἀπομαθόντων τὴν τῶν κακῶν ειδησιν αμα ταῖς ἐνεργείαις αὐτῶν. ουτοι γὰρ ἀληθῶς λήθην τῶν κακῶν λαβόντες ἐν ὑπομνήσει τῶν ἀγαθῶν ἐληλύθασιν. ̓Εφραῒμ γὰρ καρποφορία, Βενιαμὶν δὲ δεξιᾶς υἱός, Μανασσὴς δὲ ἀπὸ λήθης ἑρμηνεύεται. φασὶ τοίνυν· ̓Επεὶ βασιλεὺς ὑπάρχεις δυναστείαν εχων μεγίστην διεγείρας καὶ ἐξεγείρας αὐτήν, ηκε, ω δέσποτα, εἰς τὸ σῶσαι ἡμᾶς· οὐκ αλλως γάρ ἐστι σωτηρίας τυχεῖν η σοῦ πρὸς ἡμᾶς ἐληλυθότος ἐπιστρέψαι ἡμᾶς ἀπὸ ἁμαρτημάτων καὶ τῆς αἰχμαλωσίας, κύριος τῶν δυνάμεων τυγχάνων κατὰ τὸ ἑξῆς ἐπιφερόμενον. 826 Ps 79,5.6 Ω δέσποτα παμβασιλεῦ, κυριεύων τῶν οὐρανίων στρατευμάτων, εως πότε οὐκ ἐπιλάμπεις μοι ο ποθῶ σου πρόσωπον ἰδεῖν; ὀργιζομένῳ γὰρ εοικας ἐμοὶ τῷ δούλῳ σου· διὸ δέομαί σου· καταλλαγείς μοι τῷ σῷ θεραπόντι, ορεξον τὸ περὶ ου ἐδεήθην. πάνυ γὰρ αὐτοῦ διψῶ ερωτι ἀκατασχέτω. ̓Οργιζομένου δὲ σοῦ ἐπὶ τῇ προσευχῇ, ῃ ἀνεπέμψαμεν εἰς κλαυθμὸν καὶ θρῆνον τραπέντες, τοσοῦτον πλῆθος δακρύων φέρομεν παρὰ τὸν τῆς τροφῆς καιρόν, ὡς αρτον δακρύων ἐσθίειν καὶ πίνειν μετὰ δακρύων ὀλίγον καὶ μεμετρημένον πότον. 827 Ps 79,6-8 ̓Επεὶ ὁ ὑπὲρ ἀρετῆς πόνος καὶ κλαυθμὸς τρόφιμός ἐστιν, αὐτοῦ τούτου τοῦ κλαυθμοῦ τὰ δάκρυα αρτου δίκην ἐσθίομεν. ἀλλὰ καὶ πίνομεν αὐτὰ ἐν μέτρῳ. τὸ δὲ ̓Εν μέτρῳ παρίστησι τὸ μὴ ἀεὶ καὶ ἐπ' απειρον δακρύειν. τοὺς γὰρ ὑπὲρ τῶν καλῶν πόνους διά τι γινομένους ἀνάπαυσις καὶ ἱλαρὰ κατάστασις διαδέξεται. εἰς τοῦτο λήψῃ τὸ Μακάριοι οἱ κλαίοντες νῦν, οτι γελάσονται· καὶ τὸ Οἱ σπείροντες ἐν δάκρυσιν ἐν ἀγαλλιάσει θεριοῦσιν. οἱ γὰρ σπείροντες μεθ' ἱδρώτων καὶ δακρύων τὴν ἀρετὴν μεμετρημένον εξουσι τὸν κλαυθμόν, ἐν ἀγαλλιάσει θερίζοντες· μετ' αὐτὸν γὰρ γελάσονται. Εθου ἡμᾶς εἰς ἀντιλογίαν τοῖς γείτοσιν ἡμῶν. ειρηται ̓Αντιλογίας ἐγείρει πᾶς κακός· καὶ ὁ σωτὴρ δὲ πρὸς τὸν ἁμαρτάνοντα λαὸν ἐκπεπετακέναι τὰς χεῖρας ἀπειθοῦντας καὶ ἀντιλέγοντας ειπεν. ουτοι δὲ οἱ γείτονες ἐχθροὶ τυγχάνουσιν οις ἀντιλέγουσιν. ἐκμυκτηρίζουσιν αὐτοὺς χλευάζοντες καὶ διασύροντες τοὺς συνετοὺς αὐτῶν λόγους. ἐντολὴν γοῦν ὁ σοφὸς ειληφεν εἰς ωτα αφρονος μηδὲν λέγειν, οπως μὴ μυκτηρίσῃ ὁ αφρων τοὺς συνετοὺς τοῦ σοφοῦ λόγους. ἀλλὰ καὶ μυκτηρίσουσι τοὺς θεὸν ἐπιβοωμένους. ̓Αλλά γε αὐτοὶ ετι μᾶλλον παρακαλοῦντές φασι Κύριε ὁ θεὸς τῶν δυνάμεων ἐπίστρεψον δή, λυτρούμενος τὴν αἰχμαλωσίαν ἡμῶν ἀπὸ τῶν καταδυναστευόντων· τευξόμεθα δὲ τοῦ ἀγαθοῦ τούτου, εἰ ἐπιφάνας σου τὸ πρόσωπον αἰώνιον ἡμῖν σωτηρίαν ὀρέξεις. 828 Ps 79,6-14 Πρὸς ἀλληγορίαν· ἡ ψυχὴ τότε τὴν Αιγυπτον οἰκεῖν λέγεται, οταν τοῖς αἰσθητοῖς καὶ τοῖς τῆς σαρκὸς εργοις ἐπιδιατρίβῃ. μεταίρει δὲ αὐτὴν ἀπὸ τῆς Αἰγύπτου θεὸς ἀποσπῶν αὐτὴν τῶν ὑλικῶν ἁπάντων, οτε καὶ μεταφυτεύσει αὐτὴν ἀπὸ τῆς προτέρας φαύλης φυτείας εἰς ἀμείνονα γῆν. αυτη δέ ἐστιν ἡ κατὰ ἀρετὴν εξις. ὡδοποίησε δὲ εμπροσθεν αὐτῆς, ταύτης τῆς ψυχῆς τροπικῶς ἀμπέλου καλουμένης, νόμον σωτήριον καὶ φωτεινὰ προστάγματα δεδωκὼς ἐπὶ τῷ ὁδεῦσαι ἐπὶ τὴν ἀγαθὴν γῆν· αυτη δέ ἐστιν ἡ παντελὴς ἀρετή. Εἰ δέ σοι καλῶς εχειν δοκεῖ Αιγυπτον πνευματικὴν τὸν περὶ γῆν ἐκλαβεῖν κόσμον ἐν ῳ ἡ ψυχὴ προσπαθοῦσα ταῖς αἰσθητοῖς καὶ προσκαίροις πεφύτευται, ἐκλάβοις μεταφύτευσιν τὴν ἐν ἐπουρανίοις καὶ νοητοῖς ιδρυσιν αὐτῆς,