168
τὴν τελειοτέραν γενέσθαι καὶ οἱ κατὰ νόμον πολιτευόμενοι ἐπὶ τὴν εὐαγγελικὴν πολιτείαν, οἱ γνόντες κατὰ σάρκα Χριστὸν εἰς τὸ θεάσασθαι τὴν δόξαν αὐτοῦ, ∆όξαν ὡς μονογενοῦς παρὰ πατρός· οἱ ἐκ μέρους γινώσκοντες τῷ ἐπὶ γῆς ειναι καὶ μὴ χωρεῖν τὸ ἀκραιφνέστατον τῆς γνώσεως-ἐλθόντος τοῦ τελείου ειδους τῆς θεωρίας εἰς τὸ γνῶναι καθὸ δεῖ γνῶναι, ἐξ ὑποδεεστέρας δυνάμεως τῆς νοήσεως ἐπὶ μείζονα καὶ τελειοτέραν δύναμιν πορευόμενοι. 847 Ps 83,10b ̔Απλούστερον δὲ καὶ εκαστος τῶν ἁγίων, μᾶλλον δὲ καὶ ἱερέων καὶ βασιλέων δύναται ταύτην τὴν ἀξίωσιν προσάγειν, χριστὸς ων θεοῦ. Μὴ απτεσθε γὰρ τῶν χριστῶν μου περὶ πάντων ἁγίων ειρηται, καὶ ἱερεῖς δὲ καὶ βασιλεῖς ̔Εβραϊκῷ εθει χριστοὶ προσηγορεύοντο. 848 Ps 83,11a Κρεῖσσον ειη ἐν ταῖς αὐλαῖς σου γενέσθαι καν ἐπὶ ἡμέραν μίαν ὑπὲρ πλῆθος χιλιάδων ἡμερῶν ἐκτὸς τῶν αὐλῶν σου τυγχάνοντι. τῆς γὰρ παρ' ἀνθρώποις τελειώσεως ὑπερέχει τὸ δοκοῦν ὀλίγον ἐν ταῖς αὐλαῖς τοῦ θεοῦ. τοιοῦτόν ἐστι καὶ τὸ περὶ ̓Ιωάννου πρὸς τοῦ σωτῆρος ῥηθὲν ̓Εν γεννητοῖς γυναικῶν οὐδεὶς μείζων ̓Ιωάννου ἀλλ' ὁ μικρότερος ἐν τῇ βασιλείᾳ μείζων αὐτοῦ ἐστι. Λεχθείη δ' αν καὶ ουτως ἐνταῦθα· βιοῦντες οἱ ανθρωποι ὑπὸ χρόνον εἰσίν, οστις χρόνος εἰς πλῆθος ἡμερῶν μερίζεται, μίαν ἡμέραν εχοντος αἰώνιον καὶ ἀδιάκοπον τοῦ ἐν ταῖς θείαις αὐλαῖς τοῦ κυρίου γεγενημένου. γέγονε γὰρ αὐτῷ κύριος φῶς αἰώνιον τοῦ ἡλίου τῆς δικαιοσύνης οὐ δύνοντος ἐπ' αὐτῷ. αυτη ουν ἡ ἀδιάστατος καὶ ἀδιάκοπος ἡμέρα κρείσσων ειη τῆς πολυημέρου ἐνταῦθα γινομένης ζωῆς. 849 Ps 83,12b-13 ∆ίδωσιν ὁ θεὸς χάριν τοῖς σῳζομένοις χάριτι κατὰ τὸ Χάριτί ἐστε σεσῳσμένοι, ισον δωρεᾶς δυναμένης ἐνταῦθα τῆς χάριτος. εστι γὰρ καὶ ετερον τῆς χάριτος σημαινόμενον καθὸ κεχαριτωμένος τις εὑρίσκεται. κατὰ τοῦτο γὰρ λέγεταί τις εὑρηκέναι χάριν ἐνώπιον τοῦ θεοῦ. ταύτην τὴν χάριν ἀντὶ χάριτος προτέρας δίδωσιν, ης