173
φοροῦντες καὶ τὸ πολίτευμα εχοντες ἐν οὐρανοῖς ἐκεῖ ἐμπολιτογραφούμενοι ἐνετάγησαν τῇ τοῦ θεοῦ βίβλῳ.
868 Ps 87 αργ ̔Υπὲρ μαελέθ, τουτέστιν ὑπὲρ χοροῦ η χορείας τῶν υἱῶν Κορέ,
ὑπὲρ τοῦ σύνεσιν καὶ συνετῶς ἀποκρίνεσθαι τῷ τὸν θεὸν φοβουμένῳ καὶ διὰ τοῦτο τυγχάνοντι ἀληθῶς ̓Ισραηλίτῃ. Αἰμὰν γὰρ ἑρμηνεύεται φόβος αὐτῶν, ὡς πάντα τὸν εχοντα θεῖον φόβον καὶ εὐλάβειαν Αἰμὰν ειναι, ῳ σύνεσιν ἀποκρίνεσθαι προσήκει οντι συνετῷ ἀκροατῇ μετὰ χορείας καὶ χοροῦ θείου τοῦ ψαλμοῦ τὴν ᾠδὴν ἀπαγγέλλοντι. 869 Ps 87,2.3 Κεκράξομαι πρὸς σὲ οὐ μεθ' ἡμέραν μόνον ἀλλὰ καὶ νύκτωρ, οὐκ ἐν μόνοις τυγχάνων τοῖς λαμπροῖς καὶ προσηνέσι τοῦ βίου πράγμασιν (ἀδύνατον ἡμέραν ειναι) ἀλλὰ καὶ ἐν τοῖς σκυθρωποῖς γεγενημένος νυκτερινὴν κατάστασιν περιέχουσιν· ἐν ἡμέρᾳ μὲν κεκραγώς, οπως παραμένῃ μοι ἡ τῶν ἀγαθῶν μετουσίᾳ, ἐν νυκτὶ δέ, οπως τέλος αὐτῆς λαβούσης ἐκ νυκτὸς πρὸς σὲ τὸ πνεῦμά μου ὀρθρίσαι δυνηθῇ. ∆υνατὸν δὲ καὶ ἁπλούστερον εἰπεῖν παραπλησίως τῷ λεχθέντι ὑπὸ τοῦ σωτῆρος ̔Ο πατὴρ ποιήσει τὴν ἐκδίκησιν τῶν τεκνῶν αὐτοῦ τῶν βοώντων πρὸς αὐτὸν ἡμέρας καὶ νυκτός. ὁ γὰρ τὸν νόμον κυρίου μελετῶν ἡμέρας καὶ νυκτὸς καὶ δι' αὐτοῦ τοῦ μελετᾶν εργοις καὶ διαθέσει κεκράξεται πρὸς τὸν θεὸν τῆς σωτηρίας ἑαυτοῦ ἡμέρας καὶ νυκτός, ὁτὲ μὲν αἰτούμενος σωτηρίαν, ὁτὲ δὲ φυλαχθήσεσθαι αὐτὴν ηδη ὑπάρξασαν παρακαλῶν. Πολλὴν δὲ παρρησίαν εχοντος πρὸς θεὸν ἡ λέγουσα φωνὴ Εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου. ἐπεὶ γὰρ τοιαῦτα αἰτοῦμαι α κἀμοὶ συμφέρει καὶ σοὶ πρέπει καὶ φίλον διδόναι (αἰτοῦμαι γὰρ τὰ κυρίως ἀγαθά), ἐν οψεσί σου ἡ ἡμετέρα προσευχὴ γενέσθω· ουτως γὰρ καὶ ἐπινεύσεις παρασχεῖν α ᾐτησάμην, συγκαταβαίνων καὶ κλίνων πρὸς μὲ τὸ ους σου· ουτως γὰρ εἰσακουσθῆναι πεπίστευκα· διὰ τοῦτο δὲ πρὸς σέ, ω δέσποτα, βοῶ. 870 Ps 87,4 Πολλοὶ γὰρ οἱ ἐπικείμενοι πολέμιοι οἱ κατασπάσαι τὴν ζωήν μου εἰς τὸν ᾳδην θέλοντες, ἐφ' οις ἀθυμῶν καὶ ἀγωνιῶν κακῶν εχω πλησθεῖσαν τὴν ψυχήν, τουτέστιν ἐπιπόνων κακωτικῶν. 