174
καιρῶν, ἀλλ' ἐκεῖνα τούτων εἶναι πρεσβύτερα· ὥστε ἕτερα μὲν ἐκεῖνα λοιπὸν, ἕτερα δὲ ταῦτά ἐστι. Τίνος οὖν ἕνεκεν τὸν Φίλιππον ἐρωτᾷ; Ἤδει τῶν μαθητῶν τοὺς μάλιστα πλείονος δεομένους διδασκαλίας. Οὗτος γάρ ἐστιν ὁ μετὰ ταῦτα λέγων· ∆εῖξον ἡμῖν τὸν Πατέρα, καὶ ἀρκεῖ ἡμῖν. ∆ιὰ τοῦτο ἄνωθεν αὐτὸν ἐῤῥύθμιζεν. Εἰ μὲν γὰρ ἁπλῶς τὸ σημεῖον ἐγένετο, οὐκ ἂν τοσοῦτον ἐφάνη τὸ θαῦμα· νῦν δὲ πρότερον αὐτὸν ἀναγκάζει ὁμολογῆσαι τὴν οὖσαν σπάνιν, ἵνα γνοὺς ἐν τίσιν ἦν, ἀκριβέστερον οὕτω μάθῃ τοῦ μέλλοντος γίνεσθαι θαύματος τὸ μέγεθος. Καὶ ὅρα τί φησιν ἐκεῖνος· Πόθεν ἡμῖν ἄρτοι τοσοῦτοι, ἵνα φάγωσιν οὗτοι; Οὕτω καὶ ἐν τῇ Παλαιᾷ πρὸς τὸν Μωϋσέα ἔλεγεν. Οὐ γὰρ πρότερον τὸ σημεῖον ἐποίησεν, ἕως ἂν αὐτὸν ἠρώτησε, Τί ποτέ ἐστιν ἐν τῇ χειρί σου; Ἐπειδὴ γὰρ τὰ παράδοξα καὶ ἀθρόον συμβαίνοντα, τῶν προτέρων ἡμᾶς εἰς λήθην ἐμβαλεῖν εἴωθε, πρότερον αὐτὸν ἐν τῇ τοῦ παρόντος κατέδησεν ὁμολογίᾳ, ἵνα τῆς ἐκπλήξεως γενομένης, τὴν μνήμην τῶν ὁμολογηθέντων μὴ δυνηθῇ λοιπὸν ἐκβαλεῖν· εἶθ' οὕτως ἀπὸ τῆς συγκρίσεως μάθῃ καὶ τοῦ σημείου τὸ μέγεθος· ὃ δὴ καὶ ἐνταῦθα γίνεται. Καὶ ἐρωτηθεὶς ἀποκρίνεται λέγων· ∆ιακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν, ἵνα ἕκαστος βραχύ τι λάβῃ. Τοῦτο δὲ ἔλεγε πειράζων αὐτόν· αὐτὸς γὰρ ᾔδει τί ἔμελλε ποιεῖν. Τί ἐστι, Πειράζων αὐτόν; ἆρα γὰρ ἠγνόει τὸ μέλλον ὑπ' αὐτοῦ ῥηθήσεσθαι; Οὐκ ἔστι τοῦτο εἰπεῖν. βʹ. Ἀλλὰ τίς ποτε τῆς λέξεως ἡ διάνοια; Ἀπὸ τῆς Παλαιᾶς δυνατὸν αὐτὴν καταμαθεῖν. Καὶ γὰρ καὶ ἐκεῖ φησιν· Καὶ ἐγένετο μετὰ τὰ ῥήματα ταῦτα, καὶ ἐπείραζεν ὁ Θεὸς Ἀβραὰμ, καὶ εἶπεν, Λάβε τὸν υἱόν σου τὸν ἀγαπητὸν, ὃν ἠγάπησας, τὸν Ἰσαάκ. Οὐδὲ γὰρ ἐκεῖ τοῦτο λέγων φαίνεται, ὅτι ἀπὸ τῆς πείρας ἀνέμενεν ἰδεῖν τὸ τέλος, εἴτε ὑπακούσεται, εἴτε μή· (πῶς γὰρ ὁ τὰ πάντα εἰδὼς πρὶν γενέσεως αὐτῶν;) ἀλλ' ἀνθρωπίνως ἀμφότερα εἴρηται. Ὥσπερ γὰρ ὅταν λέγῃ, ὅτι Ἐρευνᾷ τὰς καρδίας τῶν ἀνθρώπων, οὐκ ἀγνοίας τὴν ἔρευναν δείκνυσιν, ἀλλ' ἀκριβοῦς εἰδήσεως· οὕτω δὴ καὶ ὅταν λέγῃ ὅτι Ἐπείρασεν, οὐδὲν ἄλλο φησὶν, ἀλλ' ἢ ὅτι