163
ἐπικαλεσόμεθα ονομα. ἐκ τούτου γὰρ ἀκολουθήσει καὶ σωτηρία ἡμῖν· Πᾶς γὰρ ος αν ἐπικαλέσηται τὸ ονομα κυρίου σωθήσεται.
830 Ps 80 αργ ̓Επεὶ τάγματά εἰσι πολλὰ τῶν ὑπὸ Χριστοῦ βελτιουμένων οι
καὶ κλήματα αὐτοῦ ειρηνται οντος ἀμπέλου ἀληθινῆς, ποικίλαι ειεν ληνοὶ τουτέστιν ἐπαγγελίαι, εἰς ας ἀποθλιβόμενος ὁ καρπὸς αὐτῶν οινον ποιεῖ εὐφραίνοντα καρδίαν ἀνθρώπου. ἐπειδὴ δὲ καὶ πᾶσα ἡ θεόπνευστος γραφὴ ἀμπελὼν ειρηται (περὶ γὰρ αὐτῆς ἀρθείσης ἀπὸ τῶν ̔Εβραίων καὶ τοῖς ἀπὸ ἐθνῶν πιστεύσασι δοθείσης ειρηται τοῖς ̓Ιουδαίοις ̓Αρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία τῶν οὐρανῶν-ην ἀμπελὼν ἐν τῇ παραβολῇ ὑπῃνίξατο-καὶ δοθήσεται εθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς), ταύτης τῆς ἀμπέλου καρποὶ καὶ βότρυες ἡ τῶν νοημάτων φορά· ουσπερ καρποὺς αἱ διάνοιαι τῶν πιστευόντων παραλαβοῦσαι οια θεῖαι ληνοὶ ἐκθλίψασαι ποιήσουσιν οινον, ἀφ' ου πίεται ὁ δυνάμενος εἰπεῖν θεῷ Εδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου. Καταλλήλως δὲ τῇ ἐπιγραφῇ καὶ ὀγδοηκοστὸς ὁ ψαλμὸς τέτακται, τοῦ ἀριθμοῦ τούτου ὀγδοάδας δεκάδων περιέχοντος ὡς σύμβολον φέρειν τῆς ἀναστάσεως τοῦ κυρίου ἐν τῇ κυριακῇ ὀγδοῇ ουσῃ ἡμέρᾳ ἐπιτελεσθείσης. οὐ πρῶτος δὲ ουτος ̔Υπὲρ τῶν ληνῶν ἐπιγέγραπται ἀλλὰ καὶ ὁ ογδοος. καὶ αὐτὸς διὰ τὴν εἰρημένην διάνοιαν ἐν τάξει τοῦ ὀγδόου ἀριθμοῦ τεταγμένος. 831 Ps 80,2 Καὶ ἐπεὶ διὰ τοῦ θανάτου ἑαυτοῦ βοηθῶν ἡμῖν ̓Ιησοῦς κατέλυσε τὸν τὸ κράτος εχοντα τοῦ θανάτου διάβολον, ἀλαλάζομεν ἐπικερτομοῦντες κατὰ τοῦ καταργηθέντος τυράννου, τῷ τὴν βοήθειαν παρασχόντι ἀγαλλιώμενοι. 832 Ps 80,3 ̓Επεὶ τὸ τύμπανον ἐκ δορᾶς νενεκρωμένου ζῴου ὑπάρχει, βούλεται ἡμᾶς νεκρώσαντας τὰ μέλη τὰ ἐπὶ τῆς γῆς καὶ τὴν νέκρωσιν τοῦ ̓Ιησοῦ ἐν τῷ σώματι περιφέροντας τύμπανον κατασκευάσαι ἑαυτοῖς, οπερ δώσομεν ἀντὶ ψαλμοῦ. οὐ λαμβάνομεν τῷ παρερχομένῳ αὐτόν· οὐ μόνον δὲ τύμπανον ἀποδοῦναι πρὸς τὸν ψαλμὸν