167
ἀπεπήδησαν. Ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν μείζονα τοῦ Ἰωάννου. Εἰ μὲν γὰρ ἐβούλεσθε κατὰ τὴν ἀκολουθίαν τῶν πραγμάτων παραδέχεσθαι τὴν πίστιν, ἀπὸ τῶν ἔργων μᾶλλον ὑμᾶς ἂν ἐπηγαγόμην. Ἐπειδὴ δὲ οὐ βούλεσθε, ἐπὶ τὸν Ἰωάννην ὑμᾶς ἄγω, οὐχ ὡς τῆς ἐκείνου δεόμενος μαρτυρίας, ἀλλ' ἐπειδὴ διὰ τοῦτο πάντα ποιῶ, ὥστε ὑμᾶς σωθῆναι. Ἔχω μὲν γὰρ μαρτυρίαν Ἰωάννου μείζονα, τὴν ἀπὸ τῶν ἔργων. Ἀλλ' οὐ τοῦτο σκοπῶ μόνον, ὅπως ἀπὸ τῶν ἀξιοπίστων εὐπαράδεκτος ὑμῖν γενοίμην, ἀλλ' ὅπως καὶ ἀπὸ τῶν ὑμῖν γνωρίμων, καὶ παρ' ὑμῶν θαυμαζομένων. Οὕτω καθαψάμενος αὐτῶν τῷ εἰπεῖν, ὅτι Πρὸς ὥραν ἠθελήσατε ἀγαλλιασθῆναι ἐν τῷ φωτὶ αὐτοῦ, ἔτι τε πρόσκαιρον ἐκείνην δείξας τὴν σπουδὴν καὶ ἀβέβαιον, τῷ λύχνον αὐτὸν καλέσαι, ἐνέφηνεν ὅτι οὐκ οἴκοθεν εἶχε τὸ φῶς, ἀλλ' ἀπὸ τῆς τοῦ Πνεύματος χάριτος. Τὸ δὲ πρὸς ἀντιδιαστολὴν αὐτοῦ, τοῦτο οὐκ ἔτι τέθεικεν, ὅτι αὐτός ἐστιν ὁ ἥλιος τῆς δικαιοσύνης, ἀλλὰ τέως αἰνιξάμενος μόνον, καθήψατο σφόδρα αὐτῶν, καὶ δείκνυσιν, ὅτι ἀπὸ τῆς αὐτῆς γνώμης, ἀφ' ἧς ἐκείνου κατεφρόνησαν, οὐδὲ τῷ Χριστῷ πιστεῦσαι ἠδυνήθησαν. Καὶ γὰρ τὸν θαυμαζόμενον παρ' αὐτοῖς πρὸς ὥραν ἐθαύμασαν μόνον· ὡς εἰ μὴ τοῦτο ἐποίησαν, ταχέως ἂν αὐτοὺς πρὸς τὸν Ἰησοῦν ἐχειραγώγησε. ∆είξας τοίνυν αὐτοὺς πάντοθεν ἀναξίους ὄντας συγγνώμης, ἐπήγαγε λέγων· Ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν μείζονα τοῦ Ἰωάννου. Ποίαν δὴ ταύτην; Τὴν ἀπὸ τῶν ἔργων. Τὰ γὰρ ἔργα, φησὶν, ἃ ἔδωκέ μοι ὁ Πατὴρ, ἵνα τελειώσω αὐτὰ, αὐτὰ τὰ ἔργα περὶ ἐμοῦ μαρτυρεῖ, ὅτι ὁ Πατήρ με ἀπέστειλεν. Ἐνταῦθα τοῦ παραλυθέντος καὶ ὀρθωθέντος ἀνέμνησε, καὶ ἑτέρων πλειόνων· τὰ μὲν ῥήματα, εἶπεν ἴσως ἄν τις αὐτῶν, κόμπον εἶναι καὶ 59.232 φιλίας τῆς Ἰωάννου χάριν· καίτοι οὐδὲ τοῦτο ἐνῆν αὐτοῖς εἰπεῖν περὶ Ἰωάννου, ἀνδρὸς μετὰ ἀκριβείας φιλοσοφεῖν εἰδότος, καὶ οὕτω παρ' αὐτοῖς θαυμασθέντος· τὰ δὲ πράγματα οὐκ ἔτι οὐδὲ παρὰ τοῖς μαινομένοις σφόδρα ταύτην ἠδύνατο τὴν ὑπόνοιαν ἔχειν. ∆ιὰ τοῦτο δευτέραν ταύτην ἐπήγαγε μαρτυρίαν, εἰπών· Τὰ ἔργα ἃ ἔδωκέ μοι ὁ Πατὴρ ἵνα τελειώσω αὐτὰ, αὐτὰ τὰ ἔργα, ἃ ἐγὼ ποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ, ὅτι ἀπέστειλέ με ὁ Πατήρ. Ἐνταῦθα καὶ πρὸς τὴν κατηγορίαν τῆς τοῦ σαββάτου λύσεως ἵσταται. Ἐπειδὴ γὰρ ἔλεγον ἐκεῖνοι· Πῶς δύναται εἶναι ἀπὸ τοῦ Θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ; διὰ τοῦτο εἶπε, Ἃ ἔδωκέ μοι ὁ Πατήρ. Καίτοι γε αὐθεντίᾳ ἐποίει· ἀλλὰ δεικνὺς μετὰ πολλῆς τῆς περιουσίας, ὅτι οὐδὲν ἐναντίον τῷ Πατρὶ πράττει, διὰ τοῦτο καὶ τὸ πολλῷ ἔλαττον τέθεικε. γʹ. Καὶ διατί, φησὶν, οὐκ εἶπεν, ὅτι Τὰ ἔργα, ἃ ἔδωκέ μοι ὁ Πατὴρ, μαρτυρεῖ ὅτι ἴσος εἰμὶ τοῦ Πατρός; Ἀμφότερα γὰρ ἦν ἀπὸ τῶν ἔργων μαθεῖν, καὶ ὅτι οὐδὲν ἐναντίον ποιεῖ, καὶ ὅτι ἴσος ἐστὶ τοῦ γεγεννηκότος. Ὅπερ ἀλλαχοῦ κατασκευάζων ἔλεγεν· Εἰ ἐμοὶ οὐ πιστεύετε, τοῖς ἔργοις μου πιστεύετε, ἵνα γνῶτε καὶ πιστεύσητε, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. Ἀμφότερα οὖν αὐτῷ ἐμαρτύρει, καὶ ὅτι ἴσος ἦν τοῦ Πατρὸς, καὶ ὅτι οὐδὲν ἐναντίον ἔπραττεν ἐκείνῳ. Τίνος οὖν ἕνεκεν οὐχ οὕτως εἶπεν, ἀλλὰ τὸ μεῖζον ἀφεὶς, τοῦτο τέθεικεν; Ὅτι τὸ σπουδαζόμενον τοῦτο πρῶτον ἦν. Εἰ γὰρ καὶ πολλῷ ἔλαττον τὸ πιστευθῆναι ὅτι παρὰ τοῦ Θεοῦ ἦλθε, τοῦ πιστευθῆναι ὅτι Θεός ἐστιν ἴσος αὐτῷ· ἐκεῖνο μὲν γὰρ καὶ προφῆται εἶπον, τοῦτο δὲ οὐκέτι· ὅμως αὐτὸς ὑπὲρ τοῦ ἐλάττονος πολλὴν τίθεται σπουδὴν, εἰδὼς ὅτι τούτου δεχθέντος καὶ ἐκεῖνο γένοιτ' ἂν λοιπὸν εὐπαράδεκτον. Καὶ τῆς μείζονος οὐδὲν μνημονεύσας μαρτυρίας, τὸ ἔλαττον αὐτῆς ἔργον τίθησι, ἵνα διὰ τούτου κἀκείνην δέξωνται. Τοῦτο κατασκευάσας πάλιν ἐπάγει· Ὁ πέμψας με Πατὴρ, αὐτὸς μεμαρτύρηκε περὶ ἐμοῦ. Καὶ ποῦ μεμαρτύρηκε περὶ αὐτοῦ; Ἐν τῷ Ἰορδάνῃ, Οὗτός ἐστι, λέγων, ὁ Υἱός μου ἀγαπητός· αὐτοῦ ἀκούετε. Ἀλλὰ καὶ τοῦτο κατασκευῆς ἐδεῖτο. Τὸ μὲν οὖν Ἰωάννου δῆλον ἦν· αὐτοὶ γὰρ ἀπέστειλαν, καὶ ἀρνήσασθαι οὐκ εἶχον. Καὶ τὸ ἐκ τῶν σημείων δὲ ὁμοίως. Εἶδον γὰρ γινόμενα, καὶ παρὰ τοῦ θεραπευθέντος ἤκουσαν, καὶ ἐπίστευσαν, ὅθεν καὶ ἐνεκάλουν. Ἐλείπετο δὲ λοιπὸν τὸ περὶ τῆς τοῦ Πατρὸς μαρτυρίας ἀποδεῖξαι. Εἶτα