1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

169

ἁμαρτήματα ὑποστῆναι οἰκονομεῖται ων καταλυθέντων καὶ ἠφανισμένων καὶ αὐτὴ αὐτοῖς συναπέρχεται. εἰ δὲ φαίνονται οἱ τῇ ὀργῇ ὑπηρετούμενοι σκεύη ὀργῆς καλούμενοι ὁμωνύμως αὐτῇ θυμὸς καὶ ὀργὴ προσαγορευόμενα, βέλτιον ἐπισκέψῃ. 851 Ps 84,5-7 ̓Επεὶ τῶν σωτηρίων ων δίδως ἡμῖν θεὸς ὑπάρχεις, ἐπίστρεψον ἡμᾶς, ἀφορμὰς μετανοίας ἡμῖν παρασχὼν καὶ δεχόμενος ἡμᾶς ἀνακάμπτοντας πρὸς σέ. εψεται γὰρ τὸ καὶ τὸν θυμόν σου ἀποστραφῆναι ἀφ' ἡμῶν. ἐπεὶ γὰρ ἡμεῖς ἐξήψαμεν αὐτὸν δι' ων ἡμαρτήκαμεν, μεταγνόντων καὶ ἐπιστρεψάντων ἡμῶν, οὐκέτ' ἐνεργήσει καθ' ἡμῶν ἀφανιζόμενος. ὡς γὰρ πῦρ, ἐπιλειπούσης τῆς καυστῆς υλης καθ' ην ἐνεργεῖ, οὐκέτ' ἐστιν, ουτως ἠφανισμένων τῶν ἁμαρτημάτων ἡμῶν οὐκέτι ὑποστήσεται θυμός σου καθ' ἡμῶν. Ζωοῖ ὁ θεὸς ζωὴν παρέχων τούτοις, οι πρὸς αὐτὸν ἐπέστρεφον ἀποστάντες αὐτοῦ καὶ ἀποστραφέντες αὐτόν· η αὐτὸς ἐπιστρέψας τὸ πρόσωπον αὐτοῦ ο ἀπέστρεψεν ἀπ' αὐτῶν δι' ην επραττον κακίαν. ἑκατέρως γὰρ τὸ ̓Επιστρέψας νοεῖν δυνατὸν ἀπαρεμφάτως εἰρημένον. οὐ γὰρ ἐμφαίνει τὸ πότερον αὐτὸς ἐπ' αὐτοὺς η αὐτοὶ πρὸς αὐτὸν ἐπέστρεψαν. ζωῆς ἐνδοθείσης τοῖς ζωωθεῖσιν, εὐφράνθη ὁ λαὸς τοῦ θεοῦ ἐπ' αὐτῷ τῷ τὴν ζωὴν δεδωκότι θεῷ. 852 Ps 84,8 ̓Επεὶ οὐκ ἐξ εργων ἀλλὰ χάριτι καὶ ἐλέῳ θεοῦ ἀπαιτοῦσι τὴν σωτηρίαν, φασὶν Ω κύριε, δεῖξον ἡμῖν δι' ων ἐλεεῖς καὶ οἰκτείρεις τὸν λαόν σου· ουτω γὰρ καὶ τὸ σωτήριόν σου, τουτέστιν ἡ παρὰ σοῦ σωτηρία, δοθείη ἡμῖν. ∆υνατὸν ελεος καὶ σωτήριον εἰπεῖν τὸν αιτιον τῆς ἐλεημοσύνης καὶ σωτηρίας ̓Ιησοῦν. αὐτὸς γὰρ τὸ ελεος καὶ τὸ σωτήριον τοῦ θεοῦ ἐστι καθὸ ἐλεεῖ καὶ σῴζει. 853 Ps 84,9 Οὐκ εξωθεν κρούων τὴν ἀκοὴν τῶν ἀκουόντων λαλεῖ θεὸς ἀλλ' ἐν αὐτῇ τῇ διανοίᾳ ἐναποτιθέμενος απερ βούλεται δηλῶσαι τῷ νῷ ανευ προφορᾶς, οθεν ειρηται τὸ ̓Ακούσομαι τί λαλήσει ἐν ἐμοί. συνᾴδει τούτῳ καὶ τὸ τοῦ ̓Αμβακοὺμ εχον ουτως· Καὶ ἀποσκοπεύσω τοῦ ἰδεῖν τί λαλήσει ἐν ἐμοὶ κύριος ὁ θεός. κατὰ ταῦτα καὶ ὁ Παῦλός