177
πρὸς ἀπείρους αἰῶνας; ∆ὸς τῷ δεομένῳ, καὶ μὴ δῷς τῷ ὀρχουμένῳ, ἵνα μὴ μετὰ τῶν σῶν χρημάτων καὶ τὴν ψυχὴν ἀπολέσῃς τὴν ἐκείνου. Σὺ γὰρ αἴτιος εἶ τῆς ἀπωλείας τῆς ἐκείνου διὰ τῆς ἀκαίρου φιλοτιμίας. Εἰ γὰρ οἱ ἐπὶ τῆς ὀρχήστρας ᾔδεσαν ὅτι τὸ ἐπιτήδευμα αὐτοῖς ἀκερδὲς ἔμελλεν ἔσεσθαι, πάλαι ἂν ἐπαύσαντο ταῦτα ἐπιτηδεύοντες· ὅταν δέ σε κροτοῦντα, συντρέχοντα, ἀναλίσκοντα, ἅπαντα τὰ σαυτοῦ δαπανῶντα θεάσωνται, κἂν μὴ βούλωνται τοῦτο μετιέναι, τῇ τοῦ κέρδους ἐπιθυμίᾳ κατέχονται. Εἰ δὲ ἔγνωσαν, ὅτι οὐδεὶς ἂν ἐπαινέσειε τὰ ἐκείνων, ταχέως ἂν ἀπέστησαν τῶν πόνων διὰ τὸ ἀκερδές· ὅταν δὲ ἴδωσι τὸ πρᾶγμα παρὰ πολλῶν θαυμαζόμενον, γίνεται δέλεαρ αὐτοῖς ὁ τῶν ἄλλων ἔπαινος. Ἀποστῶμεν τοίνυν τῆς ἀκερδοῦς δαπάνης· μάθωμεν ἐπὶ τίσιν ἀναλίσκειν καὶ πότε χρή. Μὴ δὴ ἀμφοτέρωθεν παροξύνωμεν τὸν Θεὸν, καὶ συνάγοντες ὅθεν οὐ χρὴ, καὶ σκορπίζοντες εἰς ἅπερ οὐ δεῖ. Πόσης γὰρ οὐκ ἂν ἄξιον εἴη ὀργῆς, ὅταν τῇ πόρνῃ διδῷς, παρατρέχων τὸν πένητα; Εἰ γὰρ καὶ ἐκ δικαίων πόνων παρεῖχες, οὐχὶ ἔγκλημα ἦν τὸ πρᾶγμα, μισθὸν κακίας παρέχειν, καὶ ὑπὲρ ὧν κολάζειν ἐχρῆν, ὑπὲρ τούτων τιμᾷν; Ὅταν δὲ καὶ ὀρφανοὺς ἀποδύων, καὶ χήρας ἀδικῶν, τρέφῃς ἀσέλγειαν, ἐννόησον ἡλίκον τοῖς ταῦτα τολμῶσιν ἔσται τὸ πῦρ. Ἄκουσον τί φησιν ὁ Παῦλος· Οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράσσουσι. Τάχα σφοδρῶς ὑμῶν καθηψάμεθα, ἀλλὰ κἂν ἡμεῖς μὴ καθαψώμεθα, αἱ διὰ τῶν πραγμάτων μένουσι τιμωρίαι τοὺς ἀδιόρθωτα ἁμαρτάνοντας. Τί οὖν ὄφελος ἐν τοῖς λόγοις χαρίζεσθαι τοῖς διὰ τῶν ἔργων κολάζεσθαι μέλλουσι; Συνευδοκεῖς τῷ ὀρχουμένῳ, ἐπαινεῖς καὶ θαυμάζεις; Οὐκοῦν ἐκείνου γέγονας χείρων. Τῷ μὲν γὰρ ἡ πενία συγγνώμην δίδωσιν, εἰ καὶ λόγον οὐκ ἔχουσαν· σὺ δὲ καὶ ταύτης ἀπεστέρησαι τῆς ἀπολογίας. Κἀκεῖνον μὲν ἐὰν ἔρωμαι, τί δήποτε τὰς ἄλλας τέχνας ἀφεὶς, ἐπὶ ταύτην ἦλθες τὴν ἐναγῆ καὶ μιαράν; ἐρεῖ, ὅτι ἔξεστιν ὀλίγα πονοῦντα, πολλὰ καρποῦσθαι. Σὲ δὲ ἐὰν ἔρωμαι, τί δήποτε θαυμάζεις τὸν ἐν ἀσελγείᾳ βιοῦντα καὶ ἐπὶ λύμῃ ζῶντα πολλῶν; οὐκ ἔχεις ἐπὶ τὴν αὐτὴν πρόφασιν καταφεύγειν, ἀλλὰ ἀνάγκη κάτω κύπτειν, καὶ αἰσχύνεσθαι καὶ ἐρυθριᾷν. Εἰ δὲ παρ' ἡμῶν εὐθύνας ἀπαιτούμενος οὐδὲν ἂν σχοίης εἰπεῖν, ὅταν τὸ φοβερὸν ἐκεῖνο καὶ ἀπαραίτητον παραγένηται δικαστήριον, ἔνθα τῶν νοημάτων, καὶ πραγμάτων, καὶ πάντων τίνομεν εὐθύνας, πῶς στησόμεθα; ποίοις ὀφθαλμοῖς τὸν κριτὴν ὀψόμεθα; τί ἐροῦμεν; τί ἀπολογησόμεθα; ποίαν εὔλογον, ποίαν ἄλογον προβαλούμεθα πρόφασιν; τὴν τῆς δαπάνης; τὴν τῆς τέρψεως; ἢ τὴν τῆς ἑτέρων ἀπωλείας, οὓς διὰ τῆς ἐκείνου τέχνης ἀπόλλυμεν; Οὐκ ἔστιν οὐδὲν εἰπεῖν, ἀλλ' ἀνάγκη κολάζεσθαι κόλασιν τέλος οὐκ ἔχουσαν, πέρας οὐκ ἐπισταμένην. Ὅπερ ἵνα μὴ γένηται, ἐντεῦθεν ἤδη πάντα φυλαξώμεθα, ἵνα μετὰ χρηστῆς ἐλπίδος ἀπελθόντες, τύχωμεν τῶν αἰωνίων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.245 ΟΜΙΛΙΑ ΜΓʹ. Ὡς δὲ ὀψία ἐγένετο, κατέβησαν οἱ μαθηταὶ αὐ τοῦ εἰς τὴν θάλασσαν. Καὶ ἀναβάντες εἰς τὸ πλοῖον, ἤρχοντο εἰς τὸ πέραν τῆς θαλάσσης εἰς Καπερναούμ. Καὶ σκοτία ἤδη ἐγένετο, καὶ οὐκ ἐληλύθει πρὸς αὐτοὺς ὁ Ἰησοῦς. Ἥ τε θάλασσα, ἀνέμου μεγάλου
πνέοντος, διηγείρετο.
αʹ. Οὐχὶ παρὼν τοῖς μαθηταῖς ὁ Χριστὸς σωματικῶς μόνον, ἀλλὰ καὶ μακρὰν γενόμενος τὸ συμφέρον οἰκονομεῖ. Καὶ γὰρ εὔπορος ὢν καὶ εὐμήχανος, διὰ τῶν ἐναντίων πραγμάτων ἓν καὶ τὸ αὐτὸ κατασκευάζει. Ὅρα γοῦν καὶ ἐνταῦθα τί ποιεῖ.