165
λαμβάνετε; εἰ οἱ κριταὶ τοῦ ̓Ισραὴλ θεοί, μεταπεσοῦσιν αὐτοῖς λέγεται τὰ ἐγκείμενα. διαστροφὴ γὰρ κριτοῦ τὸ ἀδικίαν κρίνειν καὶ πρόσωπα λαμβάνειν ἁμαρτωλῶν. ὡς γὰρ ετεροι δώρων ενεκα παραχαράττουσι τὸ δίκαιον, ουτως ουτοι ἀποδεξάμενοι πρόσωπα παρὰ τὸ ισον κρίνουσιν. εἰκότως δὲ τὸ ἁμαρτωλῶν πρόσκειται. οὐ γὰρ ψεκτὸν ειη τὸ δοῦναι τὸ δίκαιον πλουσίῳ καὶ αλλως ὑπερέχοντι τὴν ἀκολουθίαν τῆς ἰσότητος. ειρηται γοῦν Καὶ πένητα οὐκ ἐλεήσεις ἐν κρίσει· ειρηται δὲ καὶ τὸ Οὐ λήψῃ πρόσωπον ἐν κρίσει· κατὰ τὸν μέγαν καὶ τὸν μικρὸν κρινεῖς· οὐ μὴ ὑποστείλῃ πρόσωπον, οτι ἡ κρίσις τοῦ θεοῦ ἐστιν. δεῖ γὰρ τὸν κριτὴν εἰδέναι, οτι κρίσει θεοῦ ὑπηρετεῖ. διὸ καὶ καλῶς ειρηται ιστασθαι ὁ θεὸς ἐν τῇ τῶν θεῶν τούτων συναγωγῇ καὶ ἐν μέσῳ αὐτοὺς διακρίνειν, οπως εἰδότες αὐτὸν ἐν αὐτοῖς καὶ μέσον αὐτῶν οντα επωνται τῷ αὐτοῦ βουλήματι. Εἰ δὲ θεοὶ ειεν οἱ θεότητος μεταποιούμενοι, ἐπεὶ τρεπτοὶ τυγχάνουσι, καν τραπεῖεν ἀπροσεκτήσαντες πρὸς ους καὶ σχετλιάζων ὁ λόγος Εως πότε, εφη, κρίνετε ἀδικίαν; νόμον γὰρ ἐνδιάθετον εχοντες καθ' ον εστιν εἰδέναι τὸ ἀγαθὸν αἱρετὸν ειναι καὶ φευκτὸν τὸ κακὸν, ἐν ἀλλάξει τοῖς πράγμασι προσερχόμενοι ὡς ἀποστρέφεσθαι τὸ ἀγαθόν, ἀσπάζεσθαι δὲ τὸ κακόν, ἀδικίαν κρίνετε· διὸ καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε, ἐπικρύπτοντες τὰ ιδια ἑαυτῶν πρόσωπα καθὸ κατ' εἰκόνα τοῦ θεοῦ ἐστε· κρίνατε ὀρφανῷ οἱ τὸ κρίνειν ἐπιτραπέντες τῷ κηδεμονίᾳ πατρὸς ἐρημωθέντι ἀλλὰ καὶ πτωχῷ τῷ μὴ θέλοντι ἐπαγωνίζεσθαι τοῖς ἑαυτοῦ δικαίοις· ἀλλὰ καὶ πένητα καὶ πτωχὸν ἐξέλεσθε καταπονουμένους, ῥυόμενοι αὐτοὺς ἐκ τῶν πλεονεκτούντων ἁμαρτωλῶν. ̓Αλλὰ καὶ τοῖς κατ' ἀρετὴν θεοποιηθεῖσι λέγεται, οπως τὸν ἀποβαλόντα τὸν φαῦλον πατέρα καὶ τὸν τῆς πονηρίας πλοῦτον κρίνωσιν ἀξίως τῆς πρὸς αὐτῶν διὰ παιδεύσεως προστασίας. δικαιούτωσαν δὲ καὶ τὸν δι' ἀτυφίαν ταπεινὸν καὶ πένητα διὰ τὸ πονεῖν ὑπὲρ εὐσεβείας γεγενημένον, ἐξαιρούμενοι τοὺς ουτω πτωχοὺς καὶ πένητας ἐπὶ τῷ ἐκτὸς αὐτοὺς χειρὸς τουτέστι πράξεως ἁμαρτωλοῦ ποιῆσαι. 