1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

167

ὁ τὸν υἱὸν ουτω καλέσας δηλοῖ καὶ τὸν πατέρα καὶ τὸ αγιον πνεῦμα. ὡς γὰρ μία θεότης, ουτω καὶ τὸ υψιστος εν, ινα μηδὲν τούτῳ διαφορὰ ῃ περὶ τὴν τριάδα, ωσπερ ἐν τοῖς αλλοις ὀρθῶς θεολογοῦμεν.

843 Ps 83,2.3a ̔Η ̔Ως λέξις οὐχ ὁμοίωσιν καὶ παραβολὴν ἐνταῦθα σημαίνει

ἀλλ' αὐτὸ τὸ ἀγαπητόν, ωσπερ καὶ ἐν τῷ Μωυσεῖ ̓Εν ολῳ τῷ οικῳ αὐτοῦ ὡς θεράπων, καὶ ετι Χριστὸς δὲ ὡς υἱός. τὸ γὰρ ̔Ως υἱὸς ἀληθείᾳ υἱὸν ἀλλ' οὐχ ὁμοίωμα τοῦτο σημαίνει, καὶ Μωυσῆς δὲ οὐχ ὁμοίωμα θεράποντος τοῦ θεοῦ ην ἀλλὰ θεράπων ην αὐτοῦ. οθεν ἐπὶ τῆς προκειμένης λέξεως οὐ κατὰ παραβολὴν ἀλλὰ κατὰ ἀλήθειαν ἀγαπητὰ τὰ σκηνώματα τοῦ θεοῦ. καὶ εἰ νοήσαμεν αὐτὰ τίνα ποτέ ἐστιν, ετι μᾶλλον συνήσομεν ὡς ἀγαπητὰ ἀλλ' οὐχ ομοια ἀγαπητοῖς τυγχάνει. εστι τοίνυν αἰώνια καὶ ἐπουράνια ταῦτα, περὶ ων ὁ σωτὴρ τοῖς παροῦσιν εφη Ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ιν' οταν ἐκλίπῃ δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς. ̓Επιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου, τῷ ἀποβαλεῖν τὴν ψυχικὴν κατάστασιν καὶ γενέσθαι πνευματικὴν ὡς καταλλήλως εχειν πρὸς τὴν διατριβὴν τὴν ἐν ταῖς ἐπουρανίαις αὐλαῖς ἐκ παραλλήλου εἰρημέναις. 844 Ps 83,4c Θυσιαστήρια οὐκ αἰσθητά. οὐ γὰρ πλῆθος ἀλλ' εν ην τὸ θυσιαστήριον κατὰ τὴν ἱστορίαν. εἰ μὴ αρα καὶ τὸ θυσιαστήριον ουτω τις καλέσοι, κυρίου δὲ τῶν δυνάμεων τῶν οὐρανίων τὰ θυσιαστήρια ειπεν ἐφ' α ἀνάγονται κρείττους θυσίαι τῶν κατὰ σκιὰν καὶ ὑπόδειγμα· ῃ φησιν ὁ ἀπόστολος ̓Ανάγκη τὰ ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς ταύταις ταῖς θυσίαις· αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσι θυσίαις παρὰ ταύτας. αἱ γὰρ τῆς αἰνέσεως καὶ δικαιοσύνης θυσίαι ἐπὶ ταῦτα τὰ θυσιαστήρια ἀναφέρονται, καὶ οἱ θυσίαν δὲ ζῶσαν εὐάρεστον τῷ θεῷ προσάγοντες τὰ ἑαυτῶν σώματα οὐκ ἐπ' αλλα η ἐπὶ ταῦτα τὰ θυσιαστήρια αὐτὴν προσφέρουσιν. 