1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

162

τοῦ θεοῦ αἰτίου αὐτῇ τοῦ τηλικούτου ἀγαθοῦ γινομένου διὰ τὸ ὁδοπεποιηκέναι εμπροσθεν αὐτῆς τῷ δεδωκέναι τὴν πνευματικὴν τῶν θεοπνεύστων γραφῶν διάληψιν. ̓Εκάλυψεν ορη ἡ σκιὰ αὐτῆς. ἐσκέποντο γὰρ οτι ευ διῆγεν ὑπ' αὐτῆς οἱ ὑψηλόν τι καὶ διηρμένον πολιτείας εχοντες ορη καλούμενοι. ἀλλὰ καὶ οἱ δι' εὐτονωτέρου βίου στερροὶ καὶ ευτονοι γεγενημένοι ὡς χρηματίσαι θεοῦ κέρδους ἐκαλύπτοντο ὑπὸ τῶν ἀναδενδράδων αὐτῆς τρόπον τινὰ ὑποβασταζομένων ὑπ' αὐτῶν. εὐκλήματος δ' ουσα ἡ αμπελος αυτη ἐπὶ μήκιστον ἠφίει τὰ κλήματα, ὡς θαλάσσαις αὐτὰ πλησιάζοντα μὴ ὑφίστασθαι βλάβην τῷ καὶ παρ' αὐτοῖς τοῖς πειρασμοῖς καὶ κλύδωσι τοῦ βίου ὀνομαζομέναις θαλάσσαις τροπικῶς καρποφορεῖν. ἠφίει δὲ καὶ τὰς παραφυάδας αὐτῆς εως καὶ αὐτῶν τῶν ποταμῶν τῶν ποτιζόντων αὐτὴν ἐπὶ τῷ τὸν κατάλληλον καρπὸν ἀποδοῦναι. κλήματα δὲ αὐτῆς ειεν οἱ συμπεφυκότες τῇ ̓Ιουδαϊκῇ λατρείᾳ, οι διὰ τὸ ἐμμένειν τῷ νόμῳ καρποφοροῦσι τυγχανουσῶν παραφυάδων αὐτῆς τῶν προσηλυτευόντων. Εἰ δὲ αμπελος ειη ἡ τοιάδε ψυχὴ ὑπὸ θεοῦ γεωργουμένη τὴν ἀρχὴν καὶ τὴν ῥίζαν εχουσα ἐν τῷ λόγῳ, καθ' ον ἐστι λογικὴ τὸν εἰπόντα ̓Εγώ εἰμι ἡ αμπελος ἡ ἀληθινή, καταφυτεύσει θεὸς τὰς διαφόρους σχέσεις καὶ δυνάμεις αὐτῆς, ῥίζας τροπικῶς ουσας, ἐν ταῖς ποικίλαις ἐπινοίαις τοῦ μονογενοῦς. αυτη τοιγαροῦν ἡ αμπελος ὑψουμένη διὰ τὸ καλῶς γεωργεῖσθαι καλύψει τὰ ὑψηλὰ τῆς ἀληθείας δόγματα ορη ὀνομαζόμενα σκιᾷ τῇ ἑαυτῆς. εστι δὲ αυτη ἡ ἐνταῦθα πολιτεία καὶ γνῶσις ὑπαρχθῆναι δυνάμεναι σκιὰν καὶ τύπον φέρουσαι τῆς ἀληθοῦς μετὰ ταῦτα καταστάσεως αὐτῆς. ἐκτείνει δὲ καὶ τὰς παραφυάδας αὐτῆς τὰς παραφυείσας ταῖς δυνάμεσιν αὐτῆς ἀρετὰς εως τῶν ποτίμων τοῦ θεοῦ λόγων καλουμένων ποταμῶν. δύνανται δὲ καὶ αλλως παραφυάδες αὐτῆς καλεῖσθαι, οσα παραφύεται αὐτῇ ἐπ' ὠφελείᾳ ἐκ τῆς αλλης παιδεύσεως. ον γὰρ τρόπον αἱ παραφυάδες πιαίνονται