1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

164

τρέφουσι τοὺς μαθητευομένους οἱ βαστάζοντες τοὺς πνευματικοὺς τούτους κοφίνους. Καταιγὶς πολλάκις ἐπὶ πειρασμοῦ λαμβάνεται. ἐπεὶ ουν θεὸς πάρεστι τοῖς πειραζομένοις οὐ φανερῶς ἀλλὰ κεκρυμμένως, δέον ἐπικαλεῖσθαι τὸν πειραζόμενον, οπως ἐπακούσας αὐτοῦ ὁ θεὸς ῥύσηται αὐτὸν ἐκ τῆς παρούσης αὐτοῦ θλίψεως. 834 Ps 80,12 Καὶ οὐκ ηκουσεν ὁ λαός μου τῆς φωνῆς μου. τὸ ἀκοῦσαι οὐ μόνον αἰσθηθῆναι φωνῆς σημαίνει ἀλλ' εσθ' οτε καὶ τὸ πεισθῆναι τῷ λέγοντι κατὰ τὸ Οὐκ ηκουον φωνὴν παιδεύοντός με, τουτέστιν οὐ συγκατετιθέμην ταῖς προστάξεσι τοῦ παιδεύοντος. δηλοῖ δὲ ἡ ἀκούειν φωνὴ καὶ τὸ συνιέναι καὶ νοῆσαι. ̔Ο εχων γάρ φησιν ωτα ἀκούειν ἀκουέτω, ῳ ισόν ἐστιν ̔Ο εχων σύνεσιν συνέτω. λαὸν δὲ αὐτοῦ φησιν αὐτὸν ητοι εἰς ευνοιαν αὐτοὺς διεγείρων η βαρύνων καὶ ἐπιτείνων τὸ εγκλημα αὐτῶν· μονονουχὶ λέγων, εἰ ετερον εθνος ἐτύγχανε, συγγνώμην αν ειχον μὴ ἀκούοντες τῆς ἡμετέρας φωνῆς οντες ἀήθεις, νῦν δὲ ἀσύγγνωστα τιμωρηθείη-οὐ μόνον δὲ Οὐκ ηκουσε τῆς φωνῆς μου ὁ λαός μου ἀλλ' οὐδὲ προσέσχε μοι, καίτοι νοῦν εχων δυνάμενον ὁρᾶν ἐμέ, ινα, εἰ καὶ τῆς φωνῆς καταφρονεῖ, ἀλλά γε καν αἰσχυνθῇ με προσβαλών μου τῇ αὐθεντείᾳ εὐκαίρως εὐαγγελικὴν λέξιν μὴ νοουμένην ὑπὸ τῶν ἑτεροδόξων καὶ ταῦτα διακοπτόντων τὴν θεότητα σαφηνίσαι καλόν, τοῦ σωτῆρος τοῖς ̓Ιουδαίοις λέγοντος περὶ τοῦ πατρὸς Οὐδὲ φωνὴν αὐτοῦ ἀκηκόατε πώποτε ουτε ειδος αὐτοῦ ἑωράκατε. μὴ νοήσαντες οἱ αἱρετικοὶ τὸ λεχθέν φασι (τῶν ̓Ιουδαίων τοῦ θεοῦ τὴν φωνὴν ἀκηκοότων τοῦ τὸν κόσμον πεποιηκότος καὶ τὸ ειδος αὐτοῦ ἑωρακότων) κατὰ τὰς ἀναγραφείσας παρ' αὐτοῖς ἀποφανείας· ἐλέγχων ὁ σωτὴρ μηδέποτε φωνὴν αὐτοὺς ἀκηκοότας θεοῦ μήτε ειδος αὐτοῦ ἑωρακότας αλλῳ προσέχειν θεῷ ου καὶ φωνὴν ηκουσαν καὶ ειδος ἑωράκασιν. ἠπατήθησαν δὲ οἱ ἑτερογνωμονοῦντες τὸ πολύσημον τῆς ἀκούειν φωνῆς ἠγνοηκότες. εἰ γὰρ καὶ ηκουσαν θεοῦ φωνῆς οἱ ̓Ιουδαῖοι νόμον παρ' αὐτοῦ λαβόντες μὴ νοήσαντες αὐτὴν μηδὲ πεισθέντες αὐτῇ, εὐλόγως ἐλέγχονται μὴ ἀκούσαντες φωνὴν αὐτοῦ· ἀλλ' οὐδὲ τὸ ειδος αὐτοῦ ἑωράκασι μὴ προσηκάμενοι τὸν χαρακτῆρα τῆς ὑποστάσεως αὐτοῦ λέγοντα ̔Ο ἐμὲ ἑωρακὼς ἑώρακε τὸν πατέρα. Ωι ουν ειρηται σημαινομένῳ μὴ ἀκηκοέναι φωνὴν θεοῦ πώποτε, ουτω καὶ ἐνταῦθα πλήττονται διὰ τῆς εἰρημένης λέξεως καὶ τῆς ἑξῆς ἐκτεθησομένης ουτως ἐχούσης. 835 Ps 80,15a Τὸ ̓Εν τῷ μηδενὶ αν σημαίνει τὸ δι' εὐτελῶν τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνουν, ωσπερ καὶ τὸν μέγιστον τύραννον τῆς Αἰγύπτου οὐ γίγαντας ἰσχυροὺς ὁπλίσας κατ' αὐτῶν η θηρία μέγιστα ἀλλ' εὐτελῆ καὶ μικρὰ ζῳύφια.