προστάττει ὁ λόγος ἀλλὰ καὶ ψαλτήριον καὶ κιθάραν. εστι δὲ καθὰ ἐν ἑτέροις ειρηται ψαλμοῖς ψαλτήριον διὰ τὸ εὐθὺ καὶ ἀκαμπὲς ειναι καὶ ἐκ τῶν ανωθεν ἀποδιδόναι τὸν ηχον τὸ πνεῦμα ειναι τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ, τῆς ψυχῆς δηλουμένης διὰ τῆς κιθάρας τῷ τεταμένας τὰς αἰσθήσεις καὶ τῆς ψυχῆς τὰς δυνάμεις αὐτῆς ἐμμελῆ καὶ μουσικὴν τῶν ἐνεργειῶν ἀποτελεῖν τὴν φθογγήν. εἰ τοίνυν τὸ ψαλτήριον τὸ πνεῦμα καὶ τὴν ψυχὴν ἡ κιθάρα καὶ τὸ σῶμα τὸ τύμπανον αἰνίττεται, λαμβάνομεν τὸν λόγον θεῖον ψαλμὸν οντα ἐπὶ τῷ δοῦναι τὸ πνεῦμα τὴν ψυχὴν τὸ σῶμα τὰς κατ' ἀρετὴν θεωρίας καὶ πράξεις ἐνεργεῖν. 833 Ps 80,6-8b Κατὰ δὲ ἀναγωγὴν εχει ουτως· τὸ πρόσταγμα τὸ δηλοῦν τὸ πνευματικὸν βούλημα τῆς σκιώδους ἑορτῆς μαρτύριον τέθειται ὑπὸ κυρίου τοῖς ὑπὸ ἐθνῶν προστεθειμένοις τῷ εὐαγγελίῳ. τούτους γὰρ ἀποσημαίνειν ἡ τοῦ ̓Ιωσὴφ ὀνομασία καὶ πρότερον ειρηται. ουτοι γὰρ τὰ πάθη καὶ τὰς κακίας καὶ αὐτὸν τὸν περὶ γῆν τόπον τῷ φρονήματι καταλιπόντες εξω τῆς Αἰγύπτου τῆς τροπικῆς εσπευσαν γενέσθαι, αμα δὲ τῷ ἐξιέναι ταύτην ην πρότερον ἠγνόουν γλῶτταν τουτέστι διάλεκτον ηκουσαν. τούτου δὲ τοῦ παραδόξου τὰ σύμβολα ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων φέρεται, οτε ὀφθεισῶν ὡσεὶ πυρὸς γλωσσῶν ὡς καθίσαι αὐτὰς ἐφ' ενα εκαστον τῶν πιστευόντων ἐξαπιναίως εκαστος τῇ ἰδίᾳ διαλέκτῳ ηκουσε λαλούμενα πρὸς διαφόρων φωνῶν τὰ μεγαλεῖα τοῦ θεοῦ· ἀλλ' οἱ τούτου τοῦ χαρίσματος τυχόντες ἀπέστησαν ἀπὸ αρσεων τὸν νῶτον τῆς ψυχῆς αὐτῶν, οὐκέτι αιρειν ὑπομένοντες τὰ ὑλιπὰ καὶ πηλώδη τῆς τροπικῆς Αἰγύπτου πράγματα. ἐδούλευσαν γὰρ ἀλλ' οὐ δουλεύσωσιν ἐν τῷ κοφίνῳ αἱ χεῖρες αὐτῶν, τῶν πράξεων αὐτῶν ας χεῖρας ειπεν οὐκέτι ἀχύρου καὶ πλίνθου ἐφαπτομένων ἀλλ' αἱρουσῶν εὐγενῶς καὶ ἐλευθερίως τινὰ τῶν κοφίνων, ων ἐπλήρωσεν ̓Ιησοῦς ἀφ' ων εκλασεν αρτων. τὰ γὰρ καταλειφθέντα κλάσματα κοφίνων πληρώματα γεγένηνται ἀφ' ων