1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

166

ἐκπεσὼν δηλονότι γέγονεν· οὐ γὰρ ειπε περὶ αὐτοῦ ὁ θεὸς ̓Ιδοὺ γέγονεν ̓Αδὰμ ὡς ἡμεῖς, ἀλλ' ̔Ως εις ἡμῶν, η ̔Ως εις ἐξ ἡμῶνὡς πολλὰ περιέχει τῶν ἀντιγράφων. 839 Ps 81,8 ̔Ετέραν εφησε γραφὴν εχουσαν ̓Ανάστα, ὁ θεός, κρῖνον τὴν γῆν, οτι σὺ ἐξολοθρεύσεις ἐν πᾶσι τοῖς εθνεσι. κρινεῖ ὁ θεὸς ητοι πάντας τοὺς ἐπὶ τῆς γῆς η οσοι γῆ διὰ τὸ φρονεῖν τὰ ἐπίγεια γεγένηνται. κρινεῖ δὲ τὴν γῆν ὁ θεὸς ἐξολοθρεύων ἐν πᾶσι τοῖς εθνεσιν ἀλλ' οὐ πάντα τὰ εθνη. οσα γὰρ εθνη δεισιδαίμονα χρηστήριά τε καὶ ἡ αλλη περιεργία σὺν τοῖς ἐνεργήσασιν αὐτὰ πνεύμασι πλάνης ἐξωλοθρεύθη ὑπὸ θεοῦ, ινα καθαρὰ τούτων τὰ εθνη γένηται ἐπὶ τῷ καταδέξασθαι τὸν τῆς σωτηρίας λόγον. καὶ αὐτὴν δὲ τὴν ἐν τοῖς εθνεσι διάθεσιν, καθ' ην εθνη διάφορα ἐτύγχανεν, ἐξολοθρεύσας θεὸς ἀνθρώπους αὐτοὺς ἀποδείξει κατ' εἰκόνα ἑαυτοῦ ἀποβαλόντα τὰ συμβεβηκότα καθὰ καὶ εθνη γεγένηνται.

