176
ταπεινωθείς, οτε εἰσήχθη εἰς τὸ μνῆμα τὸ σῶμα αὐτοῦ, εδοξεν ἐξαπορεῖσθαι σκανδαλιζομένων πολλῶν τῶν πιστευσάντων αὐτῷ, ἀλλ' ἐκ νεκρῶν ἀναστὰς πάλιν ὑψώθη εἰς οὐρανούς, ἀναληφθεὶς ὡς ἑλκύσαι πρὸς αὐτὸν τοὺς δυναμένους μηκέτι πτωχὸν αὐτὸν ὁρᾶν καὶ κάμνοντα διὰ τὴν ἐνανθρώπησιν ἀλλὰ πλούσιον καὶ οντα εἰκόνα τοῦ θεοῦ τοῦ ἀοράτου. 878 Ps 87,17.18 ̓Επεὶ τὸ πάσης τῆς ἀνθρωπότητος πολλὰ ἁμαρτούσης πρόσωπον φέρει ὁ ἐνανθρωπήσας κύριος (ἀνέλαβε γὰρ τὰς πάντων ἁμαρτίας εἰς τὸ ἑαυτοῦ σῶμα), διῆλθον ἐπ' αὐτὸν πᾶσαι αἱ κατὰ διαφόρων ἁμαρτημάτων ὀργαὶ καὶ οἱ φοβερισμοὶ αὐτοῦ ὡς ἐκταράξαι αὐτόν, ἐνεργῆσαι δὲ κατ' αὐτοῦ οὐδὲν δεδύνηνται οὐκ ἐγνωκότος οὐδὲ πεποιηκότος ἁμαρτίαν. ̔Ρηθεῖεν δ' αν ὀργαὶ καὶ φοβερισμοὶ θεοῦ αἱ ὑπηρετούμεναι ταῖς κολάσεσι δυνάμεις, ὀργῆς σκεύη τυγχάνουσαι. αυται ἐπὶ τὸν σωτῆρα διελθοῦσαι ἐξετάραξαν αὐτὸν λέγοντα Νῦν ἡ ψυχή μου τετάρακται. εἰ γὰρ καὶ τελειοτάτην ψυχὴν ειχεν, ἀλλ' ουν τοσοῦτον πλῆθος ἐχθρῶν ὁρῶσα προπάθειαν εσχε, μάλιστα ἐπεὶ τρόπον υδατος ολην τὴν ἡμέραν περιέσχον αὐτὸν αμα κατ' αὐτοῦ συνδραμοῦσαι καὶ επνιξαν αὐτόν, εἰ μὴ δύτης αριστος ην. ὡς γὰρ τὸ υδωρ τὸ αἰσθητὸν περιεχόμενόν τινος πνίγει αὐτὸν μάλιστα νήχεσθαι μὴ ἐπιστάμενον, ουτως αἱ πονηραὶ δυνάμεις ἀποκτένουσι τὸν ὑπ' αὐτῶν καταπωθέντα. ἀλλ' εἰ κύκλῳ τοῦ ̓Ιησοῦ ὡς υδωρ γεγένηνται αυται ολην τὴν ἡμέραν περιέχουσαι αὐτὸν αμα, ἀλλά γε βλάψαι αὐτὸν οὐδὲ δεδύνηνται· Υδωρ γὰρ πολὺ οὐ σβέσει τὴν ἀγάπην. ἡ γὰρ τελεία εξις ἡ δι' ἀγάπης πρὸς τὸν θεὸν τεθεῖσα ασβεστός ἐστιν. αυτη δὲ ὑπῆρχε κατὰ τὸ ἀνθρώπινον τῷ ̓Ιησοῦ, οθεν βλάψαι αὐτὸν ἡ τῶν χειρόνων φάλαξ οὐ δεδύνηνται. 879 Ps 87,19 Καὶ ουτως μὲν Εὐσέβιος ὁ Καισαρείας καὶ ∆ίδυμος καὶ ̓Απολινάριος ἐξηγήσαντο. 