177
ἑτοιμαζόμενον σπέρμα τοῦ ∆αυίδ. Τὸ δὲ Ωμοσα λεγόμενον ὑπὸ τοῦ θεοῦ τὸ βέβαιον τῆς πρὸς τὸν ∆αυὶδ ἐπαγγελίας παρίστησιν. ὡς γὰρ ὁ ὀμνὺς ἀπαράβατον πρόθεσιν φυλάττει τῷ τὸν ορκον ειναι λόγον ἐμπεδούμενον μετὰ θεοῦ παραλήψεως, ουτως καὶ ὁ θεὸς ἐφ' οις αἰωνίως καὶ βεβαίως χαρίζεται ὀμνύναι λέγεται οὐ κατ' αλλου. ειρηται γὰρ Κατ' ἐμαυτοῦ ωμοσα, λέγει κύριος, οὐχ οτι ἀπωμοτικοῖς η κατωμοτικοῖς χρᾶται ἐπιρρήμασιν ἀλλ' ὡς ατρεπτος καὶ ἀμετάβλητον βουλὴν εχων ὑπισχνεῖται. ἐπεὶ ουν καὶ ἡ βούλησις αὐτοῦ ἡ περὶ τοῦ ἐκ ∆αυὶδ ανθρωπον γενέσθαι τὸν υἱὸν αὐτοῦ ἀμετάθετος ην, εἰκότως τὸ Ωμοσα ∆αυὶδ τῷ δούλῳ μου ειπεν. 882 Ps 88,7 Οὐδεὶς τῶν ἐκ θεοῦ γεγεννημένων τῷ παραδεδέχθαι τὸ τῆς υἱοθεσίας πνεῦμα ὁμοιωθῆναι τῷ κυρίῳ δυνήσεται. αὐτὸς γὰρ μόνος κατὰ ἀλήθειαν γέννημα θεοῦ, οἱ δ' αλλοι τῷ μετέχειν αὐτοῦ υἱοὶ θεοῦ καλοῦνται. ὑπὲρ τελείας δὲ νοήσεως τῶν προκειμένων χρησόμεθα ἀποστολικῇ φωνῇ ουτως ἐχούσῃ· Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου ̓Ιησοῦ Χριστοῦ. εἰπὼν γὰρ τὸν θεὸν πατέρα ἑαυτοῦ καὶ τῶν παραπλησίων ηὐλαβήθη, μὴ δόξῃ τισὶν ἰσοτιμίαν ἑαυτῷ νέμειν πρὸς τὸν μονογενῆ υἱόν· διὸ ἐπήνεγκε Καὶ κυρίου ̓Ιησοῦ Χριστοῦ, μονονουχὶ κεκραγώς· εἰ καὶ θεοῦ χάριτι γεγόναμεν υἱοί, καὶ αὐτὸς ἡμῶν τυγχάνει πατήρ, ἀλλά γε καὶ δοῦλοι ̓Ιησοῦ Χριστοῦ ἐσμεν κατὰ φύσιν κυρίου ἡμῶν οντος. ταύτην τὴν διάνοιαν παρεμφαίνει καὶ ἡ προκειμένη λέξις· Τίς γὰρ ὁμοιωθήσεται τῷ κυρίῳ ἐν υἱοῖς θεοῦ; οὐδεὶς κατ' οὐσίαν υἱὸς θεοῦ η μόνος ὁ σωτὴρ ιδιος καὶ μόνος ὁμοούσιός ἐστι τῷ πατρί, ὁμοιωθήσονται δὲ αὐτῷ ουτοι οἱ οὐ κατ' οὐσίαν ἀλλὰ κατὰ ποιότητα ωσπερ καὶ τῷ πατρὶ οἰκτίρμονες ὡς αὐτὸς γινόμενοι καὶ τέλειοι ὡς ὁ πατὴρ γινόμενοι· Αγιοι γὰρ εσεσθε, διότι ἐγὼ αγιός εἰμι. Ουτος δὴ ὁ κύριος ερχεται ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς, καὶ οἱ αγιοι ἁρπαγήσονται ἐν νεφέλαις εἰς ἀπάντησιν τῷ κυρίῳ εἰς ἀέρα ἐπὶ τῷ πάντοτε