840 Ps 82,2a ̔Η ὁμοίωσις διττῶς νοεῖται. εστιν γὰρ κατ' οὐσίαν ὁμοιότης η

καὶ κυρίως ταυτότης λέγεται, εστι δὲ καὶ κατὰ ποιότητα η καὶ ἁπλῶς ὁμοιότης καλεῖται. κατὰ τὸ δεύτερον σημαινόμενον ὁμοιωθεῖεν αν θεῷ οἱ γινόμενοι τέλειοι, ̔Ως τέλειός ἐστιν ὁ οὐράνιος πατήρ· οθεν ειρηται Οταν φανερωθῇ, ομοιοι αὐτῷ ἐσόμεθα, τῷ θεῷ δηλαδή. Καὶ τὸν ανθρωπον ουν κατ' εἰκόνα καὶ τὴν ἑαυτοῦ ὁμοιότητα κατεσκεύασεν ὁ πάντων αιτιος κατὰ τὸ πρῶτον σημαινόμενον, τὸ κατ' οὐσίαν λέγω, οὐδενὸς ὁμοιουμένου θεῷ. τὸ γὰρ Τίς ὁμοιωθήσεται οὐ πεῦσιν οὐ τὸ σπάνιον ἀλλὰ τὸ ἀδύνατον δηλοῖ, οὐδενὸς δυναμένου κατ' οὐσίαν θεῷ ὁμοιοῦσθαι. ἀλλὰ μὴ λάθῃς σαυτὸν νομίσας καὶ τὸν υἱὸν ὑποκεῖσθαι τοῖς λεγομένοις. οὐ γὰρ ειπε Τίς ομοιός σοι, ἀλλὰ Τίς ὁμοιωθήσεταί σοι; οὐ γὰρ ἐπὶ μέλλουσιν εχει ὁ υἱὸς τὸ ὁμοιωθήσεσθαι τῷ θεῷ, ἐκ τῆς οὐσίας αὐτοῦ τυγχάνων καὶ διὰ τοῦτο ὁ αὐτὸς αὐτῷ ων οὐκ ἀριθμῷ ἀλλ' ἐν τῷ ταυτῷ τῆς οὐσίας. 841 Ps 82,14-16 Βούλεται αὐτοὺς τεθῆναι ὑπὸ τοῦ θεοῦ ὡς τροχὸν ἀβέβαιον καὶ ἀνίδρυτον. πρὸς καλοῦ γὰρ αὐτοῖς εσται τὸ μὴ βεβαιωθῆναι καὶ ἀκινήτως εχειν ης ειλαντο κακίας. διὸ καὶ βούλεται τεθῆναι αὐτοὺς ὡς καλάμην σκορπιζομένην καὶ διαρριπτουμένην κατὰ πρόσωπον σφοδρὸν πνέοντος ἀνέμου ὑπὸ τοῦ διώκοντος αὐτοὺς τιμωροῦ πνεύματος ο ἀλληγορικῶς ανεμον ειπεν. Καταφάγεται δὲ αὐτοὺς καὶ δρυμὸν ακαρπον γεγενημένους τὸ τῶν κολάσεων πῦρ ἐκκοπέντας ἀξίνῃ. χρώμενος δὲ κατ' αὐτῶν καὶ ἑτέρᾳ τιμωρίᾳ καταδιώξει αὐτοὺς τῇ ἰδίᾳ αὐτοῦ καταιγίδι ην οὐκ εστι διαδράναι· οθεν καὶ ταραχθήσονται ἐν τῇ φερομένῃ ἐπ' αὐτοὺς θεοῦ ὀργῇ. ἐπεὶ γὰρ ποικίλα τὰ ἁμαρτήματα αὐτῶν ἐτύγχανεν, ἀναγκαίως πολύτροπος αὐτοῖς ὑπῆρκται κόλασις. Σημειωτέον δὲ οτι καλὴ φυτεία τυγχάνοντες ἀκαρπίαν ἠγάπησεν. ἡ γὰρ καλάμη ἐκ τοῦ καλοῦ σπέρματος τὴν ἀρχὴν εχει, οὐ προηγουμένως ἀλλὰ κατὰ συμβεβηκὸς παραφυομένη. εδει μὲν γὰρ αὐτούς, ειπερ προηγουμένως ἐκαρποφόρουν, σῖτον γενέσθαι, ιν' εἰσαχθῶσιν εἰς τὰς τοῦ λόγου ἀποθήκας. τοῦτο δὲ μὴ θελήσαντες καλάμη καὶ αχυρα γεγένηνται, οις χρήσεται μὲν καὶ ὁ τῆς πνευματικῆς Αἰγύπτου τύραννος πρὸς οἰκοδομὴν ων κατασκευάζει ὀλεθρίων πόλεων, κατακαήσονται δὲ καὶ ὑπὸ τοῦ ἀσβέστου πυρός. τὸ γὰρ αχυρον κατακαύσει πυρὶ ἀσβέστῳ. 842 Ps 82,19b Εἰ καὶ αλλοι ὑψηλοὶ καὶ υψιστοι ἐκ θεοῦ γεγένηνται ἀρετῇ μετεωριζόμενοι καὶ ὑψούμενοι, ἀλλ' οὐδεὶς ἐκείνων ἐξ ἑαυτοῦ καὶ κατ' οὐσίαν ἐστὶ τοιοῦτος. μόνος γὰρ θεὸς υψιστος ὑψίστους ποιῶν ἀλλ' οὐ γινόμενος· ὡς μόνος σοφός ἐστι καὶ μόνος ἀληθινὸς παρέχων σοφίαν καὶ ἀλήθειαν ἀλλ' οὐ μετέχων, ουτω μόνος υψιστος, κατὰ τοῦτο τοῦ ὑψίστου τὸ ειδος καὶ τοῦ μονογενοῦς ὑψίστου τυγχάνοντος. ὑψίστου γὰρ ων δύναμις ἐπεσκίασε τὴν Μαρίαν· καὶ τὸ πνεῦμα δὲ τὸ αγιον ἀπὸ ὑψίστου πεμπόμενον υψιστόν ἐστιν. ὁ μόνος ουν υψιστος αμα τῇ τριάδι ἁρμόζει. ὁ γὰρ τὸν πατέρα υψιστον εἰπὼν καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ αγιον δηλοῖ· ὡσαύτως