871 Ps 87,5 ̓Εκ παραλλήλου τὸν αὐτὸν τόπον ᾳδην καὶ λάκκον καλεῖν εθος τῇ θείᾳ γραφῇ. αὐτὸς ουν γενόμενος ὁ σωτὴρ ὑπὲρ τῆς τῶν ολων σωτηρίας ἐλήλυθε λύτρον δοῦναι τὴν ψυχὴν αὐτοῦ ἀντὶ πολλῶν, χάριτι θεοῦ ὑπὲρ παντὸς γευσάμενος θανάτου. Μόνος γὰρ αὐτὸς ὑπὲρ πάντων ἀπέθανε καὶ ταύτῃ ειπε Προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον. ἑκάστου γὰρ εἰκότως κατιόντος εἰς τὸν λάκκον δι' α επραξεν η ἐφρόνησεν, ἐγὼ προσελογίσθην καὶ μετ' αὐτῶν ἠριθμήθην, οὐκ ἀκολουθίας εργων εἰς τοῦτό με ἀγαγούσης ἀλλ' εὐδοκίας πατρικῆς καὶ ἡμετέρου θελήματος προσλογισθῆναι τούτοις τοῖς εἰς τὸν λάκκον κατιοῦσι κρινάντων· οθεν αὐθαιρέτως καὶ ἐθελουσίως ἐγενήθην ὡς ανθρωπος ἀβοήθητος, τῆς ὁμοιώσεως οὐκ εἰς τὸν ανθρωπον ἀναφερομένης. Απαγε· ανθρωπος γὰρ κατὰ ἀλήθειαν γέγονεν, ὁμοιῶσθαι δέ φησιν οὐχ ἁπλῶς ἀνθρώπῳ ἀλλ' ἀβοηθήτῳ ἀνθρώπῳ. δυνάμενος γὰρ μὴ παθεῖν μὴ κρατηθῆναι μὴ δεθῆναι, ἑαυτὸν ἐπιδέδωκεν, Γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. ̓Αλλ' εἰ καὶ γέγονεν ἑκουσίως ανθρωπος ἀβοήθητος ὡς καὶ περιβληθῆναι θανάτῳ, ἀλλά γε ἐν νεκροῖς ἐλεύθερος ην. πάντων γὰρ τῶν εἰς τὸν χῶρον τῶν νεκρῶν ἀπιόντων ὑπό τινων ἀγομένων, οὐ φαύλων μόνον ἀλλὰ καὶ σπουδαίων, μόνος ̓Ιησοῦς τεθάρρηκεν εἰπεῖν Οὐδεὶς αιρει τὴν ψυχήν μου ἀπ' ἐμοῦ· ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ, ινα πάλιν λάβω αὐτήν. οτι δὲ ἡ πάντων ψυχὴ ὑπό τινων εἰς ᾳδην αγεται, σαφές σοι εσται ἐπιστήσαντι τοῖς Εὐαγγελίοις. περὶ γὰρ Λαζάρου ἀνδρὸς σπουδαίου οντος ειρηται ̓Εγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι εἰς κόλπους ̓Αβραάμ· καὶ πρὸς φαῦλον δέ τινα λέλεκται Αφρων, ταύτῃ τῇ νυκτὶ ἀπαιτοῦσι τὴν ψυχήν σου ἀπὸ σοῦ· καὶ πρὸς ετερον πρόσωπον λέλεκται τὸ