162
δίκαιος καὶ ἰσχυρὸς καὶ μακρόθυμος· καὶ οἱ προφῆται δὲ πάντες καὶ ὁ Μωϋσῆς· ὁ δὲ Χριστὸς ἔλεγεν, Ὁ Πατὴρ οὐ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν δέδωκε τῷ Υἱῷ· ἱκανὸν δὲ τοῦτο ἦν θορυβῆσαι τὸν ἀκούοντα τότε Ἰουδαῖον, καὶ παρασκευάσαι πάλιν ἀντίθεον αὐτὸν ὑποπτεύειν), σφόδρα ἐνταῦθα συγκαταβαίνει τῷ λόγῳ, καὶ τοσοῦτον, ὅσον ἀπῄτει αὐτῶν ἡ ἀσθένεια, ὥστε τὴν ὀλεθρίαν ταύτην ὑποψίαν πρόῤῥιζον ἀνελεῖν, καί φησιν· Ἐγὼ οὐ δύναμαι ἀπ' ἐμαυτοῦ ποιεῖν οὐδέν· τουτέστιν, οὐδὲν ξένον, οὐδὲ παρηλλαγμένον, οὐδὲ ὃ μὴ βούλεται ὁ Πατὴρ, παρ' ἐμοῦ γινόμενον ὄψεσθε, ἢ λεγόμενον ἀκούσεσθε. Καὶ πρότερον εἰπὼν, ὅτι Υἱὸς ἀνθρώπου ἐστὶν, καὶ δείξας ὅτι ἄνθρωπον αὐτὸν τέως ὑπώπτευον, οὕτω καὶ ἐνταῦθα προστίθησιν. Ὥσπερ οὖν ἀνωτέρω εἰπὼν, Ὃ ἀκηκόαμεν, λαλοῦμεν, καὶ ὃ ἑωράκαμεν, μαρτυροῦμεν· καὶ ὁ Ἰωάννης, Ὃ ἑώρακε, μαρτυρεῖ, καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει· περὶ ἀκριβοῦς δὲ ἀμφότερα εἴρηται γνώσεως, οὐχ ἁπλῶς περὶ ἀκοῆς καὶ ὄψεως· οὕτω καὶ ἐνταῦθα ἀκοὴν εἰπὼν, οὐδὲν ἄλλο ἐμφαίνει, ἢ ὅτι ἀδύνατον ἄλλο τι θελῆσαι αὐτὸν, ἢ ὅπερ ὁ Πατήρ. Ἀλλ' οὐκ εἶπεν οὕτω σαφῶς (οὐ γὰρ ἂν ἐδέξαντο ἐξ εὐθείας τέως οὕτως ἀκούοντες)· ἀλλὰ πῶς; Συγκαταβατικῶς καὶ ἀνθρωπίνως σφόδρα· Καθὼς ἀκούω, κρίνω. Πάλιν οὐ διδασκαλίαν λέγων ἐνταῦθα (οὐ γὰρ εἶπε, Καθὼς διδάσκομαι, ἀλλὰ, Καθὼς ἀκούω), ἀλλ' οὐδὲ ὡς δεόμενος ἀκροάσεως ταῦτά φησιν (οὐ γὰρ μόνον τοῦ διδάσκεσθαι ἀνενδεὴς ἦν, ἀλλὰ καὶ τοῦ δεῖσθαι ἀκούειν), τὴν δὲ ὁμόνοιαν δηλῶν καὶ τὸ ἀπαράλλακτον τῆς ψήφου. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὕτω κρίνω, ὡς ἂν εἰ αὐτὸς ὁ Πατὴρ ἦν ὁ κρίνων. Εἶτα ἐπάγει, Καὶ οἶδα ὅτι ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστὶν, ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. Τί λέγεις; ἔχεις γὰρ θέλημα ἕτερον παρὰ τὸν Πατέρα; Καὶ μὴν ἀλλαχοῦ εἶπας, Καθὼς ἐγὼ καὶ σὺ ἕν ἐσμεν· καὶ πάλιν, ἐπὶ θελήματος λέγων καὶ ὁμονοίας· ∆ὸς αὐτοῖς, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσι· τουτέστιν, ἐν