172
ολῃ καρδίᾳ ἐξομολογεῖσθαι αὐτῷ. 863 Ps 85,14.15 Οὐκ ἀμούσως δὲ παραδέξοιτ' αν τις εἰρῆσθαι ταῦτα ὑπὸ τοῦ κυρίου ἡμῶν ̓Ιησοῦ Χριστοῦ, παραστάντων τῶν βασιλέων τῆς γῆς καὶ τῶν ἀρχόντων συναχθέντων ἐπὶ τὸ αὐτὸ κατ' αὐτοῦ. 864 Ps 85,16 ̓Επισκόπησόν με. ἐπισκοπεῖς γὰρ ους βλέψεις οὐκ αλλου του ενεκα η τοῦ ευ ποιῆσαι καὶ ἐλεῆσαι. διὸ καὶ ἐν τοῖς ἑξῆς βασιλεὺς ων ἀξιοῖ δοθῆναι καὶ φυλαχθῆναι αὐτῷ τὸ κράτος, οπερ αὐτὸς αὐτῷ δέδωκεν ὁ θεός. τούτῳ γὰρ ἀκολουθήσει καὶ τὸ σωθῆναι αὐτὸν οντα υἱὸν τῆς τοῦ θεοῦ παιδίσκης. Εἰ δὲ προφητεία ειη περὶ Χριστοῦ τὰ ἐπαγγελλόμενα, τοῦτον τὸν τρόπον ἐξομαλισθείη τὰ προκείμενα· φησὶν ὁ ∆αυίδ· ἐπιβλέψας ὡς θεὸς ἐλέησόν με. ὑπάρξει δὲ τοῦ διδόντος σοῦ τὸ κράτος σου τῷ παιδί σου ἐν τῷ ἐνανθρωπεῖν καὶ λαμβάνειν τὴν τοῦ δούλου μορφήν. καὶ ἐπεὶ ἀκολουθεῖ τῷ γενομένῳ ἀνθρώπῳ καὶ τεθνάναι, ἀνιστῶν αὐτὸν ὁ θεὸς σώσει αὐτὸν οντα υἱὸν τῆς παιδίσκης αὐτοῦ τῆς εἰπούσης ὁπηνίκα ηκουσεν ὑπὸ τοῦ ἀγγέλου ∆ιὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ αγιον κληθήσεται υἱὸς θεοῦ· ̓Ιδοὺ ἡ δούλη κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου. ἀληθῶς γὰρ δούλη καὶ μήτηρ τοῦ κυρίου ἡ τεκοῦσα αὐτόν. ἐκ παραλλήλου δὲ εἰρῆσθαι νόμιζε τὸν κύριον παῖδα καὶ τὸν υἱὸν τῆς παιδίσκης. ∆ύναται δὲ καὶ υἱὸς παιδίσκης ὁ ἐκ περιτομῆς λαός. σαφῶς γὰρ περὶ τούτων ὁ Παῦλος Γαλάταις ἐπιστέλλων φησὶν ̓Αλλ' ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται. 865 Ps 85,17 Γένοιτό μοι σημεῖον εἰς ἀγαθὸν τῆς προφητείας περιαιρουμένης τῆς διαγορευούσης ἐν ἡμῖν τοῖς ἀνθρώποις γενήσεσθαι τὸν θεόν, παρθένου πρὸ πείρας ἀνδρὸς τικτούσης καὶ διαμενούσης παρθένου καὶ μετὰ τὸν τόκον. τοῦτο εἰς ἀγαθὸν σημεῖον ωφθη ἐπὶ βοηθείᾳ τοῦ γένους ἡμῶν. διὸ καὶ παρεκλήθημεν· πῶς γὰρ οὐκ ἐμέλλομεν πληρεστάτην παραμυθίαν εξειν, θεὸν βοηθὸν ἐσχηκότες;
866 Ps 86,4a Τῆς ̔Ραὰβ καὶ τῆς Βαβυλῶνος μνησθήσεσθαι ὁ θεός φησι
γινωσκόντων αὐτόν. συνᾴδει τούτοις τὸ Νῦν δὲ γνόντες θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ θεοῦ. γνῶσιν γὰρ αὐτοῦ ἀναλαβόντες μᾶλλον καὶ μάλιστα γνωσθησόμεθα ὑπ' αὐτοῦ· Εἰ γάρ τις ἀγνοεῖ, ἀγνοεῖται. καὶ πρός τινα ὁ θεὸς λέγει Οτι σὺ ἐπίγνωσιν ἀπώσω, ἀπώσομαί σε τοῦ μὴ ἱερατεύειν μου· ἐπελάθου νόμου θεοῦ σου, κἀγὼ ἐπιλήσομαι τέκνων σου. τῶν φαύλων τοίνυν ἀγνοούντων αὐτὸν ἐπιλέληστο θεός, μνησθεὶς αὐτῶν οτε καὶ αὐτὸν εγνωσαν αὐτοί. ̓Ιδοὺ τοίνυν τῆς ̔Ραὰβ τῆς εἰς πλατυσμὸν μεταλαμβανομένης καὶ Βαβυλῶνος συγχύσεως ἑρμηνευομένης μεμνῆσθαι ὁ θεὸς ειπεν ἐγνωκότων αὐτόν. μεταβαλόντες γὰρ οἱ τὴν πλατεῖαν καὶ εὐρύχωρον ὁδεύοντες ὁδὸν ̔Ραάβ εἰσιν ἐγνωκότες θεόν, καὶ οἱ ἐκ συγκεχυμένων καὶ τεταραγμένων ἐνθυμημάτων εἰς γαλήνην καὶ κατάστασιν διανοίας ἐληλυθότες Βαβυλών εἰσι θεὸν ἐγνωκότες, ων μνημονεύει θεὸς ἀξιῶν τῆς μνήμης αὐτοῦ κριθέντων. ∆ύναται δὲ ὁ πλατυσμὸς σημαίνειν τῶν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἐπὶ τὴν βασιλείαν ἐρχομένων. 867 Ps 86,6 Τῆς ἐκκλησίας οὐ μόνον οἱ αρχοντες ἀλλὰ καὶ οἱ λαοὶ ἐνεγράφησαν εἰς τὴν πολιτείαν τῆς οὐρανίου πόλεως τοῦ ζῶντος θεοῦ, τὴν ἀναφορὰν ἐχόντων ἐπὶ τὴν ἐκκλησίαν τῶν πρωτοτόκων τῶν ἀπογεγραμμένων ἐν οὐρανῷ, μόνου θεοῦ διηγήσασθαι δυναμένου τὴν γραφὴν αὐτῶν. οὐ γὰρ τῶν ἐκ συλλαβῶν ὀνομάτων αὐτῶν ἡ ἀναγραφὴ γέγονεν ἀλλὰ τῶν δηλούντων τὴν κατὰ ψυχὴν ποιότητα αὐτῶν ης μόνος αὐτὸς εφορός ἐστιν. καὶ εστιν ἐκ τοῦ ἐναντίου ἐπιστῆσαι τῷ θεωρουμένῳ· ἐν ̔Ιερεμιᾷ γέγραπται ̓Αφεστηκότες ἐπὶ τῆς γῆς γραφήσονται. ὡς ουν οἱ ἀφεστηκότες καὶ πόρρω θεοῦ γεγενημένοι γράφονται ἐπὶ τῆς γῆς τὴν εἰκόνα τοῦ χοϊκοῦ περικείμενοι φρονοῦντες τὰ ἐπίγεια καὶ τὰ ὑλικὰ διανοούμενοι, ουτως οἱ τὴν εἰκόνα τοῦ ἐπουρανίου