176
ἀλλὰ μὴν μετὰ τοῦ πλήθους καὶ τὴν ἀκρίβειαν τοῦ περισσεύματος, ὅτι οὔτε πλεῖον οὔτε ἔλαττον ἐποίησε περισσευθῆναι, ἀλλὰ τοσοῦτον ὅσον ἐβούλετο, προειδὼς πόσα ἀναλώσουσιν· ὅπερ ἀφάτου δυνάμεως ἦν. Ἐπιστοῦτο μὲν οὖν τὰ κλάσματα τὸ γεγονὸς, ἀμφότερα ἐμφαίνοντα, καὶ ὅτι οὐ φαντασία τις ἦν τὰ γεγενημένα, καὶ ὅτι ἐξ ἐκείνων ἦν ὧν ἐτράφησαν. Τὸ δὲ τῶν ἰχθύων, τότε μὲν ὑποκειμένων ἐγένετο· ὕστερον δὲ μετὰ τὴν ἀνάστασιν, οὐκ ἔτι ἐξ ὕλης ὑποκειμένης. Τίνος ἕνεκεν; Ἵνα μάθῃς ὅτι καὶ νῦν τῇ ὕλῃ ἐκέχρητο, οὐ δι' ἔνδειαν, οὐδὲ δεόμενος ὑποβάθρας, ἀλλ' ὥστε τὰ τῶν αἱρετικῶν ἐμφράξαι στόματα. Οἱ δὲ ὄχλοι ἔλεγον, ὅτι Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης. Ὢ γαστρι 59.243 μαργίας ὑπερβολή· μυρία τούτων εἰργάσατο θαυμαστότερα, καὶ οὐδαμοῦ τοῦτο ὡμολόγησαν, ἀλλ' ὅτε ἐνεπλήσθησαν. Ἄρα ἐκ τούτου δῆλον, ὅτι προφήτην τινὰ προσεδόκων ἐξαίρετον. Καὶ γὰρ ἐκεῖνοι ἔλεγον· Σὺ εἶ ὁ προφήτης; καὶ οὗτοι· Οὗτός ἐστιν ὁ προφήτης. Ὁ γοῦν Ἰησοῦς, γνοὺς ὅτι μέλλουσιν ἔρχεσθαι καὶ ἁρπάζειν αὐτὸν, ἵνα ποιήσωσιν αὐτὸν βασιλέα, ἀνεχώρησεν εἰς τὸ ὄρος. Βαβαὶ πόση τῆς γαστριμαργίας ἡ τυραννίς! πόση τῆς γνώμης ἡ εὐκολία! οὐκ ἔτι αὐτοῖς τῆς τοῦ σαββάτου παραβάσεως μέλει· οὐκ ἔτι ζηλοῦσιν ὑπὲρ Θεοῦ, ἀλλὰ πάντα ἔῤῥιπτο, τῆς γαστρὸς αὐτοῖς ἐμπλησθείσης. Καὶ προφήτης ἦν παρ' αὐτοῖς, καὶ βασιλέα χειροτονεῖν ἔμελλον· ὁ δὲ Χριστὸς φεύγει. Τί δήποτε; Παιδεύων ἡμᾶς τῶν κοσμικῶν καταφρονεῖν ἀξιωμάτων, καὶ δεικνὺς ὅτι οὐδενὸς δεῖται τῶν ἐπὶ γῆς. Ὁ γὰρ πάντα εὐτελῆ ἐπιλεξάμενος, καὶ μητέρα, καὶ οἰκίαν, καὶ πόλιν, καὶ ἀνατροφὴν, καὶ ἱματίων στολὴν, οὐκ ἔμελλεν ὕστερον ἀπὸ τῶν ἐν τῇ γῇ φαίνεσθαι. Τὰ μὲν γὰρ ἀπὸ τῶν οὐρανῶν, λαμπρά τε ἦν καὶ μεγάλα, ἄγγελοί τε καὶ ἀστὴρ, καὶ Πατὴρ βοῶν, καὶ Πνεῦμα μαρτυροῦν, καὶ προφῆται πόῤῥωθεν ἀνακηρύττοντες· τὰ δὲ ἐν τῇ γῇ πάντα εὐτελῆ, ἵνα καὶ οὕτω μειζόνως ἡ δύναμις φαίνηται. Ἦλθε δὲ καὶ παιδεύων ἡμᾶς καταφρονεῖν τῶν ἐνταῦθα, καὶ μηδαμοῦ τεθηπέναι μηδὲ ἐκπλήττεσθαι τὰ τοῦ βίου λαμπρὰ, ἀλλὰ καταγελᾷν