τῇ περὶ ἡμῶν πίστει. Ὁρᾷς ὅτι τὰ μάλιστα δοκοῦντα εἶναι ταπεινὰ, ταῦτά ἐστιν ἅπερ ἔχει ἐγκεκρυμμένον τὸ ὑψηλὸν νόημα; Ὃ γὰρ αἰνίττεται, τοιοῦτόν ἐστιν· ὅτι οὐκ ἄλλο μὲν τοῦ Πατρὸς τὸ θέλημα, ἄλλο δὲ τὸ αὐ 59.226 τοῦ· ἀλλ' ὥσπερ μιᾶς διανοίας ἓν θέλημα, οὕτως ἐμοῦ καὶ τοῦ Πατρός. Καὶ μὴ θαυμάσῃς, εἰ τοσαύτην εἶπε συνάφειαν. Καὶ γὰρ ἐπὶ τοῦ Πνεύματος τούτῳ κέχρηται τῷ ὑποδείγματι ὁ Παῦλος, λέγων· Τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου, τὸ ἐν αὐτῷ; Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. Οὐδὲν οὖν ἄλλο ἢ τοῦτό φησιν, ὅτι Οὐκ ἔστι μοι θέλημα ἕτερον καὶ ἴδιον παρὰ τοῦ Πατρὸς, ἀλλ' εἴ τι ἐκεῖνος βούλεται τοῦτο καὶ ἐγώ· καὶ εἴ τι ἐγὼ, τοῦτο καὶ ἐκεῖνος. Ὥσπερ οὖν τῷ Πατρὶ οὐδεὶς ἂν ἐγκαλέσειε κρίνοντι, οὕτως οὐδὲ ἐμοί· ἀπὸ γὰρ τῆς αὐτῆς γνώμης ἑκατέρα ἡ ψῆφος φέρεται. Εἰ δὲ ἀνθρωπινώτερον ταῦτα διαλέγεται, μὴ θαυμάσῃς. Ἄνθρωπον γὰρ αὐτὸν ἔτι ἐνόμιζον εἶναι ψιλόν. ∆ιὸ χρὴ μάλιστα ἐν τοῖς τοιούτοις μὴ τὰ λεγόμενα ἐξετάζειν μόνον, ἀλλὰ καὶ τὴν ὑπόνοιαν τῶν ἀκροωμένων προστιθέναι, καὶ οὕτω τῶν λεγομένων ἀκούειν, ὡς πρὸς ἐκείνην εἰρημένων ὑπόνοιαν· ἐπεὶ πολλὰ ἕψεται τὰ ἄτοπα. Σκόπει γάρ· Εἶπεν, Οὐ ζητῶ τὸ θέλημα τὸ ἐμόν. Οὐκοῦν ἕτερόν ἐστι τὸ αὐτοῦ θέλημα, καὶ σφόδρα ἀποδέον· καὶ οὐδὲ ἁπλῶς ἀποδέον, ἀλλ' οὐδὲ ὠφέλιμον οὕτως. Ἐπεὶ εἰ σωτηριῶδες ἦν καὶ συμβαῖνον τῷ τοῦ Πατρὸς, τίνος ἕνεκεν αὐτὸ οὐ ζητεῖς; Ἄνθρωποι μὲν γὰρ εἰκότως ἂν τοῦτο λέγοιεν, ὡς πολλὰ θελήματα ἔχοντες παρὰ τὰ τῷ Θεῷ δοκοῦντα· σὺ δὲ τίνος ἕνεκεν τοῦτο φῂς, κατὰ πάντα ἐοικὼς τῷ Πατρί; Τοῦτο γὰρ οὐδὲ ἀνδρὸς ἠκριβωμένου καὶ ἐσταυρωμένου εἴποι τις ἂν εἶναι τὸ ῥῆμα. Εἰ γὰρ ὁ Παῦλος οὕτως ἑαυτὸν ἐκέρασε τῷ θελήματι τοῦ Θεοῦ, ὡς εἰπεῖν, Ζῶ δὲ οὐκ ἔτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστὸς, πῶς ὁ πάντων ∆εσπότης εἶπεν ἂν, ὅτι Οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με, ὡς ἑτέρου ὄντος ἐκείνου; Τί οὖν ἐστιν ὅ φησιν; Ὡς ἐπ' ἀνθρώπου προσάγει τὸν λόγον, καὶ πρὸς τὴν ὑπόνοιαν τῶν ἀκροωμένων φθέγγεται. Ἐπειδὴ