174
Εως ᾳδου καταβιβασθήσῃ. ὁ γὰρ καταβιβαζόμενός που ὑφ' ἑτέρων ἐκεῖσε καταβιβάζεται. οθεν οὐδεὶς ἐν νεκροῖς ἐλεύθερος ειη τῶν πρὸς αλλων ἑλκομένων η ποδηγουμένων εἰς τὸν τῶν νεκρῶν τόπον, μόνος δὲ ̓Ιησοῦς ἀφ' ἑαυτοῦ θεὶς τὴν ψυχὴν αὐτοῦ, οὐδενὸς λαβόντος αὐτὴν ἀπ' αὐτοῦ, ἐν νεκροῖς ἐλεύθερος γέγονε. καὶ ετι· ἐπεὶ Πάντες ημαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ θεοῦ, ἀπαλλαττόμενοι τοῦ βίου μετὰ δεσμῶν διαφορὰν ἐχόντων τὴν κατὰ τὸ μᾶλλον καὶ ηττον ἐν τῷ ᾳδῃ γεγένηνται, μόνου τοῦ ἁμαρτίαν μὴ πεποιηκότος καὶ μὴ γνόντος ἁμαρτίαν καὶ ἐν τοῖς νεκροῖς ἐλευθέρου γεγενημένου ὡς καὶ λύειν τῶν ἑτέρων νεκρῶν τὰ δεσμὰ τοῦ θανάτου ἐπὶ τῷ ἀναστῆσαι καὶ ζωοποιῆσαι αὐτούς. ὡς γὰρ τῶν ἐπὶ γῆς μόνος αὐτὸς ἐλευθερωτὴς ἁμαρτημάτων αφεσιν δωρούμενος, λέγει γοῦν ̓Εὰν ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ, οντως ἐλεύθεροι γενήσεσθε, ουτως καὶ ἐν ᾳδῃ γεγενημένος μετ' ἐλευθερίας τὰς κατεχομένας ψυχὰς ἠλευθέρωσε, φόβον ἐμποιήσας τοῖς αὐτὰς κατέχουσιν· επτηξαν γοῦν καὶ οἱ πυλωροὶ τῶν τόπων ἐκείνων, τὴν αὐθεντίαν αὐτοῦ καὶ ἐλευθερίαν αὐτοῦ θεασάμενοι. ̓Ακόλουθον δ' αν καὶ τοὺς προάγοντας στίχους ἑρμηνεῦσαι ὡς εἰρημένους ὑπὸ Χριστοῦ. λέγει τοίνυν ὁ σωτὴρ πρὸς τὸν ἑαυτοῦ πατέρα· Εἰ καὶ σωτὴρ τοῦ κόσμου τυγχάνω ἐληλυθὼς ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλὸς αιτιος σωτηρίας αἰωνίου πᾶσι γενόμενος, ἀλλά γε, ω πάτερ, ταύτης ης παρέχω τοῖς σῳζομένοις σωτηρίας θεὸς ὑπάρχεις· βουλήματι γὰρ τῷ σῷ χαρίζομαι αὐτήν· οθεν καὶ παράκλητος γινόμενος πρὸς σὲ ὑπὲρ τῶν ἡμαρτηκότων σώσω αὐτούς, ἐντυγχάνων ὑπὲρ αὐτῶν. ̓Ακολούθως δὲ τοῖς ηδη προειρημένοις νοήσεις καὶ τὰ ἑξῆς. 872 Ps 87,6bc Τὸν γὰρ ὑπὸ τῆς τοῦ θεοῦ κραταιᾶς χειρὸς φρουρούμενον ἁρπάσαι οὐδεὶς δυνήσεται, φησὶν ὁ σωτήρ· οσον γὰρ περιέχεται τοῦ θεοῦ, ἀήττητος τοῖς ἐπιβουλεῦσαι καὶ ἁρπάσαι θέλουσι διαμένει. οταν δέ τις φαῦλος γεγενημένος δι' ων ἁμαρτάνει ἀνάξιος τῆς χειρὸς