ἠπίστατο ἀκριβῶς. Κἂν ἕτερον δὲ ἔστιν εἰπεῖν, ὅτι δοκιμώτερον αὐτὸν εἰργάζετο, ὥσπερ οὖν τὸν Ἀβραὰμ τότε, οὕτω καὶ τοῦτον διὰ τῆς τοιαύτης ἐρωτήσεως ἐνάγων νῦν 59.241 εἰς τὴν ἀκριβῆ τοῦ σημείου γνῶσιν. ∆ιὰ δὴ τοῦτο καὶ ὁ εὐαγγελιστὴς, ἵνα μὴ τῇ ἀσθενείᾳ τῆς λέξεως ἐναπομείνας, ὑποπτεύσῃς τι ἄτοπον περὶ τῶν εἰρημένων, ἐπήγαγεν· Αὐτὸς γὰρ ᾔδει τί ἔμελλε ποιεῖν. Πλὴν ἐκεῖνο παρατηρεῖν ἀναγκαῖον, πῶς, ὅταν ᾖ ὑπόνοια πονηρὰ, εὐθὺς αὐτὴν ὁ εὐαγγελιστὴς μετὰ πολλῆς ἐπιδιορθοῦται τῆς σπουδῆς. Ὥσπερ οὖν ἐνταῦθα, ἵνα μή τι τοιοῦτον ὑποπτεύσωσιν οἱ ἀκούοντες, προσέθηκε τὴν ἐπιδιόρθωσιν, εἰπών· Αὐτὸς γὰρ ᾔδει τί ἔμελλε ποιεῖν· οὕτω καὶ ἐκεῖ λέγων, ὅτι ἐδίωκον αὐτὸν οἱ Ἰουδαῖοι, Οὐ μόνον ὅτι ἔλυε τὸ σάββατον, ἀλλ' ὅτι καὶ Πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ· εἰ μὴ ἀπόφασις ἦν αὐτοῦ τοῦ Χριστοῦ διὰ τῶν ἔργων βεβαιουμένη, προσέθηκεν ἂν κἀκεῖ τὴν ἐπιδιόρθωσιν ταύτην. Εἰ γὰρ ἐν οἷς αὐτὸς λέγει, ὑφορᾶται ὁ εὐαγγελιστὴς, μή τις ὑποπτεύσῃ· πολλῷ μᾶλλον ἐν οἷς ἕτεροι περὶ αὐτοῦ τοῦτο ἔλεγον, ὑπείδετο ἂν, εἰ μὴ προσήκουσαν ἑώρα περὶ αὐτοῦ κρατοῦσαν ὑπόνοιαν. Ἀλλ' οὐκ ἐποίησεν· ᾔδει γὰρ αὐτοῦ τὴν γνώμην οὖσαν τοῦτο καὶ ψῆφον ἀκίνητον. ∆ιὰ τοῦτο εἰπὼν, Ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ, οὐκ ἐχρήσατο ἐπιδιορθώσει τινὶ τοιαύτῃ· οὐ γὰρ ἐκείνων ἦν ὑπόνοια διεφθαρμένη τὸ λεγόμενον, ἀλλ' ἀπόφασις αὐτοῦ κεκυρωμένη διὰ τῶν ἔργων. Ἐρωτηθέντος τοίνυν τοῦ Φιλίππου, Φησὶν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου· Ἔστιν ὧδε παιδάριον ἔχον πέντε ἄρτους κριθίνους, καὶ δύο ὀψάρια· ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους; Ὑψηλότερος μὲν τοῦ Φιλίππου ὁ Ἀνδρέας, οὐ μὴν εἰς τὸ πᾶν ἔφθασε. Οἶμαι δὲ μηδὲ ἁπλῶς τοῦτο εἰπεῖν, ἀλλ' ἀκηκοότα αὐτὸν τῶν προφητῶν τὰ θαύματα, καὶ πῶς Ἑλισσαῖος ἐποίησε τὸ ἐπὶ τῶν ἄρτων σημεῖον. ∆ιὰ δὴ τοῦτο ἀνέβη μὲν ἐπί τι ὕψος, οὐκ ἴσχυσε δὲ πρὸς αὐτὴν φθάσαι τὴν κορυφήν. Μάθωμεν ἐντεῦθεν οἱ τῇ τρυφῇ προσέχοντες, τίνα ἐσιτοῦντο οἱ θαυμαστοὶ ἄνδρες ἐκεῖνοι καὶ μεγάλοι,