880 Ps 88,2.3 Ειρηται δὲ πολλάκις ὡς ενθα διττῶς φέρεται ἡ γενεά. σημαίνει τὸν ἐκ περιτομῆς καὶ ἐθνῶν λαόν. ἀποδίδωσι δὲ τὴν αἰτίαν δι' ην εἰς τὸν αἰῶνα ᾳδει τὰ ἐλέη τοῦ κυρίου, ἐπαγαγὼν Οτι ειπας Εἰς τὸν αἰῶνα ελεος οἰκοδομηθήσεται. οσον γὰρ ἐνέστηκεν ὁ αἰὼν ουτος, φανερῶς ἐλεεῖ καὶ εὐεργετεῖ ὁ θεός· καὶ ταύτῃ οἰκοδομεῖν ελεος εἰς τὸν αἰῶνα λέγει. ὡς γὰρ ἡ οἰκοδομὴ ἐκ πολλῶν καὶ διαφόρων συναρμοζομένων ἀποτελεῖται, ουτω πολλῶν εὐεργετουμένων ἐλέῳ θεοῦ οἰκοδομὴ γίνεται. Τάχα δὲ ελεος οἰκοδομεῖται, τῆς σοφίας οἰκοδομησάσης ἑαυτῇ οικον. ἡ γὰρ ἐνανθρώπησις αὐτῆς θεμέλιος καὶ πέρας τῆς οἰκοδομῆς τοῦ ἐλέους ἐστίν, πάντων ἐλεουμένων ἀφαιρέσει τῆς προκαταλαβούσης ἁμαρτίας. ̔Εξῆς τούτοις ἐστὶν ̓Εν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἡ ἀλήθειά σου. ἐπεὶ γὰρ οἱ ἐπὶ γῆς οντες δι' ἐσόπτρου καὶ ἐν αἰνίγματι φανταζόμεθα τὰ θεῖα πράγματα ουπω προσβολῇ καθαρᾷ ἀντιλαμβάνεσθαι αὐτῶν δυνάμενοι, ἐν τοῖς οὐρανοῖς ἑτοιμάζεται ἡ ἀλήθεια τοῦ θεοῦ τούτοις ἀπεντεῦθεν προπαρασκευασαμένοις ὡς οιόν τ' ην προσβαλεῖν αὐτῇ. τότε γὰρ πρόσωπον πρὸς πρόσωπον προσβάλλουσι τῷ κάλλει τῆς ἀληθείας, τὸ τέλος τῆς γνώσεως καὶ ἐπιστήμης ἀπειληφότες, καταργηθείσης αὐτοῖς τῆς μερικῆς τῶν πραγμάτων διαλήψεως. ἑτοιμάζεται δὲ ἡ ἀλήθεια τοῦ θεοῦ ἐν τοῖς μὴ τὰ ἐπίγεια φρονοῦσιν ἀλλ' εχουσι τὸ πολίτευμα ἐν οὐρανοῖς τῷ φορεῖν τὴν εἰκόνα τοῦ ἐπουρανίου δι' ην χρηματίζουσιν οὐρανοί.
881 Ps 88,4.5 Τούτῳ δίδωσιν ὁ θεὸς τὸν θρόνον ∆αυὶδ τοῦ πατρὸς αὐτοῦ ἐπὶ
τῷ βασιλεῦσαι ἐπὶ τὸν οικον ̓Ιακὼβ εἰς τοὺς αἰῶνας, ὡς μὴ ειναι τέλος τῆς βασιλείας αὐτοῦ. Οπως δὲ μὴ νομίσῃ τις ὡς ετυχε κατὰ προσωποληψίαν τὸν ∆αυὶδ τετευχέναι ταύτης τῆς εὐλογίας, φησὶν ὁ θεὸς Ωμοσα ∆αυὶδ τῷ δούλῳ μου· ἐπεὶ γὰρ γνήσιος δοῦλός μου καὶ θεράπων ἀποδέδεικται ὁ ∆αυίδ, δίδωμι τῷ οικῳ αὐτοῦ σημεῖον, ὡς παρθένον αχραντον καὶ αψαυστον ὑπὸ ἀνδρὸς τεκεῖν τὸν μεθ' ὑμῶν τῶν ἀνθρώπων θεόν. τοῦτο γὰρ ἀποσημαίνει ἡ ̓Εμμανουὴλ φωνή· ουτος δέ ἐστι τὸ