171
μανθανόντων παρ' ἐμοῦ καὶ δουλευόντων μοι γνησίως. καὶ τῶν γραμμάτων γοῦν ἑαυτῶν προτάττουσι ταύτην τὴν σημασίαν ὡς ἐπὶ μεγίστῳ ἀξιώματι ἐναβρυνόμενοι· ̓Ιάκωβος γὰρ θεοῦ καὶ κυρίου ̓Ιησοῦ Χριστοῦ δοῦλος, καὶ Παῦλος δοῦλος ̓Ιησοῦ Χριστοῦ. ὡς γὰρ οἱ τοῦ κόσμου ανθρωποι ἐν ταῖς συγγραφαῖς τῶν βιωτικῶν συναλλαγμάτων ἐκ τῶν περὶ αὐτοὺς ἀξιωμάτων χρηματίζειν θέλουσιν, ουτως οἱ ἀπόστολοι ἐν ταῖς ἀρχαῖς τῶν συγγραμμάτων αὐτῶν δοῦλοι θεοῦ καὶ Χριστοῦ χρηματίζειν ἀξιοῦσι. τὸ παραπλήσιον ποιῶν ὁ ∆αυίδ, καίτοι βασιλεὺς ων, Σῶσον, εφη, τὸν δοῦλόν σου, ὁ θεός, τὸν ἐλπίζοντα ἐπὶ σέ· σῶσον δέ με ἐλέῳ τῷ σῷ, ἐπειδήπερ ολην ἡμέραν, λέγω δὴ πάντα τὸν χρόνον τῆς ζωῆς μου, πρὸς σὲ βοῶ.
859 Ps 85,5a Τὸ δὲ ἐπιεικὴς ἐπὶ τοῦ θεοῦ οὐ κυριολεκτεῖται. ἀνθρωπίνη γὰρ
ἀρετὴ ἡ ἐπιείκεια. ειρηται δὲ περὶ αὐτοῦ ἀνθρωπικώτερον ὡς καὶ τὰ αλλα, τὸ χαίρειν τὸ εὐφραίνεσθαι τὸ μνημονεύειν. 860 Ps 85,8 Θεοὺς δὲ καὶ ἐνταῦθα λέγεσθαι οὐ τὰ ἀγάλματα καὶ τοὺς δαίμονας ληπτέον ἀλλὰ καὶ τοὺς ἁγίους. ἐν τούτοις γὰρ οὐδεὶς πάντῃ καὶ ἀπαραλλάκτως ομοιός ἐστι τῷ κυρίῳ. μόνος γὰρ αὐτὸς ὡσαύτως τῷ πατρί ἐστι θεός, τούτων δὲ εκαστος μετουσίᾳ θεὸς γέγονε δεξάμενος τὸν θεὸν λόγον κατὰ τὸ ̓Εκείνους ειπε θεοὺς πρὸς ους ὁ λόγος τοῦ θεοῦ ἐγένετο. εἰ γὰρ καὶ κατ' εἰκόνα καὶ ὁμοίωσιν θεοῦ γεγένηνται, ἀλλ' οὐδεὶς αὐτῶν κατ' οὐσίαν ομοιός ἐστι τῷ κυρίῳ, αὐτῶν ὁμοιωθησομένων ἀλλ' οὐκ οντων· Εσεσθε γὰρ αγιοι διότι ἐγὼ αγιός εἰμι, αὐτοῦ οντος ἁγίου, αὐτῶν δ' ἐσομένων. περὶ τῶν ἐσομένων ἀληθὲς εἰπεῖν Τίς αγιός ἐστιν ὡς σύ, κύριε; οὐ γὰρ γέγραπται Τίς ὁμοιωθήσεταί σοι ἐν θεοῖς, κύριε, ἀλλὰ Τίς ομοιός σοι. ομοιοι γὰρ εσονται κατὰ τὸ ῥηθὲν Ομοιοι αὐτῷ ἐσόμεθα, οτι ὀψόμεθα αὐτὸν καθώς ἐστιν. Οὐδεὶς ουν ομοιος τῷ κυρίῳ τῶν προκειμένων θεῶν ἀλλ' οὐδὲ κατὰ τὰ εργα αὐτοῦ τυγχάνει τις αὐτῶν. διὸ καὶ ἐν Εὐαγγελίῳ φησὶν Εἰ μὴ τὰ εργα ἐποίησα ἐν