1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

170

Χριστοῦ. κατασκηνοῖ δὲ καὶ ἐν τῷ σώματι τῶν πειθομένων τῇ παραινέσει τῇ λεγούσῃ ∆οξάσατε δὴ τὸν θεὸν ἐν τῷ σώματι ἑαυτῶν τῶν τελείαν σωφροσύνην κατορθούντων. 855 Ps 84,11.12 ∆ύναται καὶ ἐντεῦθεν ἡ ἀντακολούθησις τῶν ἀρετῶν δηλοῦσθαι, τοῦ ἐλεητικοῦ ἀληθοῦς καὶ τοῦ ἀληθοῦς ἐλεητικοῦ τυγχάνοντος, ἀλλὰ καὶ τοῦ δικαίου εἰρηνικοῦ καὶ τοῦ εἰρηνικοῦ δικαίου οντος. καὶ ἐν αλλοις δὲ αμα τῷ ἐλέει ἡ ἀλήθεια ὀνομάζεται, ωσπερ ἐν τῷ Τὸ ελεός σου καὶ ἡ ἀλήθειά σου διαπαντὸς ἀντελάβετό μου, καὶ τὸ ̓Εξαπέστειλεν ὁ θεὸς τὸ ελεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ. καὶ ἐφίστημι δὲ διὰ τοῦτο αμα αὐτὰ εἰρῆσθαι, ἐπείπερ δυσέφικτός ἐστιν ἀνθρώποις ἡ τῶν πραγμάτων ἀλήθεια, μᾶλλον δὲ ἀνέφικτος, εἰ μὴ τύχοι ἐλέῳ θεοῦ χορηγουμένη· η τάχα τὴν ἀληθῆ σωτηρίαν ανευ ἐλεημοσύνης θεοῦ οὐκ οντος λαβεῖν, αμα ὠνομάσθησαν δικαιοσύνῃ. συνηντηκέναι τὸ ελεος τῇ ἀληθείᾳ φησίν. εἰ γὰρ εἰς ταὐτὸν ελθοι τὸ ελεος καὶ ἡ ἀλήθεια, καὶ γνωσόμεθα αὐτὴν καὶ ἐν αὐτῇ ἐσόμεθα. ̓Αλλὰ καὶ ἡ δικαιοσύνη καταφιλεῖ τὴν εἰρήνην καὶ ἡ εἰρήνη τὴν δικαιοσύνην. ενθα γὰρ δικαιοσύνη, πάντως εἰρήνη επεται ουσα αὐτῆς βλάστημα. δύνασαι δὲ καὶ ἐπὶ τοῦ σωτῆρος ταῦτα ἐκλαβεῖν κατὰ διαφόρους ἐπινοίας αὐτοῦ εἰρημένα, ὡς ηδη προείρηται. ̓Ανατέταλκε δὲ ἐκ τῆς γῆς ἡ ἀλήθεια τοῦ σωτῆρος ἀνθρώπου γεγενημένου. πολλὴ γὰρ ἀπάτη καὶ πολὺ τὸ ψεῦδος ἐν ἀνθρώποις ην. Οὐκ εστι γὰρ ἀλήθεια καὶ ελεος οὐδ' ἐπίγνωσις θεοῦ ἐπὶ τῆς γῆς· αρα καὶ ψεῦδος καὶ φόνος καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς, φησὶν ὁ προφήτης. τοῦτο ουν τὸ ψεῦδος τὸ καθόλου τῆς γῆς ἰσχύσαν ελυσεν ὁ εἰπὼν ̓Εγώ εἰμι ἡ ἀλήθεια, τὸ δ' ἐκ τῆς γῆς (τουτέστιν ἐκ τῶν ἀνθρώπων) ἀνατείλας. ἀλλὰ καὶ δικαιοσύνη τυγχάνων πατρὸς κατὰ τὸ ειναι λόγος θεοῦ καὶ σοφία, ἐξ οὐρανοῦ διέκυψε κλίνας οὐρανοὺς καὶ καταβάς. ἐπήνεγκε δὲ ἡμῖν τὴν εἰρήνην καθὸ δικαιοσύνη καὶ τὸ ελεος καθὸ ἀλήθεια· ἐπινοεῖται γὰρ αὐτῷ πάντα ταῦτα, ὡς ἀρτίως ειρηται. 