ἐκ τοῦ ἐφ' ἡμῖν κατὰ τὸ δυνατὸν ἀναλαβεῖν ἐσπεύσαμεν. ∆ίδωσι δὲ καὶ δόξαν τοῖς ἀξίοις τοῦ τυχεῖν ταύτης διὰ τὸ προδεδοξακέναι τὸν λέγοντα Τοὺς δοξάζοντάς με δοξάσω, δηλονότι δι' ἀγαθῶν εργων καὶ ἀληθινῶν δογμάτων. Πορεύονται δ' ἐν ἀκακίᾳ οἱ ανευ χειρίστης εξεως διὰ πάντων κινούμενοι. εἰ δὲ καὶ τὴν ἁπλότητα σημαίνει ἡ ἀκακία, καὶ αὐτὸς ἐπίστησον. Καὶ ἐπεὶ προσδοκία ἐστὶν ἀγαθῶν ἡ ἐλπίς, μόνον δὲ τὸ λογικὸν ὀρεκτικὸν τῶν κυρίως ἀγαθῶν, μόνου ἀνθρώπου οἰκεία ἀρετὴ τὸ ἐλπίζειν, μάλιστα οταν εὐσεβείας ἀντιποιῆται· γέγραπται γὰρ ̓Ελπὶς τῷ εὐσεβεῖ. ἀναγεννῶνται γὰρ οἱ πιστοὶ εἰς ἐλπίδα ζῶσαν καὶ μένουσαν διὰ τὸ ἀκήρατον ειναι τὴν τῶν ἀγαθῶν προσδοκίαν.
850 Ps 84,2-4 Πρὸς δὲ διάνοιαν· εὐδοκεῖ κύριος τὴν ἀγαθὴν καὶ σπουδαίαν
καρδίαν γῆν αὐτοῦ τυγχάνουσαν διὰ τὸ δέχεσθαι τὸν σπόρον τὸν παρ' αὐτοῦ καὶ ἑκατονταπλασίονα καρποφορεῖν. ἀποστρέφει δ' εἰς αὐτὴν καὶ τὸ πλῆθος τῶν αἰχμαλώτων ἀχθέντων ὑπὸ πονηρῶν δυνάμεων, λογισμῶν ̓Ιακὼβ οντας διὰ τὸ ιστασθαι κατὰ τῶν παθῶν. Ταῦτα δ' ἐνέργησας αφεσιν ἀνομημάτων χαρίζεται πᾶσιν, ἐξαίρων καὶ λύων τὰς ἀνομίας αὐτῶν. ει ποτε δὲ καὶ μετὰ αφεσιν ημαρτον, καὶ ταῦτα τὰ ἁμαρτήματα ἐπικαλύπτει ἐνδοὺς τὴν ἀρετήν· καλύπτει γὰρ ἡ ἀρετὴ τὰς ἁμαρτίας, οὐκ ἐγκρύπτουσα αὐτὰς ἀλλ' ἐξ ολων ἀναιροῦσα καὶ ἀφανίζουσα. ουτω γὰρ ἀγάπη καλύπτει πλῆθος ἁμαρτιῶν. ὡς γὰρ ἡ ἐπιστήμη καλύπτει τὴν αγνοιαν ἐξ ολων ἀναιροῦσα αὐτὴν τῆς ψυχῆς ῃ αν παραγένηται, ουτω καὶ ἡ ἀγάπη τοῦ θεοῦ ἡ αὐτὴ ουσα τῇ ἀρετῇ καλύπτει τὰς ἁμαρτίας ων αν εὐεργετεῖν κρίνῃ. Εὐδόκησεν δὲ τὴν γῆν αὐτοῦ ὁ θεός, ἀποστείλας τὸν υἱὸν αὐτοῦ ὀφθῆναι ἐπὶ τῆς γῆς καὶ τοῖς ἀνθρώποις συναναστραφῆναι· οθεν ἐπὶ τῷ τοκετῷ τῆς Μαρίας ∆όξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία ειρηται. Μανθάνομεν δὲ ἐκ τῶν εἰρημένων ἐντεῦθεν μὴ πάθος ειναι θεοῦ τὴν λεγομένην αὐτοῦ ὀργήν. διὰ γὰρ τὰ