φησιν Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ· ἐν αὐτῷ γὰρ ἀλλ' οὐχ ἁπλῶς αὐτῷ ἐλάλει Χριστός. λαλεῖ γὰρ ἐκείνῳ ἐν ῳ λαλεῖ, οὐ πάντως δὲ ῳ λαλεῖ τις καὶ ἐκείνῳ λαλεῖ, οταν εξωθεν μόνον πλήττηται ἡ ἀκοή. πλὴν ο λαλήσει ἐν αὐτῷ κύριος ὁ θεὸς ἑρμηνεύων, ειπεν εἰρήνην ειναι ἐπὶ τὸν λαὸν αὐτοῦ τοῦ θεοῦ πάντων πολεμίων τῶν κατὰ τοῦ λαοῦ δηλονότι ἀνατρεπόντων, η εἰρήνην τὴν ὑπερέχουσαν πάντα νοῦν ἐσχηκότος τοῦ λαοῦ δι' ης πάσης ταραχῆς καὶ θορύβου ἐκτὸς ειη γαλήνην ἀγόντων τῶν λογισμῶν. αυτη ἡ εἰρήνη ἀπὸ θεοῦ καὶ πατρὸς καὶ κυρίου ̓Ιησοῦ αμα χάριτι δίδοται, ὡς τὸν σωτῆρα περὶ αὐτῆς φάναι Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν. δίδοται δὲ ἡ εἰρήνη αυτη καὶ τοῖς ἀποδιδοῦσι τὰ τοῦ θεοῦ τῷ θεῷ φυλάττουσι τὴν πρὸς αὐτὸν δικαιοσύνην, οιτινες κυρίως οἱ οσιοι αὐτοῦ καλοῦνται. δίδωσι δὲ αὐτὴν καὶ τοῖς διὰ μετανοίας ἐπιστρέφουσι καρδίαν πρὸς αὐτόν, τὴν ἐπιστροφὴν οὐ σκολιὰν πρὸς αὐτὸν οὐδὲ ἐπίπλαστον ἀλλ' ἀπ' αὐτοῦ τοῦ βάθους τῆς διανοίας ποιουμένοις. 854 Ps 84,10 Τότε δὲ καὶ ἀληθῶς κατεσκήνωσεν καὶ δόξαν ἐν τῇ γῇ, πολλὰ καὶ μεγάλα παραδόξως ἐπιτελοῦντος τοῦ σωτῆρος νεκρῶν ἀναστάσεις τυφλῶν ἀναβλέψεις λεπρῶν καθαρισμοὺς καὶ οσα αλλα θαυμαστῶς ἐποίει. ὡς δὲ πρὸς μυστικώτερον λόγον τοῖς θεὸν φοβουμένοις ἀνελλιπέσιν ουσιν (Οὐκ εστι γὰρ ὑστέρημα τοῖς φοβουμένοις αὐτόν) ηγγισεν τὸ θεοῦ σωτήριον μετεχόμενον ὑπ' αὐτῶν δι' ων πράττουσι σωτηριωδῶς. ὡς γὰρ μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία ἐνεργούντων τὰ τῆς ἀπωλείας, ουτως ἐκ τοῦ ἐναντίου ἐγγὺς τὸ σωτήριον τοῦ θεοῦ τῶν φοβουμένων αὐτὸν ὑπάρχει. διὸ καὶ κατασκηνοῖ δόξαν ἐν τῇ γῇ τῶν ταῦτα λεγόντων. γῆν δὲ αὐτῶν ἐρεῖς τὴν ἀγαθὴν αὐτῶν καρδίαν τὴν ἑκατονταπλασίως καρποφορήσασαν τὸν ἐπ' αὐτῇ βληθέντα σπόρον. οτι δὲ κατασκηνοῖ ἐν τῇ καρδίᾳ δόξα θεοῦ, παρίστησιν ἡ λέξις ἡ φάσκουσα ̔Ο θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι ος ελαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