845 Ps 83,5 Οικος δὲ θεοῦ ἡ παντελὴς ἀρετὴ καὶ ἀκροτάτη γνῶσις τῆς ἀληθείας ἐστίν. ειρηται δ' ἐν τοῖς εμπροσθεν τὴν σκηνὴν προκοπῆς σύμβολον ειναι· ὁδευόντων γὰρ οἰκεία αυτη. αὐτὸ δὲ τὸ τέλος τῆς μακαριότητος δηλοῖ ἡ οικος θεοῦ φωνή. οθεν καὶ κατὰ τὴν ἱστορίαν ὁδεύων ὁ λαὸς σκηνὴν μαρτυρίου (οικον δὲ θεολογίας) ειχε καὶ τῶν ἑαυτοῦ ἀρετῶν διαφόρους σκηνὰς ἐν αις πᾶς ὁ λαὸς ῳκει. φθάσαντες δὲ ἐπὶ τὴν ἁγίαν γῆν καὶ αὐτοὶ ἐν οἰκίαις τὴν οικησιν ειχον, οὐκέτι προκόπτοντες· εἰς τὸ τέλος γὰρ τῆς ἀρετῆς καὶ ἐπιστήμης εφθασαν. ἀλλ' οὐκέτι τῇ σκηνῇ τοῦ μαρτυρίου ἀλλὰ τῷ οικῳ τῷ ἱδρυμένῳ προσερχόμενοι ἐπετέλουν τὰ τῆς λατρείας. καὶ ἐνταῦθα τοίνυν μετὰ τὸ ποθῆσαι καὶ ἀγαπῆσαι τὰς προκοπὰς ας διὰ τῶν σκηνωμάτων ᾐνίξατο εἰπὼν ̔Ως ἀγαπητὰ τὰ σκηνώματά σου, κύριε, μακαρίζει τοὺς διὰ τῶν προκοπῶν ἐπὶ τὴν ἀκρώρειαν ἀναβεβηκότας ὡς οἰκεῖν τὸν θεοῦ οικον φέροντας τὴν κατὰ θεὸν κατάστασιν, πληρωθέντος ἐπ' αὐτοῖς τοῦ Οταν φανερωθῇ, ομοιοι αὐτῷ ἐσόμεθα, οτι ὀψόμεθα αὐτὸν καθώς ἐστιν. 846 Ps 83,7.8a Τὸ Εθετο δηλοῖ τότε ποιῆσαι, ὡς τὸ ̓Εθέμην τῷ στόματί μου φυλακήν, ἀντὶ τοῦ ἐποίησα· καὶ ̔Ο τιθεὶς τὴν οἰκουμένην ολην ερημον ταὐτὸν ον τῷ ποιῆσαι τὴν οἰκουμένην ερημον. καὶ ἐνταῦθα ουν τὸ Εἰς τόπον ον εθετο παρίστησι τὸ ̓Εποίησε τόπον. ουτος δ' ἐστὶν ὁ περίγειος τόπος. ἐν τούτῳ γὰρ ὁ θεὸς διέθετο τὰς πρὸς ἀνθρώπους διαθήκας αὐτοῦ. κλαύσωμεν ουν ἐπαινετῶς τὸ ἀμέμπτως κλαίειν, μανθάνοντες ἐξ ης διέθετο ὁ θεὸς διαθήκης τοῖς ετι ἐνταῦθα τυγχάνουσιν. ουτω γὰρ καὶ τῶν εὐλογιῶν τευξόμεθα, κατὰ τὸ βούλημα τῆς διαθήκης ζήσαντες τῆς ἐνταῦθα δοθείσης. γνωσόμεθα δὲ τὸ μέγεθος τῶν δεδομένων εὐλογιῶν, συνέντες τίς ὁ ὀρέγων αὐτάς. εστι δὲ ουτος ὁ νομοθετήσας θεός. Πορεύσονται δὲ καὶ ἐκ δυνάμεως εἰς δύναμιν. αἱ ἀρεταὶ καὶ θεωρίαι τῆς ἀληθείας δυνάμεις εἰσίν. διὸ καὶ πλέον τι δύνανται οἱ ταύτας εχοντες. οἱ πορευθέντες ουν κατὰ τὰς προκοπὰς τῆς εἰσαγωγικῆς δυνάμεως σπεύσουσιν ἐπὶ