αὐτοῖς α οὐδεὶς αλλος ἐποίησεν, ἁμαρτίαν οὐκ ειχον. εἰ γὰρ καὶ τὰ αὐτά ποτε τῷ σωτῆρι ἐποίησαν κατὰ τὸ ὑποκείμενον οἱ αγιοι, ἀλλά γε τῷ τρόπῳ πολὺ διαλλάττει, τῶν μὲν εὐχῇ καὶ πίστει τῇ εἰς θεὸν ἐργαζομένων, τοῦ δὲ ἐξουσιαστικῶς ἐπιτελοῦντος· οθεν ειρηται μηδένα τῶν θεῶν ειναι κατὰ τὰ εργα τοῦ σωτῆρος. ειρηται δὲ ἡμῖν καὶ ἐν τῇ ἀρχῇ τοῦ ΠΒ πῶς ἐλέχθη τὸ Κύριε ὁ θεός, τίς ὁμοιωθήσεταί σοι, απερ ἀξιοῦμεν καὶ τῇ προκειμένῃ λέξει ἐφαρμόζειν τὸν ἐντυγχάνοντα. 861 Ps 85,11ab Τῆς γνώσεως τῆς ἀληθείας ἀμέμπτως μεταλαβεῖν ἀδύνατον μὴ διὰ τῶν ἠθικῶν παιδευμάτων καὶ ἐνεργημάτων διαβεβηκότα. ὁδηγηθῆναι γοῦν ὑπὸ θεοῦ πρότερον ευχεται ἐν τῇ ὁδῷ. αυτη δ' ἐστὶν ἡ ἐν πρακτικοῖς προκοπή· ̓Αρχὴ γὰρ ὁδοῦ ἀγαθῆς τὸ ποιεῖν τὰ δίκαια, ιν' ουτω πορευθῆναι ἐν τῇ ἀληθείᾳ τοῦ θεοῦ δυνηθῇ προκόπτων ἐν αὐτῇ εστ' αν ἐπὶ τὸ τέλος διαβῇ. τέλος δὲ τῆς γνώσεως τῆς ἀληθείας τὸ ἐπιβαλεῖν τοῖς γνωστοῖς τελείως καὶ ὡς εχουσιν ὑπάρξεως. 862 Ps 85,11c-13 ̔Ο δι' αὐτὰ τὰ ἀγαθὰ αἱρούμενος αὐτὰ εὐφραίνεται ἐπὶ τῇ τούτων κτήσει. εστι δὲ καὶ τὸ φοβεῖσθαι τὸ ονομα τοῦ θεοῦ τῶν ἀγαθῶν, οθεν μετ' εὐφροσύνης αὐτὸ εχειν βουλόμενος ευχεται εὐφρανθῆναι ὑπὸ θεοῦ τὴν καρδίαν ἑαυτοῦ ἐπὶ τῷ φοβεῖσθαι τὸ ονομα αὐτοῦ. Τούτου δὲ τυχὼν εὐχαριστικῶς ἐξομολογεῖται κυρίῳ τῷ θεῷ ἐν ολῃ τῇ καρδίᾳ τῇ εὐφρανθείσῃ ἐπὶ τῷ τετευχέναι τῶν αἰτημάτων. δοξάζει δὲ καὶ τὸ ονομα τοῦ θεοῦ εἰς τὸν αἰῶνα τουτέστι πάντα τὸν τῆς ζωῆς αὐτοῦ χρόνον, γενομένου ἐπ' αὐτῷ μεγάλου τοῦ θεϊκοῦ ἐλέους· ἐφ' ῳ καὶ ἐρρύσθη ἐκ τοῦ πυθμένος τοῦ ᾳδου. τοῦτον γὰρ κατωτάτω ᾳδην ὠνόμασεν. οἱ γὰρ πολλὰ καὶ μεγάλα ἁμαρτάνοντες καταπίπτουσιν εἰς τὸν κατωτάτω ᾳδην, ἀφ' ου, ινα ῥυσθῶσιν, μεγάλου ἐλέους δέονται, ὡς εκαστον αὐτῶν εὐκτικῶς λέγειν ̓Ελέησόν με, ὁ θεός, κατὰ τὸ μέγα ελεός σου. ἁρμόζει τοίνυν τῷ ἐκ τηλικούτου κακοῦ ῥυσθέντι τὸ δοξάζειν τὸ ονομα τοῦ θεοῦ εἰς τὸν αἰῶνα καὶ ἐν