ἁπάντων τούτων, καὶ τῶν μελλόντων ἐρᾷν. Ὁ γὰρ τὰ ἐνταῦθα θαυμάζων, οὐ θαυμάσεται τὰ ἐν τοῖς οὐρανοῖς. ∆ιὰ τοῦτο καὶ τῷ Πιλάτῳ ἔλεγεν· Ἡ ἐμὴ βασιλεία οὐκ ἔστιν ἐντεῦθεν· ἵνα μὴ δόξῃ λοιπὸν ἀνθρωπίνῳ φόβῳ καὶ δυναστείᾳ πρὸς τὸ πείθειν ἀποκεχρῆσθαι. Πῶς οὖν εἶπεν ὁ προφήτης· Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πραῢς, καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον; Ὅτι βασιλείαν ἐκείνην λέγει, τὴν ἐν τοῖς οὐρανοῖς, ἀλλ' οὐχὶ ταύτην. ∆ιὰ δὴ τοῦτο πάλιν ἔλεγε· ∆όξαν παρὰ ἀνθρώπου οὐ λαμβάνω. δʹ. Μάθωμεν τοίνυν, ἀγαπητοὶ, τῆς τιμῆς τῆς παρὰ ἀνθρώποις καταφρονεῖν καὶ μὴ ἐφίεσθαι. Τετιμήμεθα γὰρ τιμὴν μεγίστην, καὶ πρὸς ἣν αὕτη παραβαλλομένη, ὕβρις καὶ γέλως καὶ κωμῳδία ὄντως ἐστίν· ὥσπερ οὖν καὶ ὁ πλοῦτος οὗτος πρὸς ἐκεῖνον πενία, καὶ ἡ ζωὴ αὕτη χωρὶς ἐκείνης νέκρωσις (Ἄφες, φησὶ, τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς)· οὕτω καὶ ἡ δόξα αὕτη πρὸς ἐκείνην αἰσχύνη καὶ γέλως ἐστί. Μὴ τοίνυν αὐτὴν διώκωμεν. Εἰ γὰρ οἱ παρέχοντες αὐτὴν σκιᾶς καὶ ὀνείρων εἰσὶν εὐτελέστεροι, πολλῷ μᾶλλον αὐτὴ ἡ δόξα· ∆όξα γὰρ ἀνθρώπου ὡς ἄνθος χόρτου. Τί δὲ ἄνθους χόρτου εὐτελέστερον γένοιτ' ἄν; Εἰ δὲ καὶ μόνιμος ἦν, τί τὴν ψυχὴν ὠφελῆσαι ἴσχυσεν ἄν; Οὐδέν· ἀλλὰ καὶ καταβλάπτει τὰ μέγιστα, δούλους ποιοῦσα, δούλους ἀργυρωνήτων χείρους, δούλους οὐχ ἑνὶ δεσπότῃ μόνον, ἀλλὰ καὶ δυσὶ καὶ τρισὶ καὶ μυρίοις διάφορα ἐπιτάττουσιν ὑπακούοντας. Πόσῳ βέλτιον ἐλεύθερον εἶναι, ἢ δοῦλον, ἐλεύθερον μὲν τῆς τῶν ἀνθρώπων δουλείας, δοῦλον δὲ τῆς τοῦ Θεοῦ δεσποτείας; Ὅλως δὲ εἰ βούλει δόξης ἐρᾷν, ἔρα δόξης, ἀλλὰ τῆς ἀθανάτου. Καὶ γὰρ λαμπρότερον αὐτῆς τὸ θέατρον, καὶ μεῖζον τὸ κέρδος. Οὗτοι μὲν γάρ σε κελεύουσι δαπανώμενον ἀρέσκειν αὐτοῖς· ὁ δὲ Χριστὸς τοὐναντίον ἅπαν. Καὶ γὰρ ἑκατονταπλασίονά σοι δίδωσι τῶν διδομένων 59.244 παρὰ σοῦ, καὶ ζωὴν αἰώνιον τούτοις προστίθησι. Τί τοίνυν βέλτιον, ἐν τῇ γῇ, ἢ ἐν τοῖς οὐρανοῖς, ὑπὸ ἀνθρώπων, ἢ ὑπὸ Θεοῦ θαυμάζεσθαι; ἐπὶ ζημίᾳ, ἢ ἐπὶ κέρδει; στεφανοῦσθαι πρὸς μίαν ἡμέραν, ἢ