γένηται, ἀπωθεῖται οὐκέτι αξιος ων κρατεῖσθαι καὶ μνημονεύεσθαι ὑπὸ θεοῦ. 873 Ps 87,7 ̓Επεὶ οὐ κατὰ τὰ ἑαυτοῦ εργα ηλθεν εἰς τὸν ᾳδην καὶ τὸν θάνατον ἀλλὰ αλλων ενεκα ὑπὲρ αὐτῶν γευόμενος θανάτου, εἰς ἐκείνους ἀναφέρων τὴν αἰτίαν τοῦ εἰς τὸν κατώτατον λάκκον καὶ εἰς αὐτὴν τὴν καρδίαν τῆς γῆς ἐφθακέναι φησὶ τὸ Εθεντό με, ἀντὶ τοῦ ̓Εποίησάν με εἰς τὰ κατώτατα τοῦ λάκκου ἰέναι, οπως καὶ τοὺς ἐν βάθει τούτου ἀνιμησάμενος μεταγάγω ἐκεῖθεν ἐπὶ τῷ εἰσαγαγεῖν αὐτοὺς εἰς τὸν θεοῦ παράδεισον. Εθεντο δέ με καὶ ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου. εἰ γὰρ καὶ ἐν θανάτῳ αὐτῶν ενεκα γεγένημαι, ἀλλ' οὐκ ἐν αὐτῷ τῷ κυρίως θανάτῳ ἀλλ' ἐν τῇ σκιᾷ αὐτοῦ (εφθασα γὰρ τριήμερος ἀναστάς), τῷ αὐτῷ δὲ τρόπῳ καὶ ἐν σκοτεινοῖς ὑπ' αὐτῶν τεθειμένος κατηύγασα αὐτούς, ὡς μηκέτ' αὐτοὺς ἐν σκότει διάγειν ἀλλ' ἐν ἐμοὶ τῷ φωτί. 874 Ps 87,8-10a ̔Ο τοῦ θεοῦ θυμὸς ἐοικὼς πυρὶ τροφὴν καὶ υλην εχει τὰ ἁμαρτήματα. ἐφ' οσον ουν ὑφέστηκε ταῦτα, καὶ αὐτὸς ἐνεργεῖ· ἀναλουμένων δὲ αὐτῶν συναπέρχεται καὶ αὐτός. πολλῶν ουν τυγχανόντων ἀνθρωπίνων ἀνομημάτων, ἐφέρετο κατ' αὐτῶν ὁ θεοῦ θυμός, ἀλλ' ὁ σωτὴρ εὐεργέτης ων ὑπέβαλεν ἑαυτὸν τῷ θεοῦ θυμῷ, ὡς ἐπιστηριχθῆναι αὐτὸν ἐπ' αὐτὸν μηκέτι κινούμενον η ἐνεργοῦντα τῷ μὴ εὑρίσκειν υλην. οθεν καὶ σβεσθῆναι αὐτὸν συνέβη οὐ τραφέντα παρ' ῳ ἐπεστήρικτο, ἁμαρτίαν οὐκ ἐγνωκότος αὐτοῦ τῷ πεπειρᾶσθαι κατὰ πάντα χωρὶς ἁμαρτίας. ̓Επήγαγε δ' ἐπ' αὐτὸν καὶ πάντας τοὺς μετεωρισμοὺς αὐτοῦ πειρασμοὺς καὶ θλίψεις οντας, οπως ἀγωνισάμενος καὶ πειρασθεὶς περὶ πάντων δόκιμος ἀναδειχθῇ ὡς μηκέτι ἡμᾶς ὑποκεῖσθαι τοῖς μετεωρισμοῖς. ἐξηφάνισε γὰρ αὐτούς· θεοῦ δὲ ειρηνται ουτοι, ἐπεὶ κρίσει αὐτοῦ ἐπὶ συμφέροντι ἐπάγονται. Γνωστοὶ τοῦ σωτῆρος οἱ γινώσκοντες αὐτὸν καὶ γινωσκόμενοι ὑπ' αὐτοῦ ἐτύγχανον οἱ ἐκ περιτομῆς, οτε τῷ νόμῳ καὶ τοῖς προφήταις ἐπανεῖχον ἀλλὰ μακρὰν αὐτοῦ γεγένηνται ἀποστήσαντες καὶ προδόται αὐτοῦ ἀποδεδειγμένοι, τοῦ πατρὸς ἐκβαλόντος καὶ