169
συγχώρει· οὗτος ἔμπαλιν, Κατασκεύαζε πάγας κατὰ τῶν οὐδὲν ἀδικούντων. Ὁ Χριστὸς λέγει, Φιλάνθρωπος ἔσο καὶ ἥμερος· οὗτος ἀπ' ἐναντίας, Ὠμὸς ἔσο καὶ ἀπηνὴς, καὶ μηδὲν εἶναι νόμιζε δάκρυα πενήτων· ἵνα κατὰ τὴν ἡμέραν ἐκείνην αὐστηρὸν ἡμῖν κατασκευάσῃ τὸν δικαστήν. Τότε γὰρ ἡμῖν πάντα πρὸ τῶν ὀφθαλμῶν στήσεται τὰ πεπραγμένα, καὶ οἱ ἠδικημένοι καὶ οἱ γυμνωθέντες παρ' ἡμῶν, πᾶσαν ἀπολογίαν ἡμῖν ἐκκλείοντες. Εἰ γὰρ ὁ Λάζαρος ἀδικηθεὶς μὲν οὐδὲν παρὰ τοῦ πλουσίου, μὴ ἀπολαύσας δὲ τῶν ἐκείνου, πικρὸς ἕστηκε τότε κατήγορος, καὶ οὐδεμιᾶς αὐτὸν ἀφῆκε τυχεῖν συγγνώμης· τίνος ἀπολογίας, εἰπέ μοι, τεύξονται οἱ πρὸς τῷ μὴ ἐλεεῖν οἴκοθεν, καὶ τὰ ἀλλότρια λαμβάνοντες, καὶ τὰς τῶν ὀρφανῶν ἀνατρέποντες οἰκίας; Εἰ οἱ μὴ θρέψαντες πεινῶντα τὸν Χριστὸν, τοσοῦτον ἐπὶ τὴν κεφαλὴν αὐτῶν εἵλκυσαν πῦρ· οἱ τὰ μηδὲν αὐτοῖς προσήκοντα ἁρπάζοντες, καὶ μυρίας πλέκοντες δίκας, καὶ τὰ πάντων ἀδίκως περιβαλλόμενοι, ποίας ἀπολαύσονται παραμυθίας; Ἐκβάλωμεν τοίνυν τοῦτον τὸν ἔρωτα. Ἐκβαλοῦμεν δὲ, ἂν ἐννοήσωμεν τοὺς πρὸς ἡμῶν ἀδικήσαντας, τοὺς πλεονεκτήσαντας καὶ ἀπελθόντας. Οὐχὶ τῶν μὲν χρημάτων αὐτῶν καὶ πόνων ἀπολαύουσιν ἕτεροι, αὐτοὶ δὲ ἐν κολάσει καὶ τιμωρίᾳ καὶ τοῖς ἀνηκέστοις εἰσὶ κακοῖς; Πῶς οὖν οὐκ ἐσχάτης ταῦτα ἀνοίας, κόπτεσθαι καὶ ταλαιπωρεῖν, ἵνα καὶ ζῶντες τοῖς πόνοις κατατεινώμεθα, καὶ ἀπελθόντες τὰς ἀφορήτους ὑπομένωμεν κολάσεις καὶ τιμωρίας, δέον καὶ ἐνταῦθα τρυφᾷν (οὐδὲν γὰρ οὕτως ἡδονὴν ἐργάζεται, ὡς ἐλεημοσύνη, συνειδὸς κεκαθαρμένον), καὶ ἀπελθόντας ἐκεῖ, πάντων ἀπηλλάχθαι κακῶν, καὶ μυρίων ἐπιτυγχάνειν ἀγαθῶν; Ὥσπερ γὰρ ἡ κακία καὶ πρὸ τῆς γεέννης τοὺς ἐνταῦθα αὐτὴν μετιόντας κολάζειν εἴωθεν· οὕτω καὶ ἡ ἀρετὴ καὶ πρὸ τῆς βασιλείας τοὺς ἐνταῦθα αὐτὴν ἐργαζομένους παρασκευάζει τρυφᾷν, ἐλπίσι χρησταῖς καὶ ἡδονῇ διηνεκεῖ συζῇν ποιοῦσα. Ἵν' οὖν ταύτης ἐπιτύχωμεν καὶ ἐνταῦθα καὶ κατὰ τὴν μέλλουσαν ζωὴν, ἐπιλαβώμεθα τῶν ἀγαθῶν ἔργων. Οὕτω γὰρ καὶ τῶν μελλόντων ἐπιτευξόμεθα στεφάνων· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 59.233 ΟΜΙΛΙΑ ΜΑʹ. Ἐρευνᾶτε τὰς Γραφὰς, ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐ ταῖς ζωὴν αἰώνιον ἔχειν· κἀκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ· καὶ οὐ θέλετε ἐλθεῖν πρός με, ἵνα ζωὴν αἰώνιον ἔχητε. αʹ. Πολὺν ποιώμεθα τῶν πνευματικῶν, ἀγαπητοὶ, λόγον, μηδὲ ἀρκεῖν ἡμῖν νομίζωμεν πρὸς σωτηρίαν, τὸ καὶ ὁπωσοῦν αὐτὰ μετιέναι. Εἰ γὰρ ἐν τοῖς βιωτικοῖς οὐδὲν μέγα ἀπόνασθαι δυνήσεταί τις, παρέργως καὶ ὡς ἔτυχεν αὐτοῖς κεχρημένος· πολλῷ μᾶλλον ἐν 59.234 τοῖς πνευματικοῖς τοῦτο συμβήσεται, ἐπειδὴ καὶ πλείονος ταῦτα δεῖται σπουδῆς. ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς παραπέμπων τοὺς Ἰουδαίους ταῖς Γραφαῖς, οὐκ εἰς ἁπλῆν ἀνάγνωσιν, ἀλλ' εἰς ἔρευναν ἀκριβῆ καὶ κατανενοημένην αὐτοὺς παρέπεμπεν. Οὐ γὰρ εἶπεν, Ἀναγινώσκετε τὰς Γραφάς· ἀλλ', Ἐρευνᾶτε τὰς Γραφάς. Ἐπειδὴ γὰρ τὰ περὶ αὐτοῦ λεγόμενα πολλῆς ἐδεῖτο τῆς ἐπιμελείας (συνεσκίαστο γὰρ ἄνω 59.235 θεν συμφερόντως τοῖς τότε), διὰ τοῦτο καὶ διασκάπτειν αὐτοὺς μετὰ ἀκριβείας κελεύει νῦν, ἵνα τὰ ἐν τῷ βάθει κείμενα δυνηθῶσι εὑρεῖν. Οὐδὲ γὰρ ἐξ ἐπιπολῆς εἴρητο, οὐδὲ ὑπὲρ τὴν ἐπιφάνειαν ἔῤῥιπτο· ἀλλ' ὥσπερ τις θησαυρὸς ἐν πολλῷ τῷ βάθει κατέκειτο. Ὁ δὲ τὰ κάτω κείμενα ζητῶν ἂν μὴ μετὰ ἀκριβείας ζητῇ καὶ πόνου, οὐδέποτε δυνήσεται εὑρεῖν τὸ ζητούμενον. ∆ιά τοι τοῦτο καὶ εἰπὼν, Ἐρευνᾶτε τὰς Γραφὰς, ἐπήγαγεν· Ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν. Οὐκ εἶπεν, Ἔχετε· ἀλλὰ, ∆οκεῖτε, δεικνὺς ὅτι οὐδὲν ἐκαρποῦντο μέγα τι καὶ γενναῖον, ἀπὸ τῆς ἀναγνώσεως σωθήσεσθαι προσδοκῶντες μόνης, πίστεως ἔρημοι ὄντες. Ὃ τοίνυν λέγει, τοιοῦτόν ἐστιν· Οὐχὶ θαυμάζετε τὰς Γραφάς; οὐχὶ πάσης ζωῆς νομίζετε αἰτίας εἶναι; Ἀπὸ τούτων καὶ αὐτὸς ἰσχυρίζομαι νῦν. Αὗται γάρ εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ, καὶ οὐ θέλετε ἐλθεῖν πρός με, ἵνα ζωὴν αἰώνιον