836 Ps 81,2-4 Εθει ̔Εβραϊκῷ φασι τοὺς εἰς τὸ κρίνειν τὸν λαὸν

προβεβλημένους ανδρας θεοὺς ὀνομάζεσθαι, ὡς καὶ αὐτὸς Μωυσῆς παρίστησι λέγων Θεοὺς οὐ κακολογήσεις καὶ αρχοντας τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς. αρχοντι γὰρ λαοῦ θεοὶ συνταττόμενοι οὐχ ετεροι τῶν κριτῶν ειεν. ἀλλ' ἐπεὶ ἑξῆς ἐν αὐτῷ τῷ ψαλμῷ τούτῳ ὁ θεὸς εφη ̓Εγὼ ειπα Θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες (ουτοι *** θέντες, γεγονότος πρὸς αὐτοὺς τοῦ θεοῦ λόγου), δηλονότι καὶ νῦν τὸ ̔Ο θεὸς εστη ἐν συναγωγῇ θεῶν ἐπ' αὐτοὺς ἀνενεχθήσεται. πάντων γὰρ τῶν ουτω θεῶν οντων, ανδρες δὲ καὶ αγγελοι θεῖοι τῷ αὐτῷ τρόπῳ τυγχάνουσιν ων ὁ θεὸς ἐν μέσῳ ισταται οὐ μετακινούμενος αὐτῶν οὐδὲ καταλείπων αὐτοὺς οσον εἰσὶ τοιοῦτοι. τῶν γὰρ μεταπιπτόντων ἀφίσταται καταλιπὼν αὐτούς. διὸ καὶ ὁ ̓Αδὰμ μετὰ τὴν παράβασιν ᾐσθήθη θεοῦ ἑστηκότος αὐτῷ πρὸ τῆς ἁμαρτίας· καὶ ἐν τῷ προφήτῃ ειρηται Καὶ πορεύσεται κύριος ὁ θεὸς ἐν σάλῳ ὀργῆς αὐτοῦ. ἱστάμενος δὲ ὁ θεὸς ἐν τῇ συναγωγῇ τῶν θεῶν τηρεῖ αὐτῶν τὴν θεότητα, τρέφων μᾶλλον δὲ αυξων αὐτὴν τῇ μετοχῇ ῃ μετέχουσιν αὐτοῦ. ἀλλὰ καὶ ἐν μέσῳ αὐτῶν τυγχάνων διακρίνει αὐτοὺς τὸν εἰρημένον τρόπον. Εως πότε κρίνετε ἀδικίαν καὶ πρόσωπα ἁμαρτωλῶν