837 Ps 81,5 ̔Η θεία γνῶσις σοφία θεοῦ τυγχάνουσα ἐλλάμπει καὶ φωτίζει τὸν εχοντα· Σοφία γὰρ ἀνθρώπου φωτιεῖ πρόσωπον αὐτοῦ, καὶ οἱ εἰς ἐπιστήμην θείαν καλούμενοι ἐντολὴν εχουσι φωτίσαι ἑαυτοῖς φῶς γνώσεως. εἰ τοίνυν πεφωτισμένοι τυγχάνουσιν οἱ κατὰ θεὸν σοφοί, οἱ ἐναντίως διακείμενοι τῷ αγνοιαν καὶ τὸ ἀσύνετον περιέπειν ἐν σκότει διαπορεύονται προκόπτοντες ἀεὶ ἐν κακοῖς. ̓Αλλ' ἐπεὶ τοῖς κακοῖς ἐντριβέντες τὰ πρῶτα ἐνεγκάμενοι τῆς κακίας, οὐκ αὐτὸ μόνον γῆ διὰ τὴν ὑλικὴν εξιν γεγένηνται, ἀλλὰ καὶ θεμέλια γῆς ειναι ἠθέλησαν, ἑδραίως καὶ ἀμετακινήτως τῇ φαύλῃ γνώμῃ ἐμμένοντες. ἀλλ' εἰ καὶ αὐτοὶ τοιοῦτοι ειναι ἠγάπησαν, ἀλλ' ο γε φιλάνθρωπος λόγος ευχεται κλονηθῆναι καὶ σεισθῆναι αὐτοὺς ἀφ' ης εχουσι κακίστης στάσεως καὶ καταπεσεῖν ἀφ' ης ᾠκοδόμησαν χειρίστης εξεως. 838 Ps 81,6.7 ̔Ο ἀγαθὸς θεὸς ου πᾶς φθόνος μακράν ἐστι τῶν ἰδίων μεταδιδοὺς ἀνθρώποις ειπεν, οπως καὶ θεοὶ ωσι καταδεξάμενοι τὸν θεὸν λόγον αὐτοῦ. ουτος δὲ ὁ θεὸς λόγος ποιῶν αὐτοὺς θεοὺς θεός ἐστι καὶ υἱοὺς ὑψίστου αὐτοὺς ποιήσει, μετεχόμενος ὑπ' αὐτῶν ῃ μονογενὴς υἱὸς ὑψίστου τυγχάνει. ἀλλὰ τοῦ μὲν θεοῦ χαρισαμένου αὐτοῖς τὸ ειναι θεοῖς καὶ ὑψίστου υἱοῖς, αὐτοὶ τὴν ἐναντίαν εδραμον, ὡς ανθρωποι γενέσθαι καὶ ἀποθανεῖν τὸν ἑπόμενον τοῖς ἀνθρώποις θάνατον. ανθρωποι δὲ ουτοι γεγένηνται ἐκπεσόντες τῆς θεότητος οὐ καθὸ θνητὰ καὶ λογικὰ ζῷά εἰσιν (τοῦτο γὰρ ειχον καὶ οτε θεοὶ καὶ υἱοὶ ὑψίστου ἐτύγχανον), ἀλλὰ καθὸ θνητὰ καὶ ἀνθρώπινα ἠγάπησαν. ἀποθνῄσκουσι δὲ ῃ ουτως ανθρωποί εἰσιν οὐ τὸν κοινὸν θάνατον ἀλλὰ τὸν ἑπόμενον τῇ ἁμαρτίᾳ θάνατον, πίπτοντες παραπλησίως τῷ πεσόντι ἑνὶ τῶν ἀρχόντων. ουτος δ' ἐστὶν ὁ διάβολος· αρχων γὰρ ων καὶ αὐτὸς ἐν τοῖς ἐπουρανίοις επεσεν. ειρηται γοῦν περὶ αὐτοῦ Πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος ὁ πρωῒ ἀνατέλλων; ταύτῃ καὶ ὁ ̓Αδὰμ ἁμαρτὼν οὐχ ὡς θεὸς ἀλλ' ὡς εις τῶν τοῦ θεοῦ