856 Ps 84,13 Ονπερ τρόπον ὑετοῦ δοθέντος ἡ χθὼν καρποφορεῖ αὐτοῦ τοῦ κυρίου δεδωκότος χρηστότητα, καρπὸν ἡ νοητὴ γῆ δίδωσι, ποτισθεῖσα τῇ ἐκ θεοῦ χρηστότητι. καρπὸς δὲ αὐτῆς ἡ γενικὴ ἀρετὴ ης τὰ ειδη προβαλλομένη ἡ ψυχὴ γῆ καρποφοροῦσα τυγχάνει. 857 Ps 84,14 ∆ύναται περὶ τοῦ λαοῦ εἰρῆσθαι τὸ προκείμενον, ιν' ῃ τὸ λεγόμενον τοιοῦτον. ἐπεὶ ἐλάλησε κύριος εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ, η τοῦ λαοῦ δικαιοσύνη εμπροσθεν αὐτοῦ πορευομένη θήσει τὰ διαβήματα αὐτοῦ ἐπὶ τὴν ὁδὸν τὴν ἀνάγουσαν ἐπὶ τὴν μακαριότητα, η αὐτὸς ὁ κύριος ων ἡ δικαιοσύνη προπορεύεται τοῦ λαοῦ καὶ θήσει εἰς ὁδὸν τὰ διαβήματα αὐτοῦ. πρός τινα γοῦν ειπεν Εμπροσθέν σου πορεύσομαι καὶ ορη ὁμαλιῶ. Η καὶ ουτως· ἡ κατὰ νόμον δικαιοσύνη ἐν Μωυσεῖ καὶ τοῖς προφήταις ἐνεργοῦσα ης τέλος ̓Ιωάννης προελήλυθε τοῦ σωτῆρος, τεθεῖσα εἰς ὁδὸν τὴν ἐν ἡμῖν τὰς διαβάσεις αὐτοῦ, ιν' ἐνοικῇ καὶ ἐμπεριπατῇ ἡμῖν, κέκραγεν ̔Ετοιμάσατε τὰς ὁδοὺς κυρίου εὐθείας, ποιεῖτε τὰς τρίβους αὐτοῦ· μονουχὶ βοῶν ̔Οδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν, κύριος ονομα αὐτῷ. ἀμέλει καὶ περὶ ̓Ιωάννου λέγεται τὸ Καὶ αὐτὸς προελεύσεται ἐνώπιον κυρίου ἐν πνεύματι καὶ δυνάμει ̓Ηλίου, καὶ τὸ ̓Ιδοὺ ἐγὼ ἀποστέλλω τὸν αγγελόν μου πρὸ προσώπου σου ος κατασκευάσει τὴν ὁδόν σου εμπροσθέν σου. εἰ δὲ καὶ ὁ σωτὴρ δικαιοσύνη ἐστὶ προπορευομένη τοῦ πατρὸς εἰς τὰς διανοίας τῶν θεοφορουμένων, ἐπίστησον νοῶν τίνα τρόπον ειρηται τὸ ̔Ο δεχόμενος ὑμᾶς ἐμὲ δέχεται καὶ ὁ ἐμὲ δεχόμενος δέχεται τὸν ἀποστείλαντά με. 858 Ps 85,2b.3 Αὐχοῦσιν ὡς ἐπὶ μεγάλῳ ἀξιώματι οἱ αγιοι πάντες ἐπὶ τῷ δοῦλοι θεοῦ ειναι. ̓Ιωνᾶς γοῦν ἐρωτώμενος ἐκ ποίας χώρας ειη καὶ ἐκ ποίου λαοῦ, ̓Εγὼ δοῦλος θεοῦ εἰμι εφη, καὶ τὸν θεὸν τοῦ οὐρανοῦ σέβομαι. καὶ οἱ ἀπόστολοι γοῦν μαρτυροῦνται ὑπὸ τοῦ σωτῆρος καλῶς δι' εργων καὶ λόγων κύριον αὐτὸν ὁμολογοῦντες· ̔Υμεῖς γὰρ φωνεῖτέ με ̔Ο κύριος καὶ ὁ διδάσκαλος, καὶ καλῶς λέγετε· εἰμὶ γὰρ ὑμῶν καὶ κύριος καὶ διδάσκαλος ἀεὶ