σὺν αὐτῷ ειναι. τοῦ τοίνυν κυρίου καὶ τῶν ἁγίων ἐν νεφέλαις οντων, οὐδεὶς τῶν ἁρπαγέντων ἐν νεφέλαις ἰσωθήσεται τῷ ἐρχομένῳ ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς. εἰ γὰρ καὶ εκαστος μετὰ δυνάμεως καὶ δόξης ἡρπάγη, ἀλλ' οὐ πολλῆς. ἐκείνην γὰρ τὴν δύναμιν καὶ δόξαν ειχεν ην ελαβεν, ὁ δὲ σωτὴρ μετὰ δυνάμεως καὶ δόξης πολλῆς ης παρέχει ἐλεύσεται· καὶ εκαστος ἐκείνων ἐν νεφέλῃ, ουτος δ' ἐπὶ τῶν νεφελῶν. παρίστησι δὲ ἡ ̓Επὶ τῶν νεφελῶν λέξις τὸ αὐθεντικὸν καὶ βασιλικόν, οθεν οὐδεὶς ἐν νεφέλαις ἰσωθήσεται τῷ κυρίῳ· ετι μὴν ἑκάστου τῶν ἁγίων νεφέλης οντος πνευματικῆς ὑούσης τὸν νοητὸν ὑετόν (Αἱ νεφέλαι γάρ φησι ῥανάτωσαν δικαιοσύνην), οὐδεμία τῶν τοιούτων νεφελῶν ἰσωθῆναι τῷ κυρίῳ δυνήσεται τυγχάνοντι καὶ αὐτῷ νεφέλῃ, ἐπείπερ ἑκάστη ἐκείνων ὀλίγους ποτίζει, αυτη δὲ οὐ πάντας ἀνθρώπους μόνον ἀλλὰ καὶ τὰ λογικὰ πάντα. 883 Ps 88,8 Φοβερὸς δ' ἐστὶ καὶ τοῖς ἐναντίοις ἀπειλῶν κολάσεις καὶ ἐπιφέρων κατὰ τῶν λειπτοτακτούντων τῶν θείων αὐτοῦ προσταγμάτων. οσοι γὰρ ἐγγὺς αὐτοῦ τυγχάνοντες τῷ παραδεδέχθαι τὴν θείαν αὐτοῦ διδασκαλίαν ἁμαρτάνοντες ἐγγὺς τοῦ πυρός εἰσιν, ὡς ειρηταί που ὑπὸ τοῦ σωτῆρος ̔Ο ἐγγύς μου ἐγγὺς τοῦ πυρός, ὁ δὲ μακρὰν ἀπ' ἐμοῦ μακρὰν ἀπὸ τῆς βασιλείας· οθεν καὶ ἐν τῇ προκειμένῃ λέξει τοῖς περικύκλῳ αὐτοῦ διὰ τοῦ πεπιστευκέναι αὐτῷ παρακούουσι τῶν ἐντολῶν αὐτοῦ φοβερός ἐστιν, μέγας ων τοῖς δι' ἀρετὴν περιεχομένοις αὐτοῦ. 884 Ps 88,9b ̔Η περὶ τὸν θεὸν ἀλήθεια οὐκ αλλη τυγχάνει τοῦ εἰπόντος ̓Εγώ εἰμι ἡ ἀλήθεια. εἰ δὲ κύκλῳ τοῦ θεοῦ αυτη ἐστίν, οὐ δύναταί ποτε μὴ ειναι, ινα μὴ καταβοᾷ θεὸς ἐκ τοῦ ποτε μὴ κυκλοῦσθαι ὑπὸ ἀληθείας εἰς τοῦτο ἐληλυθόσι. κυκλοῦται δὲ ὑπὸ ταύτης γεννῶν αὐτὴν καὶ μόνος ων θεὸς ἀληθινός. ὡς γὰρ μόνος σοφὸς οὐ μετέχων ἀλλὰ καὶ γεννῶν σοφίαν, ουτω μόνος ἀληθινὸς καὶ κύκλῳ εχει τὴν ἀλήθειαν, οὐ μεταλαμβάνων αὐτῆς ἀλλὰ συνὼν καὶ ἑτέροις αὐτὴν δωρούμενος. καθ' ἑκάστην γὰρ