καὶ πιότητος μεταποιοῦνται ἐκ τοῦ φυτοῦ ῳ παρέφυσαν, ουτω τὰ ἐξ αλλης μαθήσεως παραφυόμενα αὐτῇ πιαίνεται ἐκ τῆς προηγουμένης διδασκαλίας αὐτῆς, αἰχμαλωτιζομένου παντὸς ὀνόματος εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ. Ινα τί καθεῖλες τὸν φραγμὸν αὐτῆς; οταν ὁ ἀμπελὼν καρποφορεῖ, ἐν τῇ σκηνῇ τυγχάνει ὁ φύλαξ τῆς σταφυλῆς. ἀκαρπίας δὲ ὑπαρχούσης, ἐγκαταλείπει τὴν σκηνήν. Καὶ τρυγῶσιν αὐτὴν οἱ παραπορευόμενοι τὴν ὁδόν, οὐχ οἱ πορευόμενοι. εἰσὶ δὲ ουτοι ψευδοδιδάσκαλοι καὶ τὰ τῆς πλάνης πνεύματα. τρυγῶσι δὲ αὐτὴν εχουσαν σταφυλὴν χολῆς καὶ βότρυν πικρίας· γέγονε γὰρ τοιούτων οἰκιστική. καὶ οτε μὲν ἀντὶ τῶν ἠθικῶν ἀρετῶν πάθη καρποφορεῖ, ἀκάνθας ἀντὶ σταφυλῶν ηγαγεν· οτε δὲ περὶ τὰ τῆς γνώσεως ἁμαρτάνει, σταφυλὴν χολῆς καὶ βότρυν πικρίας φέρει. ̓Ελυμήνατο αὐτὴν υς ἐκ δρυμοῦ. τὰ λυμαινόμενα αὐτὴν ητοι τὰ αλογα καὶ αγρια πάθη αὐτῆς ἐστιν, η αἱ ἐκτεθηριωμέναι καὶ πονηρόταται δυνάμεις. καὶ τάχα υς ειναι δύναται αἱ αἰσχραὶ ἐπιθυμίαι καὶ ἀκόλαστοι ἡδοναὶ αι καὶ διὰ τὸ ἀκάθαρτον ἐν δρυμῷ τουτέστιν ἀκάρποις φυτοῖς λοχῶνται· περὶ γὰρ τὰς ἀλόγους ὁρμὰς καὶ φαντασίας τὰ πάθη ταῦτα ἐγκρύπτεται, θυμοὺς δὲ καὶ ὀργάς, εἰ καὶ ὡς γενομένας ἀποσημαίνειν δύναται ἡ τοῦ ἀγριωτέρου μονιοῦ προσηγορία. μονιὸς δὲ ὁ αγριος ονος, ὡς αν τις ειποι Τὸ θυμικὸν αὐτῆς ἐπιβήσεται. 829 Ps 79,18.19 ̓Ανὴρ πολλάκις, ο δι' ἡμᾶς καθ' ἡμᾶς γενόμενος καὶ μὴ ἀποβαλὼν τὸ ειναι ο ην, προσηγόρευται παρὰ τῇ θείᾳ γραφῇ· ̓Ιδοὺ γὰρ ̓Ανατολὴ ονομα αὐτῷ, καὶ ὀπίσω μου ερχεται ἀνήρ. εἰ ουν ἐπὶ τοῦτον τὸν ανδρα καθὸ γέγονεν ανθρωπος ἡ ποιητικὴ σημείων καὶ τεράτων θεοῦ χεὶρ γενηθείη δεξιὰ τυγχάνουσα (αυτη δέ ἐστιν ὁ θεὸς λόγος), ἀντὶ τοῦ εἰ ἑνωθείη σαρκὶ καθ' ὑπόστασιν ψυχὴν λογικὴν ἐχούσῃ καὶ δι' αὐτῆς εὐεργήσειε τὰς θεοσημείας, τοσαύτη βελτίωσις περὶ ἡμᾶς εσται ὡς μὴ ἀποστῆναί σου. ουτω γὰρ μετέχοντές σου ζωοποιηθησόμεθα καὶ τὸ σὸν